Humanitext Reader

希波克拉底 · 论溃疡 §18-22

侵蚀性溃疡断腱与烫伤的治疗配方

第 5 段,共 6 段 · 希腊语

内容简介

本章节介绍了针对侵蚀性溃疡、下肢陈旧溃疡、断腱、各种润肤药剂以及烫伤的具体配方、调制方法与治疗手段。

§1818. Πρὸς δὲ τὰς νόμας· στυπτηρίη, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι.
18. 针对侵蚀性溃疡:焙过的埃及明矾和梅洛斯明矾;但应先用焙过的碱清洗,再用海绵擦拭。
Καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή ὀπτᾶν δὲ ἕως ἂν φλογοειδὴς γένηται.
还有焙过的黄铁矿明矾;焙至其呈火焰色。
§1919. Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.
19. 针对生于胫骨部的陈旧溃疡,它们有些呈血色且发黑:将草木樨的花研碎,用蜂蜜调和,作贴膏使用。
§2020. Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ.
20. 针对切断的腱:将野生香桃木的根捣碎并过筛,用浆油调和后包扎。
Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.
还有五叶草(它是白色且有绒毛的,比黑五叶草长得离地更高),将它在奥リーブ油中研碎,包扎之,于第三日解开。
§2121. Μαλθακώδεα, τοῖσίδε χρὴ τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει·
21. 润肤药:应在冬季而非夏季使用这些药物。
φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει· σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου.
能使瘢痕美观的润肤药如下:研碎的绵枣儿内部粘液部分,或松木与新鲜猪脂,少许奥リーブ油,少许树脂,及白铅。
—Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον.
——还有鹅脂、新鲜猪脂、绵枣儿和少许奥リーブ油。
—Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν.
——尽可能白的蜜蜡、新鲜清洁的脂肪。
—Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον.
——或者绵枣儿、白奥リーブ油、少许树脂。
—Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι.
——蜜蜡、陈和新猪脂、奥リーブ油、绿青、绵枣儿、以及树脂;陈脂肪与新脂肪之比为二比一,其余成分视需要适量加入。
—Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον.
——将新鲜脂肪熔化,倾入另一小锅中,将研至极细且过筛的铅矿石混入,煎煮,起初加以搅拌,煎煮至滴在地上能凝固为止;然后移开火源,倾出除沉淀矿石以外的其余液体,投入树脂并搅拌,混入少许雪松油和之前倒出的部分。
Πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν.
在所有配入树脂的润肤药中,当将药物移开火源后,应在药尚温热时投入树脂并搅拌。
—Ἕτερον· στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία.
——另一种:陈猪脂、蜜蜡和奥リーブ油;干燥成分为荷木刨花、乳香、铅矿石,即乳香一份、铅矿石一份、刨花一份;陈脂肪为两份,蜜蜡为一份,奥リーブ油为一份。
—Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ.
——或者仅用陈猪脂,或与之同用尽可能不带膜的新鲜山羊脂,洗净并研细或剁碎,倒入奥リーブ油,并撒上铅及灰烬,以及半量荷木刨花。
—Ἕτερον· στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον.
——另一种:山羊脂、灰烬、蓝铜矿、奥リーブ油。
§2222. Περὶ πυρικαύστου· ἑψεῖν χοὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον.
22. 关于烫伤:应煎煮冬青栎的嫩根(取其皮最厚、最绿之处),将其剁碎,倒入白葡萄酒,用文火煎熬,直至达到适合作为软膏涂抹的粘稠度;用水煎煮也以同样的方法。
—Ἕτερον μὴ δάκνον· ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν.
——另一种无刺激性的:仅将陈猪脂熔化并涂抹,再将绵枣儿的根剖开敷在上面并包扎,次日进行热敷。
—Ἄλλο· τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν.
——另一种:将陈猪脂熔化,混入蜜蜡、奥リーブ油、乳香、荷木刨花及红土,涂抹后,将海芋叶在葡萄酒和奥リーブ油中煎煮,敷上并包扎。
—Ἕτερον· ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας.
——另一种:涂抹陈猪脂后,将金穗花根在葡萄酒中研磨并调匀后涂在其上。
—Ἕτερον· τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν.
——另一种:将陈猪脂熔化,与树脂及沥青混合,涂在亚麻布上,在火上烤温,敷上并包扎。

词汇与语法注释

  1. §19Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων — 主题属格(或关于属格),置于句首以引入后续配方所针对的病症。
  2. §20τὴν ποίην τὴν πεντάφυλλον ... ταύτην τρίψας — 前置宾语(prolepsis)的一种形式。宾语“τὴν ποίην”被置于句首,在插入解释性从句后,由指示代词“ταύτην”重新承接。主格分词“τρίψας”与命令式不定词的暗含主语(第二人称单数)一致。
  3. §21δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον — 比例表达法。前置词“πρός”接宾格,指示配方比例,意为“陈脂肪对于新脂肪为两份(比一份)”。
  4. §21καὶ τὸ ἀφῃρημένον — 指在前文步骤(倾出液体,留下沉淀矿石)中,预先倒入另一容器并“取出/预留”的脂肪液,在此步骤中需要重新混回。

引用这一段

希波克拉底, 论溃疡 §18-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:18-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。