§44. Ὅταν δὲ ξύῃς βλέφαρα ὀφθαλμοῦ, ξύειν [εἶτα καίειν] εἰρίῳ Μιλησίῳ, οὔλῳ, καθαρῷ, περὶ ἄτρακτον περιειλῶν, αὐτὴν τὴν στεφάνην τοῦ ὀφθαλμοῦ φυλασσόμενος, μὴ διακαύσῃς πρὸς τὸν χόνδρον.
4. 刮眼睑时,应使用米利都产的、卷曲且干净的羊毛,将其缠绕在纺锤上进行,同时注意眼睑边缘本身,以免烧灼到软骨。
Σημεῖον δὲ ὅταν ἀπόχρη τῆς ξύσιος, οὐκ ἔτι λαμπρὸν αἷμα εξέρχεται, ἀλλὰ ἰχὼρ αἱματώδης ἢ ὑδατώδης.
刮治充分的迹象是,不再流出鲜红的血液,而是流出带血的或水样的浆液。
Τότε δὲ χρή τινι τῶν ὑγρῶν φαρμάκων, ὅκου ἄνθος ἐστὶ χαλκοῦ, τουτέῳ ἀνατρῖψαι.
此时必须使用含有铜花的某种液态药物涂抹。
Ὕστερον δὲ τὸ τῆς ξύσιος καὶ τὸ τῆς καύσιος, ὅταν αἱ ἐσχάραι ἐκπέσωσι καὶ κεκαθαρμένα ᾖ τὰ ἕλκεα καὶ βλαστάνῃ, τάμνειν τομὴν διὰ τοῦ βρέγματος.
此后,关于刮治和烧灼,当焦痂脱落、伤口清洁且长出新肉时,应当在头顶骨处切开一个口子。
Ὅταν δὲ τὸ αἷμα ἀποῤῥυῇ, χρὴ διαχρίειν τῳ ἐναίμῳ φαρμάκῳ.
当血液流尽后,应当涂抹止血药。
Ὕστερον δὲ τουτέου ἔργον καὶ πάντων τὴν κεφαλὴν καθῆραι.
在此之后,如同所有治疗之后一样,必须净化头部。
§55. Τὰ βλέφαρα τὰ παχύτερα τῆς φύσιος, τὸ κάτω ἀποταμὼν τὴν σάρκα ὁκόσην εὐμαρέστατα δύνῃ, ὕστερον δὲ τὸ βλέφαρον ἐπικαῦσαι μὴ διαφανέσι, φυλασσόμενος τὴν φύσιν τῶν τριχῶν, ἢ τῷ ἄνθει ὀπτῷ λεπτῷ προστεῖλαι.
5. 对于比自然状态更厚实的外眼睑,切除下部的肉,尽可能轻易地切除,之后用不穿透的器具轻轻烧灼眼睑,注意睫毛的天然生长方向,或者敷上精细的煅铜花。
Ὅταν δὲ ἀποπέσῃ ἡ ἐσχάρα, ἰητρεύειν τὰ λοιπά.
当焦痂脱落时,治疗其余部分。
§66. Ὁκόταν δὲ βλέφαρα ψωριᾷ καὶ κνησμὸς ἔχῃ, ἄνθος χαλκοῦ βώλιον πρὸς ἀκόνην τρίψας, ἔπειτα τὸ βλέφαρον ἀποτρίψας αὐτέου, καὶ τότε τὴν φολίδα τοῦ χαλκοῦ τρίβειν ὡς λεπτοτάτην· ἔπειτα χυλὸν ὄμφακος διηθημένον παραχέας καὶ τρίψας λεῖον, τὸ δὲ λοιπὸν ἐν χαλκῷ ἐρυθρῷ παραχέων, κατ’ ὀλίγον ἀνατίρβειν, ἕως ἂν πάχος γένηται ὡς μυττωτός· ἔπειτα, ἐπειδὰν ξηρανθῇ, τρίψας λεῖον χρῆσθαι.
6. 每当眼睑患疥癣且发痒时,将一块铜花在砥石上研磨,然后用它擦拭眼睑,再将铜的鳞片研磨得极细;然后倒入过滤后的未熟葡萄汁并研磨光滑,其余的倒入红铜器中,一点点混合研磨,直到其粘稠如糊状;然后,待其干燥后,研磨光滑使用。
§77. Νυκτάλωπος φάρμακον· πινέτω ἐλατήριον, καὶ τὴν κεφαλὴν καθαιρέσθω, καὶ κατάξας τὸν αὐχένα ὡς μάλιστα, πιέσας πλεῖστον χρόνον.
7. 夜盲症的疗法:让患者服用喷瓜汁,并净化头部,尽可能弯曲颈部,长时间压迫。
Ἐπανιεὶς δὲ διδόναι ἐν μέλιτι βάπτων ἧπαρ βοὸς ὠμὸν καταπιεῖν μέγιστον ὡς ἂν δύνηται, ἓν ἢ δύο.
放松后,将生的牛肝浸入蜂蜜中,让他吞下尽可能大的一两块。
§88. Ἤν τινι οἱ ὀφθαλμοὶ ὑγιέες ἐόντες διαφθείροιεν τὴν ὄψιν, τουτέῳ χρὴ ταμόντα κατὰ τὸ βρέγμα, ἐπαναδείραντα, ἐκπρίσαντα τὸ ὀστέον, ἀφελόντα τὸν ὕδρωπα, ἰῆσθαι· καὶ οὕτως ὑγιέες γίνονται.
8. 如果某人的眼睛看起来健康,但视力却丧失了,对于此人,必须在头顶骨处切开,剥开皮肤,锯开骨头,清除积水进行治疗;这样眼睛就会恢复健康。
§99. Ὀφθαλμίης τῆς ἐπετείου καὶ ἐπιδημίου ξυμφέρει κάθαρσις κεφαλῆς καὶ τῆς κάτω κοιλίης· καὶ εἰ ἔχοι τὸ σῶμα, αἵματος ἀφαίρεσις ξυμφέρει πρὸς ἔνια τῶν τοιούτων ἀλγημάτων, καὶ σικύαι κατὰ τὰς φλέβας.
9. 对于季节性和流行性眼炎,净化头部和下腹部是有益的;如果身体情况允许,放血对其中一些疼痛是有益的,且在静脉处使用吸角也是有益的。
Σῖτος ὀλίγος ἄρτος, καὶ ὕδατος πόσις.
饮食当为少许面包,并饮水。
Κατακεῖσθαι δὲ ἐν σκότῳ, ἀπό τε καπνοῦ καὶ πυρὸς καὶ τῶν ἄλλων λαμπρῶν, πλαγίων, ἄλλοτε ἐπὶ τὰ δεξιὰ, ἄλλοτε ἐπ’ ἀριστερά.
应在暗处躺下,远离烟、火及其他明亮之物,侧卧,时而向右,时而向左。
Μὴ τέγγειν τὴν κεφαλὴν, ἐπειδὰν οὐ ξυμφέρει.
不要弄湿头部,因为这并无益处。
Κατάπλασμα ὀδύνης μὴ ἐνεούσης, ἀλλ’ ὡς ῥεύματος ἐπέχοντος, οὐ συμφέρει.
在没有疼痛而只有流注物积聚时,敷药贴并无益处。
Οἰδημάτων ἀνωδύνων καὶ μετὰ τὰ δριμέα φάρμακα τῆς ὀδύνης ἐπαλειφόμενα, ἐπειδὰν ἥ τε ὀδύνη παύσηται καὶ διαχωρισθῇ μετὰ τὴν ἐσάλειψιν τοῦ φαρμάκου, τότε συμφέρει καταπλάσσειν τῶν καταπλασμάτων ὅ τι ἄν σοι δοκέῃ ξυμφέρειν.
对于无痛性的肿胀,以及在为了止痛而使用刺激性药物后涂抹的情况,一旦疼痛停止且在涂药后分泌物分离,此时敷用任何你认为有益的药贴都是有益的。
Οὐδὲ διαβλέπειν ξυμφέρει πουλὺν χρόνον, δάκρυον γὰρ προκαλέεται, οὐ δυνάμενος ὁ ὀφθαλμὸς πονέειν πρὸς τὰ λαμπρά· ἀλλ’ οὐδὲ ξυμμύειν πουλὺν χρόνον, ἢν ἔχῃ ῥεῦμα θερμὸν μάλιστα· θερμαίνει γὰρ τὸ δάκρυον ἰσχόμενον.
长时间睁眼看也无益处,因为会诱发眼泪,眼睛无法承受面对明亮之物的痛苦;但长时间闭眼也同样无益,尤其是在有热流注物的情况下,因为被阻滞的眼泪会使眼睛发热。
Ῥεύματος δὲ μὴ ἔχοντος, μετά γέ του ξηροῦ τὴν ὑπάλειψιν ξυμφέρει ποιέεσθαι.
在没有流注物的情况下,用干燥的药物进行涂抹是有益的。