Humanitext Reader

希波克拉底 · 论重孕 §15-25

新生儿处置与妊娠征象及受孕力检验

第 3 段,共 7 段 · 希腊语

内容简介

讨论了难产时新生儿的处理、怀孕和分娩的各种身体特征,以及通过在子宫口贴敷香胶并在头顶闻气味来检测生育能力的诊断方法。

§1515. Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα.
15. 对于难产的妇女,如果婴儿卡在产道中,无法顺利产出,而是伴随着痛苦并通过医生的器械才产出,这些婴儿是刚出生而活着的。
Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον.
对于这些婴儿,在他们排尿、打喷嚏或发出哭声之前,切不可切断脐带,而应听其自然;并让妇人尽可能靠近婴儿,如果她口渴,就让她喝蜂蜜水。
Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου.
如果脐带像胃一样膨胀,它就会活动,或者婴儿会打喷嚏并发出哭声,这时在婴儿呼吸时切断它。
Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.
但如果脐带既不膨胀也不活动,过了一段时间,婴儿也无法存活。
§1616. Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ’ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα.
16. 对于孕妇,即使你无法通过其他方式认出,但她的眼睛内陷且更加凹陷,眼白不具天然的白色,反而更加发青。
§1717. Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα.
17. 如果有临产的妇人眼眶凹陷且浮肿,脸部及全身微肿,双脚也肿胀,看起来仿佛被白粘液所侵袭,且她的耳朵发白,鼻尖发白,嘴唇发青,她们产下的是死胎,或者是活着却虚弱、无法存活、像生病一样无血的婴儿,或者是早产且无法成活的婴儿。
Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν.
这些妇人的血液已经变得像水一样;因此,在分娩后,必须给她们贴敷香药,让她们饮用香药,并用食物来调养她们。
Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.
并且,在面部中,鼻尖首先显现出恢复的迹象,并带上血色。
§1818. Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.
18. 如果有孕妇渴望吃土或炭,并且真的吃了,那么在婴儿出生时,其头上就会出现由此类东西引起的印记。
§1919. Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον· ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων.
19. 对于妇女,必须知道她的哪一边乳房更大,因为胎儿就在那一侧;眼睛也是同样道理;因为在乳房较大的一侧,眼睑内侧的整个区域也会更大、更明亮。
§2020. ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.
20. 在任何妇女身上,如果因为使用了不太强烈的贴药,关节出现疼痛,且出现咬牙、伸懒腰和打哈欠,那么她比没有任何此类症状的妇女更有希望怀孕。
§2121. Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου· ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυΐσκεται τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν.
21. 如果一个妇女非自然地变得粗壮、肥胖且体内充满粘液,她在那段时间里不会怀孕;但天生如此的妇女,就这些因素而言是可以怀孕的,除非有其他原因阻碍她。
§2222. Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.
22. 在大多数妇女中,当月经将要来潮时,子宫口本身会比平时更加向上收缩。
§2323. Γυνὴ ἥτις ἀρικύμων ἐοῦσα πέπαυται κυϊσκομένη, φλεβοτομείσθω δὶς τοῦ ἐνιαυτοῦ ἀπὸ τῶν χειρέων καὶ τῶν σκελέων.
23. 曾经易孕但已停止受孕的妇女,应当每年两次从手臂和腿部进行放血。
§2424. ᾟ τινι ὀδύναι ἐν ἰσχίῳ ἢ ἐν κεφαλῇ ἢ ἐν χερσὶν, ἢ ἄλλοθί που τοῦ σώματος, ὅταν δὲ κύῃ, ἐκλείπουσιν, ὁκόταν δ’ ἀπολυθῇ ἀπὸ τῶν μητρέων, ἔνεισι, ξυμφέρει τὰ εὐώδεα καὶ πίνειν καὶ προστίθεσθαι πρὸς τὸ στόμα τῆς μήτρης.
24. 如果任何妇女在怀孕时,臀部、头部、手部或身体其他任何部位的疼痛会消失,但在分娩后这些疼痛又出现,那么饮用香药并将香药贴敷在子宫口是有益的。
§2525. Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα κυήσιος ἕνεκεν, ὁκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν· μὴ ἀλειψάσθω δὲ μηδενί· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ὀθόνιον ἐπιθεῖσα πρῶτον· ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον· ἔπειτα πρωῒ ἀπολυσαμένη τὸν κεκρύφαλον μετὰ τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν· καὶ ἢν μὲν ὀζέσῃ, καλῶς ἔχει τῆς καθάρσιος· ἢν δὲ μὴ, κακῶς· ἄσιτος δὲ ταῦτα ποιείτω.
25. 当当你为了怀孕而治疗某位妇女时,当她似乎已经被净化,且子宫口处于良好状态时,让她沐浴并洗头;但不可涂抹任何东西;然后用一块洗净、无味的亚麻布包裹在她的头发周围,先敷上布,再用洗净或无任何气味的发网将布绑好;然后将用火(而非太阳)煮熟并软化后的香胶贴敷在子宫口,随后让她休息;接着在清晨取下发网和亚麻布,让她把自己的头顶给别人闻一闻;如果闻到了气味,说明净化状态良好;如果闻不到,说明净化状态不佳;且让她在空腹时做这些事。
Καὶ ἢν μὴ τεκνοῦσα ἦ, οὐδέποτε ὀζέσει,, οὔτε καθαιρομένη οὔτ’ ἄλλως· οὐδ’ ἢν κυέουσα προσθῇ, οὐδ’ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.
如果她是不孕的,无论是否经过净化,都绝不会闻到气味;如果她在怀孕时贴敷,也同样闻不到气味;但如果她频繁受孕、具有生育能力且身体健康,即使你不在净化后贴敷,她的头顶也会闻到气味,而其他情况则不会。

词汇与语法注释

  1. 15ἀποτάμνειν — 用作命令语气的独立不定式(命令不定式),在此对医生或接生者发出指示。
  2. 16Κυέουσαν γυναῖκα — 句首的宾格短语,作为后续条件从句 `ἢν μὴ ἄλλως γινώσκῃς`(如果你无法通过其他方式认出)的提前宾语(prolepsis),同时引入了整句话的主题。
  3. 17κοιλοιδιᾷ — 结合了 `κοῖλος`(凹陷)和 `οἰδέω`(肿胀)的复合动词。它描述了一种复杂的病理状态,即眼眶凹陷的同时,眼睑等周围组织出现浮肿。
  4. 25στόμαχος — 虽然在古典希腊语中该词通常指“胃”或“食道”,但在希波克拉底文集的妇科文献中,它指的是子宫颈(cervix uteri),与同章中的 `τὸ στόμα τῆς μήτρης` 同义。

引用这一段

希波克拉底, 论重孕 §15-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:15-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。