§1414. Ἢν δὲ ὀπίσῳ τὸ ῥεῦμα ᾖ δι’ ὑπερώης, τὸ ἀφικόμενον φλέγμα ἐς τὴν κοιλίην, ῥέουσι μὲν καὶ αἱ κοιλίαι τούτων, νοσέουσι δὲ οὔ· ἀναμένοντος κάτω τοῦ φλέγματος, εἰλεοί.
14. 但是,如果流体通过口盖向后流动,粘液到达腹部,这些人的腹部也会流动,但并不生病;如果粘液停留在下方,则会引起肠梗阻。
Τὰ πάθη χρόνια, ἄλλοις δι’ ὑπερώης ἐπὶ φάρυγγα, ἢν πουλὺ ῥυῇ καὶ ἐπὶ πουλὺ, αἱ νοῦσοι φθινάδες·
这些病症是慢性的;对其他人来说,流体通过口盖流向咽喉,如果流得又多又久,就会导致消耗性疾病。
κορίσκονται γὰρ τοῦ φλέγματος οἱ πνεύμονες, καὶ γίνεται τὸ πῦον· τοῦτο διεσθίει τοὺς πνεύμονας, καὶ οἱ νοσέοντες οὐ ῥάϊον περιγίνονται· καὶ ἡ γνώμη τοῦ ἰητροῦ, καὶ ἢν ἀγαθὸς καὶ ἢν ἀγχίνοος, τὰ πολλ’ ἀξυνετέει τῆς προφάσιος.
因为肺部充满了粘液,并且产生脓液;这会侵蚀肺部,患者不易康复;医生的诊断,即使他很优秀且机敏,在大多数情况下也无法理解其原因。
Ἄλλη νοῦσος διὰ φλεβῶν ἐπὶ νωτιαῖον ἀπὸ κατάῤῥου κεφαλῆς·
另一种疾病是通过静脉从头部的卡塔尔流向脊髓。
ἀΐσσει δὲ ἐνταῦθα ἐπὶ ἱερὸν ὀστέον, ἄγων τὴν ἐπιῤῥοὴν ὁ νωτιαῖος, καὶ ἐναπέθετο τῇσι κοτύλῃσι τῶν ἰσχίων· ἰσχία καὶ ἢν ποιέῃ φθίσιν, καὶ μαραίνεται ὁ ἄνθρωπος ὅδε καὶ ὧδε, καὶ ζώειν οὐκ ἐθέλει· ταχὺ γὰρ πονέει τὴν σπάθην, καὶ ᾅμα τὼ πόδε καὶ μηρὼ παρέπονται, καὶ αἰεὶ τελέως ὄλλυνται χρόνῳ πολλῷ μελεδαινόμενοι, καὶ οὕτως ἀπηύδηκε καὶ θνήσκει.
流体在这里冲向仙骨,脊髓引导着这股流入,并将其沉积在臀部的关节窝中;如果在臀部引起消耗,这个人就会到处消瘦,不想活下去;因为他的肩甲骨很快就会感到疼痛,同时双脚和大腿瘫痪,在长期的护理中总是完全衰竭,最终这样力尽而死。
Ταῦτά μοι περὶ ῥόων ἀπὸ κεφαλῆς εἴρηται.
关于头部的流体,我已经讲了这些。
§1515. Καὶ πάθεα ἐγκεφάλου καὶ ἄλλαι νοῦσοι, παραφροσύναι καὶ μανίαι, καὶ πάντα ἐπικίνδυνα, καὶ πονέει ὁ ἐγκέφαλος καὶ αἱ ἄλλαι ἀδένες· ἔχει γὰρ καὶ τόνον καὶ ἄλλη ξύνοδος ἐνταῦθα πάλιν τοῦ σώματος.
15. 脑部的疾患和其他疾病,如谵妄和狂躁,也全都是危险的,脑部和其他腺体都会感到痛苦;因为这里既有张力,又是身体的另一个再次交汇之处。
§1616. Ἀλλὰ καὶ ἀδένες ἐν τοῖσι στήθεσι μαζοὶ καλέονται, καὶ διαίρονται γάλα ποιέουσιν· οἷς δὲ οὐ ποιέουσι γάλα, οὕ· ποιέουσι μὲν αἱ γυναῖκες, οἱ δὲ ἄνδρες οὐ ποιέουσι.
16. 此外,胸部的腺体被称为乳房,并且膨胀产生乳汁;对于那些不产生乳汁的人,则不然;妇女产生乳汁,而男子则不产生。
Τῇσι μὲν γυναιξὶν ἀραιή τε ἡ φύσις κατὰ τῶν ἀδένων, ὥσπερ τὸ ἄλλο σῶμα, καὶ τὴν τροφὴν, ἥν τινα ἕλκουσιν ἐπὶ σφᾶς, ἀλλοιοῦσιν ἐς τὸ γάλα· καὶ ἀπὸ τῆς μήτρης παραγίνεται ἐπὶ τοὺς μαζοὺς ἐς τὴν μετὰ τὸν τόκον τῷ παιδίῳ τροφὴν, ἥν τινα ἀποπιέζει καὶ ὑπερβάλλει τὸ ἐπίπλοον ἐς τὰ ἄνω, στενοχωρούμενον ὑπὸ τοῦ ἐμβρύου.
因为妇女乳房周围的组织是疏松的,就像身体的其他部分一样,她们将吸引到自身的所有营养转化为乳汁;乳汁从子宫到达乳房,作为产后婴儿的营养,大网膜因受到胎儿的压迫而被挤压,将这些营养向上输送。
Τοῖσι δὲ ἄῤῥεσι καὶ ἡ στενοχωρίη καὶ ἡ πυκνότης τοῦ σώματος μέγα συμβάλλεται μὴ εἶναι μεγάλας τὰς ἀδένας· τὸ γὰρ ἄῤῥεν ναστόν ἐστι καὶ οἷον εἷμα πυκνὸν καὶ ὁρέοντι καὶ ἐπαφομένῳ· τὸ δὲ θῆλυ ἀραιὸν καὶ χαῦνον καὶ οἷον εἴριον ὁρέοντι καὶ ἐπαφομένῳ· ὥστε τὴν ὑγρασίην οὐ μεθίησι τὸ ἀραιὸν καὶ μαλθακόν· τὸ δὲ ἄρσεν οὐκ ἄν τι προσδέξαιτο, πυκνόν τε ἐὸν καὶ ἀστεργὲς, καὶ ὁ πόνος κρατύνει αὐτοῦ τὸ σῶμα, ὥστε οὐκ ἔχει δι’ οὗ λήψεται τὸ τῶν περισσῶν.
但是对于男性来说,身体的狭窄和紧密对腺体不能变大起到了很大的作用;因为无论是看还是摸,男性都是紧实的,就像一件紧密的衣服;而女性无论是看还是摸,都是疏松、呈海绵状且像羊毛一样;所以疏松和柔软的组织不会释放水分;但男性因为紧实且不易接纳,所以什么也不会接纳,而且劳动强健了他们的身体,因此他们没有通道来接收过剩的水分。
Οὕτως ἀναγκάζει ὅδε ὁ λόγος καὶ στήθεα καὶ μαζοὺς καὶ τὸ ἄλλο σῶμα τῇσι γυναιξὶ χαῦνα καὶ μαλακὰ εἶναι καὶ διὰ τὴν ἀργίην καὶ διὰ τὰ προειρημένα· τοῖσι δὲ ἀνδράσι τὰ ἐναντία.
因此,这一论点表明,由于不活动和上述原因,妇女的胸部、乳房和身体的其他部分必然是疏松和柔软的;而男子则相反。
§1717. Ποιέουσι καὶ μαζοὶ φύματα, φλεγμονὰς, τὸ γάλα ἀποσήποντες· ἀγαθὰ δὲ ἔχουσι τοῖσιν ἔμπροσθεν ὅμοια· ἀποστερίζουσι τὴν πλεονεξίην τοῦ ἄλλου σώματος.
17. 乳房由于使乳汁腐烂,也会产生肿瘤和炎症;但它们具有与前述类似的益处:清除身体其他部分的过剩水分。
Μαρτύριον τῇσι γυναιξὶν, ᾗσιν ἀφαιρεῖται νούσῳ ἢ ἄλλῃ τινὶ ξυμφορᾷ μαζός· καὶ ἡ φωνὴ θρασεῖα, καὶ ὑγρὰ εἰς στόμαχον, καὶ πτυελίζουσι, καὶ τὴν κεφαλὴν ἀλγέουσι, καὶ ἀπὸ τῶνδε νοσέουσιν· ἰὸν γὰρ ἀπὸ τῆς μήτρης καὶ ἐπιῤῥέον τὸ γάλα, ὥσπερ μεθίει καὶ ἔμπροσθεν ἐς τὰ ἄνω τεύχεα, τὰ οἰκεῖᾳ οὐκ ἔχον τεύχεα, συντυγχάνει τοῖσι κυρίοις τοῦ σώματος, καρδίῃ, πνούμονι, καὶ ἀποπνίγονται.
因疾病或其他不幸而被切除乳房的妇女就是明证:她们的声音变得粗粝,水分流入胃部(食道),吐唾液,头痛,并因此而生病;因为乳汁从子宫移动并流入,正如以前被送到上方的容器中一样,但由于没有其专属的容器,它便与身体的主要器官(心脏和肺部)相冲,从而使她们窒息。