§1919. Ὁ δὲ αἰών ἐστι τοῦ ἀνθρώπου ἑπταήμερος.
19. 人类的生命周期是以七天为单位的。
Πρῶτον μὲν ἐπὴν ἐς τὰς μήτρας ἔλθῃ ὁ γόνος, ἐν ἑπτὰ ἡμέρῃσιν ἔχει ὁκόσα περ ἐστὶν ἔχειν τοῦ σώματος·
首先,当胚种进入子宫时,在七天之内,它就具备了身体所应具备的一切。
τοῦτο δέ τις ἂν θαυμάσειεν ὅκως ἐγὼ οἶδα· πολλὰ δὲ εἶδον τρόπῳ τοιῷδε·
有人可能会感到惊讶,我是如何知道这一点的;但我通过以下方式见过许多这样的例子。
αἱ ἑταῖραι αἱ δημόσιαι, αἵτινες αὐτέων πεπείρηνται πολλάκις, ὁκόταν παρὰ ἄνδρα ἔλθῃ, γινώσκουσιν ὁκόταν λάβωσιν ἐν γαστρί·
公妓们,在她们之中那些经验丰富的人,当她们与男人交合时,能知道自己何时受孕;然后她们便进行人工流产。
κἄπειτ’ ἐνδιαφθείρουσιν· ἐπειδὰν δὲ ἤδη διαφθαρῇ, ἐκπίπτει ὥσπερ σάρξ·
当它已被破坏时,就会像一块肉一样掉落出来。
ταύτην τὴν σάρκα ἐς ὕδωρ ἐμβαλὼν, σκεπτόμενος ἐν τῷ ὕδατι, εὑρήσεις ἔχειν πάντα μέλεα καὶ τῶν ὀφθαλμῶν τὰς χώρας καὶ τὰ οὔατα καὶ τὰ γυῖα· καὶ τῶν χειρῶν οἱ δάκτυλοι καὶ τὰ σκέλεα καὶ οἱ πόδες καὶ οἱ δάκτυλοι τῶν ποδῶν, καὶ τὸ αἰδοῖον καὶ τὸ ἄλλο πᾶν σῶμα δῆλον.
将这块肉放入水中,在水中进行观察,你会发现它具备了所有的肢体、眼的位置、耳、四肢、手指、腿、脚、脚趾、生殖器,以及身体的其他所有部分都清晰可见。
Εὔδηλον δὲ καὶ ὅναν λάβῃ ἐς γαστέρα τῇσιν ἐπισταμένῃσιν, αὐτίκα ἔφριξς, καὶ θέρμη καὶ βρυγμὸς καὶ σπασμὸς ἔχει, καὶ τὸ ἄρθρον καὶ τὸ σῶμα πᾶν καὶ τὴν ὑστέρην ὄκνος·
对于那些有经验的妇女来说,当她们受孕时,立刻会感到寒战,发热、咬牙和痉挛随之而来,关节、全身以及子宫也会感到酸懒。
καὶ ὁκόσαι καθαραί εἰσι καὶ μὴ ὑγραὶ, τοῦτο πάσχουσιν· ὁκόσαι δὲ παχεῖαι καὶ βλεννώδεις, οὐ γινώσκουσι τουτέων τῶν γυναικῶν πολλαί·
身体清洁且不湿润的妇女会经历这些;而在那些肥胖且多粘液的妇女中,许多人并不会察觉。
ᾗ δέ μοι ἔδειξαν, κατὰ τοῦτο δὴ καὶ ἐπίσταμαι εἰδέναι.
正是通过她们向我展示的方式,我才得以确切地知道这一事实。
Δῆλον δὲ καὶ τῷδε, ὅτι ἑπτήμερος ὁ αἰὼν, εἴ τις ἐθέλει ἑπτὰ ἡμέρας φαγέειν ἢ πιέειν μηδὲν, οἱ μὲν πολλοὶ ἀποθνήσκουσιν ἐν αὐτῇσιν·
生命以七天为单位,这一点从以下事实中也可以清楚地看出:如果有人想要七天不吃不喝,大多数人就会在这七天内死去。
εἰσὶ δέ τινες καὶ οἳ ὑπερβάλλουσιν, ἀποθνήσκουσι δ’ ὅμως·
虽然也有一些人超出了这个期限,但他们最终还是会死。
εἰσὶ δέ τινες οἳ καὶ ἐπείσθησαν ὥστε μὴ ἀποκαρτερῆσαι, ἀλλὰ φαγέειν τε καὶ πιέειν· ἀλλ’ ἡ κοιλίη οὐκέτι καταδέχεται·
还有些人被劝服不要继续绝食,而是去吃喝;但是他们的胃再也无法接受食物了。
ἡ γὰρ νῆστις συνεφύη ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν· ἀλλὰ θνήσκουσι καὶ οὗτοι.
因为在这些日子里,空肠已经粘连在一起了;因此,他们也难免一死。
Ἔστι δὲ καὶ τῷδε τεκμήρασθαι· τὸ παιδίον ἑπτάμηνος γόνος γενόμενον, λόγῳ γεγένηται, καὶ ζῇ, καὶ λόγον ἔχει τοιοῦτον καὶ ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας·
还可以从以下事实来推断:作为七个月胎儿出生的婴儿,是按照比例出生的,并且能存活,在周数上具有如此的比例和精确的数字。
ὀκτάμηνον δὲ γενόμενον, οὐδὲν βιοῖ πώποτε·
而在八个月时出生的婴儿则绝不能存活。
ἐννέα δὲ μηνῶν καὶ δέκα ἡμερέων γόνος γίγνεται, καὶ ζῇ, καὶ ἔχει τὸν ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας·
而在九个月零十天出生的胎儿能存活,并在周数上具有精确的数字。
τέσσαρες δεκάδες ἑβδομάδων ἡμέραι εἰσὶ διηκόσιαι ὀγδοήκοντα· ἐς δὲ τὴν δεκάδα τῶν ἑβδομάδων ἑβδομήκοντα ἡμέραι.
四十周即二百八十天;而每十周为七十天。
Ἔχει δὲ καὶ τὸ ἑπτάμηνον γενόμενον τρεῖς δεκάδας ἑβδομάδων, ἐς δὲ τὴν δεκάδα ἑκάστην ἑβδομήκοντα ἡμέραι, τρεῖς δεκάδες δὲ ἑβδομάδων αἱ σύμπασαι δέκα καὶ διηκόσιαι.
同样,在七个月时出生的婴儿也经历了三十周,每十周为七十天,三十周总共是二百一十天。
Καὶ αἱ νοῦσοι οὕτω τοῖς ἀνθρώποις ὀξύταται γίνονται, ἡμερέων παρελθουσέων ἐν τῇσιν ἀνακρίνονται καὶ ἀπέθανον ἢ ὑγιέες ἐγένοντο, [τεσσάρων, ἥμισυ ἑβδομάδος· καὶ δευτεραῖαι ἐν μιᾷ ἑβδομάδι·
人类最急性的疾病也是如此发生,在过去一定天数后判定病势,患者非死即愈 [在四天内,即半周;第二日的疾病在一周之内]。
] καὶ τριταῖαι ἕνδεκα ἡμέρῃσιν, ἐν μιᾷ ἑβδομάδι καὶ ἥμισυ ἑβδομάδος· καὶ τεταρταῖαι ἐν δυσὶν ἑβδομάσιν· καὶ αἱ πεμπταῖαι ἐν δυοῖν δέουσῃσιν εἴκοσιν ἡμέρῃσι, δυοῖν τε ἑβδομάδοιν καὶ ἥμισυ ἑβδομάδος.
三日热在十一天内,即一周半之内;四日热在两周内;五日热在差两天二十天之内,即两周半之内。
Αἱ δὲ ἄλλαι νοῦσοι οὐκ ἔχουσι διὰ γνώμην ἐν ὁκόσῳ ὑγιέες ἔσονται ἀποφαίνεσθαι.
其他疾病则无法通过判断来表明何时能痊愈。
Οὕτω δὲ ἔχουσι καὶ τὰ ἕλκεα τὰ μεγάλα τὰ ἐν τῇ κεφαλῇ καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, τεταρταῖα φλεγμαίνειν ἄρχεται, ἐν ἑπτὰ δὲ καθίστανται φλεγμήναντα καὶ ἐν τεσσαρεσκαίδεκα [καὶ ἐν εἴκοσι] δυοῖν δεούσῃσιν.
头部以及身体其他部位的大伤口也是如此:它们在第四天开始发炎,发炎后在第七天平息,并在第十四天以及二十天差两天时平息。
Ἢν δέ τις ἀνακῶς θεραπεύῃ καὶ μὴ καταστῇ ἐν τουτέῳ τῷ χρόνῳ τὰ ἐν τῇσι κεφαλῇσι μεγάλα ἕλκεα, ἀποθνήσκουσιν οἱ ἄνθρωποι.
即使有人悉心治疗,如果头部的严重伤口不能在这段时间内平息,人们也会死去。
Θαυμάσειε δ’ ἄν τις καὶ τοῦτο ὅστις ἄπειρος ᾖ, εἰ ἑπτάμηνον γίνεται παιδίον· ἐγὼ μὲν οὖν αὐτὸς ὄπωπα καὶ συχνά· εἰ δέ τις βούλεται καὶ τοῦτο ἐλέγξαι, ῥηΐδιον· πρὸς τὰς ἀκεστρίδας αἳ πάρεισι τῇσι τικτούσῃσιν ἐλθὼν πυθέσθω.
缺乏经验的人可能也会对此感到惊讶,即婴儿会在七个月时出生;但我自己确实多次见过这种情况;如果有人想要验证这一点,这很容易:去向那些接生的助产妇们询问即可。
Ἔστι δὲ καὶ ἄλλο τεκμήριον· τοὺς ὀδόντας οἱ παῖδες ἑπτὰ ἐτέων διελθόντων πληροῦσι·
还有一个证据:孩子们在满七岁时会长全牙齿。
καὶ ἐν ἑπτὰ ἔτεσίν ἐστε δὲ λόγῳ καὶ ἀριθμῷ ἀτρεκέως δεκάδες ἑβδομάδων [ἓξ καὶ τριήκοντα καὶ ἥμισυ δεκάδος, ἑβδομάδες πέντε καὶ] ἑξήκοντα καὶ τριηκόσιαι.
在七年中,按照比例和精确数字,共有三百六十五周。
Τῆς δὲ φύσιος τὴν ἀνάγκην, διότι ἐν ἑπτὰ τούτοων ἕκαστα διοικεῖται, ἐγὼ φράσω ἐν ἄλλοισιν.
至于自然之必然性,即为什么这一切都是由“七”来支配的,我将在其他著作中予以阐明。