- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg047.humanitext-grc1:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
視力障害の原因となる目の変色に対する治療法(頭部浄化と焼灼)と、成長期後に行われる瞼の切削・焼灼、および背部の脈管焼灼に関する外科的処置とその経過を論じる。
ΠΕΡΙ ΟΨΙΟΣ. 1. Αἱ ὄψιες αἱ διεφθαρμέναι, αὐτόματοι μὲν κυανίτιδες γιγνόμεναι, ἐξαπίνης γίνονται, καὶ ἐπειδὰν γένωνται, οὐκ ἔστιν ἴησις τοιαύτη. Αἱ δὲ θαλασσοειδέες γιγνόμεναι, κατὰ μικρὸν ἐν πολλῷ χρόνῳ διαφθείρονται, καὶ πολλάκις ὁ ἕτερος ὀφθαλμὸς ἐν πολλῷ χρόνῳ ὕστερον διεφθάρη. Τουτέου1 δὲ χρὴ καθαίρειν τὴν κεφαλὴν καὶ καίειν τὰς φλέβας· κἢν ἀρχόμενος θεραπευθῇ ταῦτα, ἵσταται τὸ κακὸν καὶ οὐ χωρέει ἐπὶ τὸ φαυλότερον. Αἱ δὲ μεταξὺ τῆς τε κυανίτιδος καὶ τῆς θαλασσοειδοῦς, ἢν μὲν νέῳ ἐόντι γένωνται, πρεσβυτέρῳ γενομένῳ καθίστανται· ἢν δὲ πρεσβυτέρῳ ἐόντι γίγνωνται ἐτέων ἑπτὰ,.... βέλτιον ὁρῇ· τὰ μεγάλα δὲ πάνυ καὶ λαμπρὰ, καὶ ἀπὸ πρόσθεν, ὁρῇ μὲν, σαφῶς δὲ οὐ, καὶ ὅτι ἂν πάνυ πρὸς ἑωυτὸν τὸν ὀφθαλμὸν προσθῇ, καὶ τοῦτο, ἄλλο δὲ οὐδέν. Ξυμφέρει δὲ τουτέῳ κάθαρσίς τε καὶ καῦσις τῆς κεφαλῆς· αἷμα δὲ τουτέοισιν οὐ ξυμφέρει ἀφιέναι, οὔτε τῇ κυανίτιδι, οὔτε τῇ θαλασσοειδεῖ.
ΠΕΡΙ ΟΨΙΟΣ. 1. 損なわれた視力のうち、自然に暗青色になるものは突発的に生じ、それが生じてしまうと、それに対する効果的な治療法は存在しない。一方、海緑色になるものは、長い時間をかけて少しずつ損なわれ、しばしばもう一方の目もずっと後になってから損なわれる。この場合には、頭部を浄化し、脈管を焼灼する必要がある。初期の段階でこれらの治療が行われるなら、病害はとどまり、それ以上悪化することはない。暗青色と海緑色の間にあるものは、若いときに生じるならば、年を重ねたときに回復する。しかし、年長になってから生じるならば、七年の間、.... より良く見えるようになる。もっとも、非常に大きくて輝かしいものや、前方にあるものは見えるが、はっきりとは見えない。また、自らの目にきわめて近づけるものは何であれ、それも見えるが、他には何も見えない。この患者には頭部の浄化と焼灼が有益である。しかし、これらの患者に対して瀉血を行うことは、暗青色の場合にも海緑色の場合にも有益ではない。
2. Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ’ ἄρσην, οὐκ ἂν ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι. Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.2
2. 若い人々の視力が健全である場合、その目のなかの瞳孔については、女性であれ男性であれ、身体がまだ成長している間は、治療を施しても何の益にもならないだろう。身体の成長が止まったとき、目そのものを検査したうえで、瞼を薄くすべきであり、もし必要と思われるなら削り、裏まで貫通しない器具によって内側から焼灼すべきである。
3..... Ἔπειτα ἀναδήσας, τὰ σκέλεα ἐκτείνας, δίφρον ὑποθεὶς ἀφ’ οὗ στηρίζηται τῇσι χερσί· μέσον δέ τις ἐχέτω. Ἔπειτα διασημήνασθαι3 τὰς νωτιαίας φλέβας, σκοπεῖν δὲ ὄπισθεν. Ἔπειτα καίειν παχέσι σιδηρίοισι καὶ ἡσυχίῃ διαθερμαίνειν, ὅκως ἂν μὴ ῥαγῇ αἷμα καίοντι· προαφιέναι δὲ τοῦ αἵματος, ἢν δοκέῃ καιρὸς εἶναι. Καίειν δὲ πρὸς τὸ ὀστέον ὄπισθεν. Ἔπειτα ἐνθεὶς σπόγγον ἠλαιωμένον ἐγκατακαίειν, πλὴν τοῦ πάνυ πρὸς αὐτῷ τῷ ὀστέῳ· ἢν δὲ προσδέχηται τῷ καυστηρίῳ τὸ σπόγγιον, ἕτερον λιπαρώτερον ἐνθεὶς ἐγκατακαίειν. Ἔπειτα τοῦ ἄρου ἐν μέλιτι δεύων, ἐντιθέναι τῇσιν ἐσχάρῃσιν. Ὅταν δὲ φλέβα παρακαύσῃς ἢ διακαύσῃς, ἐπειδὰν ἐκπέσῃ ἐσχάρη, ὁμοίως τέταται ἡ φλὲψ καὶ πεφύσηται καὶ πλήρης φαίνεται, καὶ σφύζει ὅτε κάτωθεν τὸ ἐπιῤῥέον· ἢν δὲ διακεκαυμένος ᾖ ὁ κάτωθεν, ταῦτα πάντα ἧσσον πάσχει. Διακαίειν δὲ χρὴ αὖθις, ἢν μὴ τὸ πρῶτον διακαύσῃς· τά τε σπόγγια χρὴ ἰσχυρῶς ἐγκατακαίειν, πρὸς τῆς ῥεούσης φλεβὸς μᾶλλον. Αἱ ἐσχάραι αἱ μᾶλλον ὀπτηθεῖσαι τάχει ἐκπίπτουσιν. Αἱ καιόμεναι οὖλαι4 πρὸς τὸ ὀστέον καλλίονες γίνονται. Ἐπειδὰν δὲ τὰ ἕλκεα ὑγιέα γίνονται, αὖθις ἀναφυσῶνται καὶ ἐπαίρονται, καὶ ἐρυθραί εἰσι παρὰ τὸ ἄλλο, καὶ ὥσπερ ἀναιρησόμεναι φαίνονται, ἕως ἂν χρόνος ἐπιγένηται· καὶ κεφαλῆς καυθείσης καὶ στήθεος, ὁμοίως δὲ καὶ παντὶ τῷ σώματι ὅκου ἂν καυθῇ.
3..... その後、患者を縛り、脚を伸ばし、両手で体を支えられるように腰掛けを下に置きなさい。そして、誰かが胴体の中央を支えるようにせよ。次に、背中の脈管に印をつけ、後ろから観察しなさい。次に、太い鉄器具で焼灼し、静かに加熱しなさい。それは、焼灼している最中に血が噴き出さないようにするためである。もし適切な時期であると思われるなら、あらかじめ瀉血しておきなさい。後ろから骨に至るまで焼灼しなさい。次に、油を浸した海綿を挿入して、その中で焼灼しなさい、骨そのものに極めて近い部分を除いて。もし海綿が焼灼器によって損なわれるなら、別の、より油を多く含んだものを挿入して中で焼きなさい。次に、アルムを蜂蜜に浸し、痂皮に適用しなさい。脈管の傍らを焼くか、あるいは完全に焼き切るとき、痂皮が剥がれ落ちたのち、同様に脈管は引き伸ばされ、膨らみ、そして満ちているように見え、下から流れ込む血液によって拍動する。しかし、もし下側の部分が完全に焼き切られているなら、これらすべての現象はより少なくて済む。最初の一回で完全に焼き切らなかったなら、再び焼きなさい。海綿を用いて内部を強く焼くべきであり、血液が流れている側の脈管に向けてより強く焼きなさい。十分に焼かれた痂皮は早く剥がれ落ちる。骨に至るまで焼かれた傷痕は、よりきれいになる。傷口が治癒するとき、それらは再び膨らんで隆起し、他の部分に比べて赤くなり、時間が経過するまでは、あたかも破裂しそうに見える。これは頭部が焼灼された場合も胸部の場合も、同様に身体全体の焼灼されたあらゆる場所で同じである。
- 1τουτέου
指示代名詞(イオン方言形)の単数属格。前文で論じられた「海緑色になる視力(の疾患)」、またはそれを持つ「患者」を指し、非人称動詞 χρή の結合関係において、浄化の対象を指し示す役割を持つ。
- 2μὴ διαφανέσιν
否定辞 μή を伴う形容詞 διαφανής(貫通する、透き通る)の与格複数。省略されている「焼灼具」(σιδηρίοισι)を修飾し、深く刺しすぎず、裏側(瞼の外側)まで突き抜けない器具やその方法を示す。
- 3διασημήνασθαι
不定詞(アオリスト中間態)。この文脈では、後続する σκοπεῖν, καίειν, διαθερμαίνειν と同様に、医術の手順を説明するための独立した命令的用法(命令不定詞)として機能している。
- 3οὖλαι
名詞 οὐλή(傷痕、瘢痕)の複数形。解釈によっては「歯肉」とされる場合もあるが、文脈上「焼灼によってできた傷痕」を意味し、後続する形容詞 ἐρυθραί(赤い)の文法上の主語となっている。
