§99. Τὰ μὲν οὖν κατὰ τὰς ἄλλας τέχνας ἄλλος χρόνος μετ’ ἄλλου λόγου δείξει· τὰ δὲ κατὰ τὴν ἰητρικὴν, οἷά τέ ἐστιν, ὥς τε κριτέα, τὰ μὲν ὁ παροιχόμενος, τὰ δὲ ὁ παρεὼν διδάξει λόγος.
9. 至于其他技术的事项,另一个时间将伴随另一个论点来展现;而至于医学的事项,它们是什么样的,以及该如何判断,一部分由过去的论说教导,另一部分则由现在的论说来教导。
Ἐστὶ γὰρ τοῖσι ταύτην τὴν τέχνην ἱκανῶς εἰδόσι τὰ μὲν τῶν νοσημάτων οὐκ ἐν δυσόπτῳ κείμενα καὶ οὐ πολλὰ, τὰ δ’ οὐκ ἐν εὐδήλῳ καὶ πολλά ἐστι·
因为对于充分了解这门技术的人来说,有些疾病并不处于难以看清的地方,且数量不多,而另一些疾病则不处于显而易见的地方,且数量众多。
τὰ μὲν γὰρ πρὸς τὰ ἐντὸς τετραμμένα ἐν δυσόπτῳ, τὰ δ’ ἐξανθεῦντα ἐς τὴν χροιὴν ἢ χροιῇ ἢ οἰδήμασιν ἐν εὐδήλῳ·
因为那些朝向内部的疾病难以看清,而那些发疹于皮肤表面的疾病,或因颜色、或因肿胀而处于显而易见的地方。
παρέχει γὰρ ἑωυτῶν τῇ τε ὄψει τῷ τε ψαῦσαι τῆς στερεότητος καὶ τῆς ὑγρότητος αἰσθάνεσθαι, καὶ ἅ τε αὐτῶν θερμὰ, ἅ τε ψυχρὰ, ὧν τε ἑκάστου ἢ παρουσίῃ ἢ ἀπουσίῃ τοιαῦτά ἐστιν.
因为它们通过视觉和触摸,允许人们感知它们的硬度与湿度,以及它们中哪些是热的,哪些是冷的,并感知由于它们中每一个的呈现或推移而处于何种状态。
Τῶν μὲν δὴ τοιούτων πάντων ἐν ἅπασι τὰς ἀκέσιας ἀναμαρτήτους δεῖ εἶναι, οὐχ ὡς ῥηϊδίας, ἀλλ’ ὅτι ἐξεύρηνται·
因此,在所有这些情况下,治疗必须是无误的,这并非因为它们容易,而是因为它们已被发现。
ἐξεύρηνταί γε μὴν οὐ τοῖσι βουληθεῖσιν, ἀλλὰ τουτέων τοῖσι δυνηθεῖσι·
然而,发现这些的并不是那些仅仅心怀意愿的人,而是他们中那些有能力的人。
δύνανται δὲ, οἷσι τά τε τῆς παιδείης μὴ ἐκποδὼν, τά τε τῆς φύσιος μὴ ταλαίπωρα.
而那些有能力的人,是教育之事不成为其障碍、且天赋不贫弱的人。
§1010. Πρὸς μὲν οὖν τὰ φανερὰ τῶν νοσημάτων οὕτω δεῖ εὐπορέειν τὴν τέχνην· δεῖ γε μὴν αὐτὴν μηδὲ πρὸς τὰ ἧσσον φανερὰ ἀπορέειν·
10. 因此,对于显而易见的疾病,技术必须如此应对自如;然而,它对于那些不那么显而易见的疾病,也绝不能束手无策。
ἐστὶ δὲ ταῦτα, ἃ πρός τε τὰ ὀστέα τέτραπται καὶ τὴν νηδύν·
而这些疾病,是朝向骨骼和体腔的。
ἔχει δὲ τὸ σῶμα οὐ μίαν, ἀλλὰ πλείους·
因为身体不仅有一个,而是有多个体腔。
δύο μὲν γὰρ αἱ τὸν σῖτον δεχόμεναί τε καὶ ἀφιεῖσαι, ἄλλαι δὲ τουτέων πλείους, ἃς ἴσασιν, οἷσι τουτέων ἐμέλησεν·
因为有两个是接收并排出食物的,还有其他比这更多的体腔,那些关心这些事的人知道它们。
ὅσα γὰρ τῶν μελέων ἔχει σάρκα περιφερέα, ἣν μῦν καλέουσι, πάντα νηδὺν ἔχει, Πᾶν γὰρ τὸ ἀσύμφυτον, ἤν τε δέρματι, ἤν τε σαρκὶ καλύπτηται, κοῖλόν ἐστιν·
因为凡是拥有被称为肌肉的圆形血肉的肢体,都拥有体腔。 因为凡是未合拢的部分,无论是被皮肤还是被血肉所覆盖,都是中空的。
πληροῦταί τε ὑγιαῖνον μὲν πνεύματος, ἀσθενῆσαν δὲ ἰχῶρος·
健康时它充满着普纽玛,而生病时则充满着液汁。
ἔχουσι μὲν τοίνυν οἱ βραχίονες σάρκα· τοιαύτην· ἔχουσι δ’ οἱ μηροί· ἔχουσι δ’ αἱ κνῆμαι.
因此,手臂拥有这样的血肉,大腿也有,小腿也有。
Ἔτι δὲ καὶ ἐν τοῖσιν ἀσάρκοισι τοιαύτη ἔνεστιν, οἵη καὶ ἐν τοῖσιν εὐσάρκοισιν εἶναι δέδεικται·
此外,即使在没有血肉的部位,也存在着如前所述在多肉部位中被证实的空腔。
ὅ τε γὰρ θώρηξ καλεόμενος, ἐν ᾧ τὸ ἧπαρ στεγάζεται, ὅ τε τῆς κεφαλῆς κύκλος, ἐν ᾧ ὁ ἐγκέφαλος, τό τε νῶτον, πρὸς ὃ ὁ πλεύμων, τούτων οὐδὲν ὅ τι οὐ καὶ αὐτὸ κενόν ἐστι, πολλῶν διαφυσίων μεστὸν, ᾗσιν οὐδὲν ἀπέχει πολλῶν ἀγγεῖα εἶναι τῶν μέν τι βλαπτόντων τὸν κεκτημένον, τῶν δὲ καὶ ὠφελεύντων.
因为所谓的胸腔(肝脏庇护于其中)、头部的圆周(脑处于其中)、以及背部(肺所贴靠之处),这些地方没有一个其自身不是中空的,它们充满了许多隔壁空隙,这与作为容纳许多事物的容器毫无二致,其中一些伤害其拥有者,另一些甚至带来益处。
Ἔτι δὲ καὶ πρὸς τουτέοισι φλέβες πολλαὶ, καὶ νεῦρα οὐκ ἐν τῇ σαρκὶ μετέωρα, ἀλλὰ πρὸς τοῖς ὀστέοισι προστεταμένα, σύνδεσμος ἔς τι των ἄρθρων, καὶ αὐτὰ τὰ ἄρθρα, ἐν οἷσιν αἱ ξυμβολαὶ τῶν κινεομένων ὀστέων ἐγκυκλέονται, καὶ τούτων οὐδὲν, ὅ τι οὐχ ὑπόφορόν ἐστι καὶ ἔχον περὶ αὐτὸ θαλάμας, ἃς καταγγέλλει ἰχὼρ, ὃς ἐκ διοιγομένων αὐτέων πολύς τε καὶ πολλὰ λυπήσας ἐξέρχεται.
此外,除这些之外,还有许多血管,以及并非悬浮于血肉中、而是紧贴骨骼延伸的腱,某些关节的联结部,以及关节本身(在其中移动骨骼的接合部进行旋转),在这些之中,没有一个不是在下方凹陷且在周围拥有腔室的,这些腔室被液汁所宣告,当它们被切开时,液汁便大量流出并带来诸多痛苦。