§1## ΠΕΡΙ ΦΥΣΩΝ.
1. Εἰσί τινες τῶν τεχνέων, αἳ τοῖσι μὲν κεκτημένοισίν εἰσιν ἐπίπονοι, τοῖσι δὲ χρεομένοισιν ὀνηισταὶ, καὶ τοῖσι μὲν ἰδιώτῃσι ξυνὸν ἀγαθὸν, τοῖσι δὲ μεταχειριζομένοισι σφᾶς λυπηραί.
## 论风 1. 有些技术,对拥有它们的人来说是痛苦的,但对使用它们的人来说却是极有益的;对门外汉来说它们是公共的福祉,但对从事它们的人来说却带来痛苦。
Τῶν δὴ τοιουτέων ἐστὶ τεχνέων, καὶ ἣν οἱ Ἕλληνες καλέουσιν ἰητρικήν·
在这些技术中,就有希腊人所称的医学。
ὁ μὲν γὰρ ἰητρὸς ὁρῇ τε δεινὰ, θιγγάνει τε ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας· οἱ δὲ νοσέοντες ἀπαλλάσσονται τῶν μεγίστων κακῶν διὰ τὴν τέχνην, νούσων, πόνων, λύπης, θανάτου·
因为医生目睹可怕之事,接触不快之物,并从他人的不幸中收获自己的痛苦;而病人则通过这门技术得以摆脱最大的祸害——疾病、痛苦、忧伤和死亡。
πᾶσι γὰρ τουτέοισιν ἄντικρυς ἰητρικὴ εὑρίσκεται ἀκεστορίς.
因为针对所有这些,医学显然被发现是直接的治疗手段。
Ταύτης δὲ τῆς τέχνης τὰ μὲν φλαῦρα χαλεπὸν γνῶναι, τὰ δὲ σπουδαῖα ῥηΐδιον· καὶ τὰ μὲν φλαῦρα τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι, καὶ οὐ τοῖσιν ἰδιώτῃσιν· οὐ γὰρ σώματος, ἀλλὰ γνώμης ἐστὶν ἔργα.
在这门技术中,低劣的部分难以辨识,而优秀的部分则容易辨识;且低劣的部分只有医生才能知晓,而门外汉无法知晓,因为它们不是身体的工作,而是心灵的工作。
Ὅσα μὲν γὰρ χειρουργῆσαι δεῖ, χρὴ ξυνεθισθῆναι· τὸ γὰρ ἔθος τῇσι χερσὶ κάλλιστον διδασκάλιον γίνεται·
因为凡是需要动手操作的地方,就必须习惯之;因为习惯成为手最优秀的老师。
περὶ δὲ τῶν ἀφανεστάτων καὶ χαλεπωτάτων νουσημάτων δόξῃ μᾶλλον ἢ τέχνῃ κρίνεται· διαφέρει δὲ ἐν αὐτέοισι πλεῖστον ἡ πείρη τῆς ἀπειρίης.
但关于最不明显且最困难的疾病,则更多是通过推测而非通过技术来判断;在这些疾病中,有经验与无经验的差别最大。
Ἓν δὲ δή τι τῶν τοιουτέων ἐστὶ τόδε, τί ποτε τὸ αἴτιόν ἐστι τῶν νούσων, καὶ τίς ἀρχὴ καὶ πηγὴ γίνεται τῶν ἐν τῷ σώματι κακῶν;
在这些问题中,有这样一个问题:究竟什么是疾病的原因,以及身体中灾祸的开端和源头是什么?
εἰ γάρ τις εἰδείη τὴν αἰτίην τοῦ νοσήματος, οἷός τ’ ἂν εἴη προσφέρειν τὰ ξυμφέροντα τῷ σώματι, ἐκ τῶν ἐναντίων ἐπιστάμενος τὰ βοηθήματα.
因为如果有人知道疾病的原因,他就能够向身体提供有益之物,懂得从相反的事物中寻求治疗方法。
Αὕτη γὰρ ἡ ἰητρικὴ μάλιστα κατὰ φύσιν ἐστίν·
因为这种医学最符合自然。
αὐτίκα γὰρ λιμὸς νοῦσός ἐστιν· ὅ τι γὰρ ἂν λυπέῃ τὸν ἄνθρωπον, τοῦτο καλέεται νοῦσος·
例如,饥饿是一种疾病,因为凡是使人痛苦的,都被称为疾病。
τί οὖν λιμοῦ φάρμακον;
那么,饥饿的药是什么?
ὃ παύει λιμόν· τοῦτο δ’ ἐστὶ βρῶσις· τούτῳ ἄρα ἐκεῖνο ἰητέον.
是停止饥饿的东西,这就是饮食;因此,必须用后者来治疗前者。
Αὖθις αὖ δίψαν ἔπαυσε πόσις· πάλιν αὖ πλησμονὴν ἰῆται κένωσις· κένωσιν δὲ πλησμονή· πόνον δὲ ἀπονίη· ἀπονίην δὲ πόνος.
同样,饮水停止口渴;排空治疗过饱,过饱治疗排空;安逸治疗劳累,劳累治疗安逸。
Ἑνὶ δὲ συντόμῳ λόγῳ, τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰήματα·
简而言之,相反者乃相反者之疗法。
ἰητρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, ἀφαίρεσις μὲν τῶν ὑπερβαλλόντων, πρόσθεσις δὲ τῶν ἐλλειπόντων·
因为医学就是添加与减少,减少过剩者,添加不足者。
ὁ δὲ τοῦτ’ ἄριστα ποιέων ἄριστος ἰητρός· ὁ δὲ τουτέου πλεῖστον ἀπηλλαγμένος πλεῖστον ἀπήλλακται καὶ τῆς τέχνης.
最完美地做到这一点的人就是最好的医生;而离此最远的人,也就是离这门技术最远的人。
Τὰ μὲν οὖν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἴρηται.
因此,这些话是作为即将进行的论述的引言而说的。
§22. Τῶν δὲ δὴ νούσων ἁπασέων ὁ μὲν τρόπος ὁ αὐτὸς, ὁ δὲ τόπος διαφέρει·
2. 在所有的疾病中,其方式都是相同的,只是部位不同。
δοκέει μὲν οὖν τὰ νουσήματα οὐδὲν ἀλλήλοισιν ἐοικέναι διὰ τὴν ἀλλοιότητα καὶ ἀνομοιότητα τῶν τόπων.
因此,由于部位的变异和不同,疾病看起来似乎毫无相似之处。
Ἔστι δὲ μία ἁπασέων νούσων καὶ ἰδέη καὶ αἰτίη ἡ αὐτή·
然而,所有疾病的形态和原因都是同一且唯一的。
ταύτην δὲ, ἥ τις ἐστὶ, διὰ τοῦ μέλλοντος λόγου φράσαι πειρήσομαι.
这究竟是什么,我将尝试在接下来的论述中予以说明。
§33. Τὰ γὰρ σώματα τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ὑπὸ τρισσέων τροφῶν τρέφεται·
3. 因为人类和其他动物的身体是由三种营养物来滋养的。
ἔστι δὲ τῇσι τροφῇσι ταύτῃσι ταῦτα τὰ οὐνόματα, σῖτα, ποτὰ, πνεύματα.
而这些营养物有这些名称:食物、饮料和气。
Πνεύματα δὲ τὰ μὲν ἐν τοῖσι σώμασι φῦσαι καλέονται, τὰ δὲ ἔξω τῶν σωμάτων ἀήρ.
在气之中,身体内部的被称为体内气,而身体外部的被称为空气。
Οὗτος δὲ μέγιστος ἐν τοῖσι πᾶσι τῶν πάντων δυνάστης ἐστίν· ἄξιον δὲ αὐτοῦ θεήσασθαι τὴν δύναμιν.
这空气是万物中最大的主宰,值得我们去观察它的力量。
Ἄνεμος γάρ ἐστιν ἠέρος ῥεῦμα καὶ χεῦμα·
因为风是空气的流动和倾泻。
ὅταν οὖν πολὺς ἀὴρ ἰσχυρὸν τὸ ῥεῦμα ποιήσῃ, τά τε δένδρεα ἀνασπαστὰ πρόῤῥιζα γίνεται διὰ τὴν βίην τοῦ πνεύματος, τό τε πέλαγος κυμαίνεται, ὁλκάδες τε ἄπειροι τῷ μεγέθει ἐς ὕψος διαῤῥιπτεῦνται.
因此,当大量的空气形成强烈的流动时,树木会因气的力量而被连根拔起,大海会波涛涌动,无限巨大的商船会被抛向高空。
Τοιαύτην μὲν οὖν ἐν τουτέοισιν ἔχει δύναμιν· ἀλλὰ μήν ἐστί γε τῇ μὲν ὄψει ἀφανὴς, τῷ δὲ λογισμῷ φανερός·
它在这些事物中具有如此的力量;然而它对视觉是隐形的,对理性却是显而易见的。
τί γὰρ ἄνευ τουτέου γένοιτο ἄν;
因为没有它,什么能够发生?
ἢ τίνος οὗτος ἄπεστιν;
或者它缺席于什么?
ἢ τίνι οὐ ξυμπάρεστιν;
或者它不与什么同在?
ἅπαν γὰρ τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ πνεύματος ἔμπλεον ἐστιν.
因为天地之间的所有空间都充满了气。
Τοῦτο καὶ χειμῶνος καὶ θέρεος αἴτιον, ἐν μὲν τῷ χειμῶνι πυκνὸν καὶ ψυχρὸν γινόμενον, ἐν δὲ τῷ θέρει πρηῢ καὶ γαληνόν.
这也是冬夏的原因,在冬天它变得浓密而寒冷,在夏天则温和而平静。
Ἀλλὰ μὴν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων ὁδὸς διὰ τοῦ πνεύματός ἐστιν· τῷ γὰρ πυρὶ τὸ πνεῦμα τροφή· τοῦ δὲ πνεύματος τὸ πῦρ στερηθὲν οὐκ ἂν δύναιτο ζῇν· ὥστε καὶ τὸν τοῦ ἡλίου δρόμον ἀένναον ὁ ἀὴρ ἀένναος καὶ λεπτὸς ἐὼν παρέχεται.
此外,太阳、月亮和星辰的运行也是通过气进行的;因为气是火的食物,而火若失去气就无法存活;因此,空气因其恒常而稀薄,也提供了太阳的恒常运行。
Ἀλλὰ μὴν ὅτι καὶ τὸ πέλαγος μετέχει πνεύματος, φανερόν· οὐ γὰρ ἄν ποτε τὰ πλωτὰ ζῶα ζῇν ἠδύνατο, μὴ μετέχοντα πνεύματος· μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος, κἀκ τοῦ ὕδατος ἕλκοντα τὸν ἠέρα;
此外,大海也参与了气,这是显而易见的;因为如果水生动物不参与气,它们就绝不能存活;而它们若不通过水,并从水中吸取空气,又怎能参与其中呢?
καὶ μὴν ἥ τε γῆ τουτέου βάθρον, οὗτός τε τῆς γῆς ὄχημα, κενεόν τε οὐδέν ἐστιν τούτου.
而且,大地是它的基座,它又是大地的载体,没有任何空间是缺少它的。