§22. Τὸ δὲ νούσημα τοῦτο οὐδέν τί μοι δοκέει θειότερον εἶναι τῶν λοιπῶν, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ ἄλλα νουσήματα, καὶ πρόφασιν ὅθεν ἕκαστα γίνεται·
2. 在我看来,这种疾病绝不比其他疾病更具神圣性,而是具有与其他疾病相同的自然性质,以及每种疾病产生的起因。
φύσιν δὲ τοῦτο καὶ πρόφασιν ἀπὸ ταὐτοῦ τὸ θεῖον γίνεσθαι ἀφ’ ὅτου καὶ τἄλλα πάντα, καὶ ἰητὸν εἶναι, καὶ οὐδὲν ἧσσον ἑτέρων, ὅ τι ἂν μὴ ἤδη ὑπὸ χρόνου πολλοῦ καταβεβιασμένον ἔῃ, ὥστε ἤδη εἶναι ἰσχυρότερον τῶν φαρμάκων τῶν προσφερομένων.
这种疾病中的神圣部分,其自然性质和原因均源自与其他万物相同的源头。 它是可以医治的,并且绝不亚于其他疾病,除非它已经被长期的病程所战胜,以至于已经比所施加的药物更为强大。
Ἄρχεται δὲ ὥσπερ καὶ τἄλλα νουσήματα κατὰ γένος·
与其他疾病一样,它也是由于遗传而开始的。
εἰ γὰρ ἐκ φλεγματώδεος φλεγματώδης, καὶ ἐκ χολώδεος χολώδης γίνεται, καὶ ἐκ φθινώδεος φθινώδης, καὶ ἐκ σπληνώδεος σπληνώδης, τί κωλύει ὅτῳ πατὴρ καὶ μήτηρ εἴχετο, τούτῳ τῷ νοσήματι καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα;
因为如果粘液质的父母产生粘液质的后代,胆汁质的产生胆汁质的,肺结核的产生肺结核的,脾脏病的产生脾脏病的,那么当父亲或母亲患有这种疾病时,有什么能阻止他们的后代中也有人患上这种疾病呢?
ὡς ὁ γόνος ἔρχεται πάντοθεν τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός.
因为生殖物质来自身体的各个部位,健康的部位产生健康的物质,生病的部位产生生病的物质。
Ἕτερον δὲ μέγα τεκμήριον ὅτι οὐδὲν θειότερόν ἐστι τῶν λοιπῶν νουσημάτων· τοῖσι γὰρ φλεγματώδεσι φύσει γίνεται τοῖσι δὲ χολώδεσιν οὐ προσπίπτει·
另一个证明它绝不比其他疾病更具神圣性的重大证据是:这种病生来只发生在粘液质的人身上,而不会侵袭胆汁质的人。
καίτοι εἰ θειότερόν ἐστι τῶν ἄλλων, τοῖσιν ἅπασιν ὁμοίως ἔδει γίνεσθαι τὴν νοῦσον ταύτην, καὶ μὴ διακρίνειν μήτε χολώδεα μήτε φλεγματώδεα.
然而,如果它比其他疾病更神圣,这种病就应该同样地发生在所有人身上,而不应区分胆汁质或粘液质。
§33. Ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νουσημάτων τῶν μεγίστων·
3. 然而,大脑实则是这种病痛的原因,就像其他最重大的疾病一样。
ὁτέῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σαφέως.
至于它以何种方式、因何种原因产生,我将清晰地予以阐明。
Ὁ ἐγκέφαλος τοῦ ἀνθρώπου ἐστὶ διπλόος ὥσπερ καὶ τοῖσιν ἄλλοισι ζώοισιν ἅπασιν· τὸ δὲ μέσον αὐτοῦ διείργει μῆνιγξ λεπτή·
人的大脑如同其他所有动物一样是双叶的,中间由一层薄膜隔开。
διὸ οὐκ αἰεὶ κατὰ τωὐτὸ τῆς κεφαλὴς ἀλγέει, ἀλλ’ ἐν μέρει ἑκάτερον, ὁτὲ δὲ ἅπασαν.
因此,头痛并不总是发生在头部的同一部位,而是左右交替,有时则是整个头部疼痛。
Καὶ φλέβες δ’ ἐς αὐτὸν τείνουσιν ἐξ ἅπαντος τοῦ σώματος, πολλαὶ καὶ λεπταὶ, δύο δὲ παχεῖαι, ἡ μὲν ἀπὸ τοῦ ἥπατος, ἡ δὲ ἀπὸ τοῦ σπληνός.
此外,许多细小的血管从全身各处通向大脑,还有两条粗血管,一条来自肝脏,另一条来自脾脏。
Καὶ ἡ μὲν ἀπὸ τοῦ ἥπατος ὧδ’ ἔχει· τὸ μέν τι τῆς φλεβὸς κάτω τείνει διὰ τῶν ἐπὶ δεξιὰ παρ’ αὐτὸν τὸν νεφρὸν καὶ τὴν ψυὴν ἐς τὸ ἐντὸς τοῦ μηροῦ, καὶ καθήκει ἐς τὸν πόδα; καὶ καλέεται κοίλη φλέψ·
来自肝脏的血管情况如下:该血管的一部分向下方延伸,穿过右侧,沿着肾脏本身和腰肌进入大腿内侧,并向下直达足部,这被称为大静脉。
ἡ δὲ ἑτέρη ἄνω τείνει διὰ φρενῶν τῶν δεξιῶν καὶ τοῦ πλεύμονος· ἀπέσχισται δὲ καὶ ἐς τὴν καρδίην καὶ ἐς τὸν βραχίονα τὸν δεξιόν·
而另一部分则穿过右侧的横隔膜和肺部向上延伸;它也分枝通往心脏和右臂。
τὸ δὲ λοιπὸν ἄνω φέρει διὰ τῆς κληῖδος ἐς τὰ δεξιὰ τοῦ αὐχένος, ἐς αὐτὸ τὸ δέρμα, ὥστε κατάδηλός εἶναι·
其余部分则通过锁骨向上输送到颈部右侧,直到皮肤表面,因此清晰可见。
παρὰ δὲ τὸ οὖς κρύπτεται καὶ ἐνταῦθα σχίζεται, καὶ τὸ μὲν παχύτατον καὶ μέγιστον καὶ κοιλότατον ἐς τὸν ἐγκέφαλον τελευτᾷ, τὸ δὲ ἐς τὸ οὖς τὸ δεξιὸν φλέβιον λεπτὸν, τὸ δὲ ἐς τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸ δὲ ἐς τὸν μυκτῆρα.
在耳旁它隐蔽起来并在此处分叉,其中最粗、最大、最宽空的部分终止于大脑,而一条细小的血管通往右耳,另一条通往右眼,还有一条通往鼻孔。
Ἀπὸ μὲν τοῦ ἥπατος οὕτως ἔχει τῶν φλεβῶν.
来自肝脏的血管就是这样分布的。
Διατέταται δὲ καὶ ἀπὸ τοῦ σπληνὸς φλὲψ ἐς τὰ ἀριστερὰ καὶ κάτω καὶ ἄνω, ὥσπερ καὶ ἀπὸ τοῦ ἥπατος, λεπτοτέρη δὲ καὶ ἀσθενεστέρη.
而来自脾脏的血管也向左侧、下方和上方延伸,就像来自肝脏的血管一样,但它更细、更弱。