§1313. Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται·
13. 因此,水肿的原因已经阐明;而卒中本身也是由于气体产生的。
αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας· ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος·
因为当寒冷且大量的气体渗入并吹胀肌肉时,身体的这些部分就会变得失去知觉。
ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται· ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος·
因此,如果大量的气体在全身游走,整个人就会完全卒中;如果只在某一部分,那就是这一部分卒中。
καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει·
如果这些气体散去,疾病就会痊愈;但如果它们残留,疾病就会持续。
ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.
而这些情况确实如此的证据,是他们会不断打哈欠。
§1414. Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον·
14. 在在我看来,所谓“圣病”也是由这个原因引起的。
οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐτέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι.
我将尝试用说服我自己的那些论证,来同样说服我的听众。
Ἡγεῦμαι δὲ ἔμπροσθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνησιν, ἢ τὸ αἷμα·
首先,我认为在体内的所有东西中,没有比血液更能促进智慧的了。
τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρόνησις.
当血液保持在稳定的状态时,智慧也会保持不变;而当血液发生改变时,智慧也会随之转变。
Ὅτι δὲ ταῦθ’ ὧδ’ ἔχει, πολλὰ τὰ μαρτυρέοντα·
至于这些情况确实如此,有许多证据可以证实。
πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν εἰρημένοισιν·
首先,所有动物所共有的睡眠,就为已述的观点提供了证据。
ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν·
因为当睡眠降临到身体时,血液便会变冷,因为睡眠在本性上就具有冷却的作用。
ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι·
当血液变冷时,通道中的流动就会变得更加迟缓。
δῆλον δέ· ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται.
这是显而易见的:因为身体会下沉并变重(因为所有重物在本性上都会向底部运动),双眼闭合,智慧发生改变,而其他一些观念逗留其中,这些正是被称为“梦”的东西。
Πάλιν ἐν τῇσι μέθῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν.
此外,在醉酒中,由于血液突然增多,灵魂以及灵魂中的想法随之改变,人们便忘记了眼前的痛苦,而对未来的美好充满希望。
Ἔχοιμι δ’ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλλαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν.
我还可以列举许多类似的例子,在这些例子中,血液的改变使智慧发生改变。
Ἢν μὲν οὖν παντελῶς ἅπαν ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται· τὰ γὰρ μαθήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστίν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις.
因此,如果血液完全被扰乱,智慧就会彻底丧失;因为学习和认知识别都是习惯;因此,当我们脱离惯常的习惯时,我们的智慧就会丧失。
Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι· ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ τὰς φλέβας·
我认为圣病是这样产生的:当大量的气在全身与所有的血液混合时,血管的许多地方就会产生许多阻塞。
ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι·
因此,当大量的空气涌入粗大且多血的血管,并停留在那里时,血液的通过就会受到阻碍。
τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς ὃιεξέρχεται, τῇ δὲ θᾶσσον·
于是,血液在有的地方停滞,在有的地方缓慢通过,在有的地方则较快通过。
ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες·
当血液穿过身体的运动变得不均匀时,就会产生各种各样的不均匀状态。
πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος, διαστροφαί τε παντοῖαι παντοίως γίνονται·
因为全身从四面八方被牵引,身体的各个部分随着血液的骚乱和动荡而剧烈震颤,各种各样的变形以各种方式产生。
κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυφλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους·
在这个时候,他们对一切事物都失去知觉,听不见别人的说话,看不见发生的事情,对痛苦也没有感觉。
οὕτως ὁ ἀὴρ ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε.
空气就是这样被扰乱后,又扰乱并污染了血液。
Καὶ ἀφροὶ διὰ τοῦ στόματος ἀνατρέχουσιν εἰκότως·
泡沫从口中涌出也是理所当然的。
διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύνων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ’ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος·
因为空气渗入颈静脉,其自身上升,并随之带起血液中最稀薄的部分。
τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται· διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί.
这种液体与空气混合后变白;因为纯净的空气透过薄膜显露出来;因此,所有的泡沫都显得发白。
Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόντος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω.
那么,遭受这种疾病侵害的人何时能从该病和眼前的暴风雨中解脱出来,我将予以说明。
Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα·
当身体因痛苦挣扎而得到锻炼并变热时,血液也随之变热。
τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας· αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵματος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος·
变热的血液彻底加热了气体;这些气体被彻底加热后便消散,并融解了血液的凝结,其中一部分随呼吸一同排出,另一部分则随粘液一同排出。
ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα.
当泡沫停止沸腾,血液沉淀下来,身体恢复平静时,疾病就停止了。
§1515. Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι· τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι.
15. 因此,气体似乎在所有疾病中都起着最活跃的作用;而所有其他事物不过是协同原因和间接原因,只有这个才被我证实是疾病的真正原因。
Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων·
我曾承诺要说明疾病的原因,并且我已经证明了气无论在其他事物中还是在动物体内都起着主导作用。
ἤγαγον δὲ τὸν λόγον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη·
我将论证引导到那些广为人知的疾病上,在这些疾病中,假设显得是真实的。
εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.
因为如果我谈论所有的疾病,论证确实会变得更长,但绝不会更准确,也不会更令人信服。