← ヒポクラテス

神聖病について

§2-3

病気の遺伝性と脳の役割および血管の構造

著者は「神聖病」が他の病気と同様に自然的・遺伝的要因に基づいていること、そしてその根本的な原因が脳にあることを指摘し、体内の血管の解剖学的構造を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

​2. Τὸ δὲ νούσημα τοῦτο οὐδέν τί μοι δοκέει θειότερον εἶναι τῶν λοιπῶν, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ ἄλλα νουσήματα, καὶ πρόφασιν ὅθεν ἕκαστα γίνεται· φύσιν δὲ τοῦτο καὶ πρόφασιν ἀπὸ ταὐτοῦ τὸ θεῖον γίνεσθαι ἀφ’ ὅτου καὶ τἄλλα πάντα,1 καὶ ἰητὸν εἶναι, καὶ οὐδὲν ἧσσον ἑτέρων, ὅ τι ἂν μὴ ἤδη ὑπὸ χρόνου πολλοῦ καταβεβιασμένον ἔῃ, ὥστε ἤδη εἶναι ἰσχυρότερον τῶν φαρμάκων τῶν προσφερομένων. Ἄρχεται δὲ ὥσπερ καὶ τἄλλα νουσήματα κατὰ γένος· εἰ γὰρ ἐκ φλεγματώδεος φλεγματώδης, καὶ ἐκ χολώδεος χολώδης γίνεται, καὶ ἐκ φθινώδεος φθινώδης, καὶ ἐκ σπληνώδεος σπληνώδης, τί κωλύει ὅτῳ πατὴρ καὶ μήτηρ εἴχετο, τούτῳ τῷ νοσήματι καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα;2 ὡς ὁ γόνος ἔρχεται πάντοθεν τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός. Ἕτερον δὲ μέγα τεκμήριον ὅτι οὐδὲν θειότερόν ἐστι τῶν λοιπῶν νουσημάτων· τοῖσι γὰρ φλεγματώδεσι φύσει γίνεται τοῖσι δὲ χολώδεσιν οὐ προσπίπτει· καίτοι εἰ θειότερόν ἐστι τῶν ἄλλων, τοῖσιν ἅπασιν ὁμοίως ἔδει γίνεσθαι τὴν νοῦσον ταύτην, καὶ μὴ διακρίνειν μήτε χολώδεα μήτε φλεγματώδεα.

​2. この病気は私には他の病気より少しも神的なものとは思われない。むしろ他の病気と同様に自然な性質を持ち、個々の病気が発生する原因がある。そして、この病気における神的な性質は、他のあらゆるものが生じるのと同じ源からその自然な性質と原因を得ている。また治療可能であり、すでに長い時間によって慢性化し、与えられる薬よりも強力になってしまっている場合は除き、他の病気と何ら劣ることはない。また、他の病気と同様に、これは遺伝に従って始まる。なぜなら、粘液質の親からは粘液質の子供が生まれ、胆汁質の親からは胆汁質の子供が生まれ、肺結核の親からは肺結核の子供が生まれ、脾臓疾患の親からは脾臓疾患の子供が生まれるとするなら、父や母がこの病気にかかっていた場合、その子供たちの誰かがこの病気にかかるのを何が妨げようか。それは、生殖物質が身体のあらゆる部分から来るのであり、健康な部分からは健康なものが、病んでいる部分からは病んでいるものが来るからである。この病気が他の病気より少しも神的なものではないという、もう一つの大きな証拠がある。すなわち、それは生まれつき粘液質の人々に起こるのであって、胆汁質の人々を襲うことはない。しかし、もしこの病気が他の病気よりも神的なものであるなら、この病気はすべての人に同様に起こるべきであり、胆汁質か粘液質かを区別すべきではないはずである。

§3

​3. Ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νουσημάτων τῶν μεγίστων· ὁτέῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σαφέως. Ὁ ἐγκέφαλος τοῦ ἀνθρώπου ἐστὶ διπλόος ὥσπερ καὶ τοῖσιν ἄλλοισι ζώοισιν ἅπασιν· τὸ δὲ μέσον αὐτοῦ διείργει μῆνιγξ λεπτή·3 διὸ οὐκ αἰεὶ κατὰ τωὐτὸ τῆς κεφαλὴς ἀλγέει, ἀλλ’ ἐν μέρει ἑκάτερον, ὁτὲ δὲ ἅπασαν. Καὶ φλέβες δ’ ἐς αὐτὸν τείνουσιν ἐξ ἅπαντος τοῦ σώματος, πολλαὶ καὶ λεπταὶ, δύο δὲ παχεῖαι, ἡ μὲν ἀπὸ τοῦ ἥπατος, ἡ δὲ ἀπὸ τοῦ σπληνός. Καὶ ἡ μὲν ἀπὸ τοῦ ἥπατος ὧδ’ ἔχει· τὸ μέν τι τῆς φλεβὸς κάτω τείνει διὰ τῶν ἐπὶ δεξιὰ παρ’ αὐτὸν τὸν νεφρὸν καὶ τὴν ψυὴν ἐς τὸ ἐντὸς τοῦ μηροῦ, καὶ καθήκει ἐς τὸν πόδα; καὶ καλέεται κοίλη φλέψ· ἡ δὲ ἑτέρη ἄνω τείνει διὰ φρενῶν τῶν δεξιῶν καὶ τοῦ πλεύμονος· ἀπέσχισται δὲ καὶ ἐς τὴν καρδίην καὶ ἐς τὸν βραχίονα τὸν δεξιόν· τὸ δὲ λοιπὸν ἄνω φέρει διὰ τῆς κληῖδος ἐς τὰ δεξιὰ τοῦ αὐχένος, ἐς αὐτὸ τὸ δέρμα, ὥστε κατάδηλός εἶναι· παρὰ δὲ τὸ οὖς κρύπτεται καὶ ἐνταῦθα σχίζεται, καὶ τὸ μὲν παχύτατον καὶ μέγιστον καὶ κοιλότατον ἐς τὸν ἐγκέφαλον τελευτᾷ, τὸ δὲ ἐς τὸ οὖς τὸ δεξιὸν φλέβιον λεπτὸν, τὸ δὲ ἐς τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸ δὲ ἐς τὸν μυκτῆρα. Ἀπὸ μὲν τοῦ ἥπατος οὕτως ἔχει τῶν φλεβῶν. Διατέταται δὲ καὶ ἀπὸ τοῦ σπληνὸς φλὲψ ἐς τὰ ἀριστερὰ καὶ κάτω καὶ ἄνω, ὥσπερ καὶ ἀπὸ τοῦ ἥπατος, λεπτοτέρη δὲ καὶ ἀσθενεστέρη.

​3. しかし実のところ、この病苦の原因は脳であり、それは他の最も重大な病気の場合と同様である。これがどのような方法で、どのような原因から生じるのか、私は明確に説明しよう。人間の脳は他のすべての動物と同様に二重になっており、その中間を薄い膜が隔てている。そのため、頭痛は常に頭の同じ場所で起こるのではなく、左右それぞれ交互に、あるいは時には頭全体に起こるのである。また、身体のあらゆる部分から多くの細い血管が脳へと伸びており、太い血管も二本伸びている。一本は肝臓から、もう一本は脾臓からである。肝臓からの血管は次のようになっている。その血管の一部は、右側を通り、腎臓そのものと腰筋に沿って下へと伸び、太ももの内側を通って足に達している。これは大静脈と呼ばれる。もう一方は、右の横隔膜と肺を通って上へと伸びている。またそれは心臓と右腕へも枝分かれしている。残りの部分は、鎖骨を通って首の右側、皮膚のすぐ下へと上っていき、そのためはっきりと目に見える。耳のそばで隠れ、そこでさらに枝分かれする。最も太く、最も大きく、最も中空の部分は脳に終着し、細い血管の一方は右耳に、もう一方は右目に、もう一方は鼻孔に達している。肝臓からの血管の配置はこのようになっている。そして脾臓からも血管が、肝臓からのものと同様に、左側、下方、および上方へと伸びているが、より細く、より弱い。

構文注3 件
  1. 2φύσιν δὲ τοῦτο καὶ πρόφασιν ἀπὸ ταὐτοῦ τὸ θεῖον γίνεσθαι ἀφ’ ὅτου καὶ τἄλλα πάντα

    ここでは τὸ θεῖον(神的なもの)が不定詞 γίνεσθαι の意味上の主語となっている。φύσιν と πρόφασιν は「性質(自然)」と「原因」を意味する対格で、限定の対格または不定詞の補語として機能し、「この病気における神的な性質は、その自然な性質と原因を、他のあらゆるものが生じるのと同じ源から得る」という構文をなす。

  2. 2ὅτῳ πατὴρ καὶ μήτηρ εἴχετο, τούτῳ τῷ νοσήματι καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα

    関係節の ὅτῳ は所持の与格、あるいは受動表現 εἴχετο(「かかられていた」)の行為者の与格(または手段の与格)。τούτῳ τῷ νοσήματι は、中動・受動の不定詞 ἔχεσθαι(「取り憑かれる」「罹る」)が与格を支配している例であり、「子孫の誰かがこの病気に罹る」という意味を形成する。

  3. 3τὸ δὲ μέσον αὐτοῦ διείργει μῆνιγξ λεπτή

    語順が倒置されているが、μῆνιγξ λεπτή(薄い膜)が主語であり、τὸ μέσον αὐτοῦ(それの中間部分、すなわち脳の左右の間)が他動詞 διείργει(隔てる)の直接目的語である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:2-3