Humanitext Reader

希波克拉底 · 论医术 §11

隐秘疾病的理性推论与治疗延迟的归责

第 5 段,共 6 段 · 希腊语

内容简介

作者阐明,对于不可见的疾病,医生必须凭借推论(理智的视觉)进行探求,而治疗延迟的原因不在于技术,而在于身体的密闭性以及病人自身的怠慢,并强调医术与其它手艺一样,应更看重准确性而非速度。

§1111. Οὐ γὰρ δὴ ὀφθαλμοῖσί γε ἰδόντι τούτων τῶν εἰρημένων οὐδενὶ οὐδέν ἐστιν εἰδέναι· διὸ καὶ ἄδηλα ἐμοί τε ὠνόμασται καὶ τῇ τέχνῃ κέκριται εἶναι, οὐ μὴν ὅτι ἄδηλα, κεκράτηκεν, ἀλλ’ ᾗ δυνατὸν, κεκράτηται·
11. 因为确实,仅凭眼睛观看,任何人都不可能了解上述提及的任何事物;因此,它们被我命名为“不可见的”,并被技术判定为如此。 然而,并不是因为它们是不可见的,它们便占了上风,而是在可能的范围内,它们已被克服。
δυνατὸν δὲ, ὅσον αἵ τε τῶν νοσεόντων φύσιες ἐς τὸ σκεφθῆναι παρέχουσιν, αἵ τε τῶν ἐρευνησόντων ἐς τὴν ἔρευναν πεφύκασιν.
而这是可能的,只要病人的天性提供了可供考察的余地,且探求者的天性生来适合于探求。
Μετὰ πλείονος μὲν γὰρ πόνου καὶ οὐ μετ’ ἐλάσσονος χρόνου, ἢ εἰ τοῖσιν ὀφθαλμοῖσιν ἑώρατο, γινώσκεται· ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῇ τῆς γνώμης ὄψει κεκράτηται·
因为与用眼睛看见的情况相比,这是在付出更多劳力且不少于时间的情况下被认识的;因为凡是逃过眼睛视觉的事物,都会被理智的视觉所克服。
καὶ ὅσα δὲ ἐν τῷ μὴ ταχὺ ὀφθῆναι οἱ νοσέοντες πάσχουσιν, οὐχ οἱ θεραπεύοντες αὐτοὺς αἴτιοι, ἀλλ’ ἡ φύσις ἥ τε τοῦ νοσέοντος, ἥ τε τοῦ νοσήματος·
至于病人因未能迅速被发现而遭受的痛苦,其原因不在于治疗他们的人,而在于病人的天性和疾病的天性。
ὁ μὲν γὰρ, ἐπεὶ οὐκ ἦν αὐτέῳ ὄψει ἰδεῖν τὸ μοχθέον, οὐδ’ ἀκοῇ πυθέσθαι, λογισμῷ μετῄει.
因为医生既不能用视觉看到受苦的部位,也不能用听觉去获知,所以他通过推论来追寻。
Καὶ γὰρ δὴ καὶ ἃ πειρῶνται οἱ τὰ ἀφανέα νοσέοντες ἀπαγγέλλειν περὶ τῶν νοσημάτων τοῖσι θεραπεύουσιν, δοξάζοντες μᾶλλον ἢ εἰδότες ἀπαγγέλλουσιν· εἰ γὰρ ἠπίσταντο, οὐκ ἂν περιέπιπτον αὐτοῖσιν·
事实上,即使那些患有不可见疾病的人试图向治疗他们的人报告其病情,他们也是凭着推测而非确知来报告的;因为他们如果知道,就不会落入这些疾病之中了。
τῆς γὰρ αὐτῆς ξυνέσιός ἐστιν, ἧσπερ τὸ εἰδέναι τῶν νούσων τὰ αἴτια, καὶ τὸ θεραπεύειν αὐτὰς ἐπίστασθαι πάσῃσι τῇσί θεραπείῃσιν, αἳ κωλύουσι τὰ νουσήματα μεγαλύνεσθαι.
因为了解疾病的原因,与懂得用一切阻止疾病扩大的疗法来治疗疾病,属于同一种理解力。
Ὅτε οὖν οὐδὲ ἐκ τῶν ἀπαγγελλομένων ἐστὶ τὴν ἀναμάρτητον σαφηνίην ἀκοῦσαι, προσοπτέον τι καὶ ἄλλο τῷ θεραπεύοντι·
因此,当甚至从报告的事物中也无法听到无误的明确性时,治疗者就必须把目光投向其他地方。
ταύτης οὖν τῆς βραδυτῆτος οὐχ ἡ τέχνη, ἀλλ’ ἡ φύσις αἰτίη ἡ τῶν σωμάτων· ἡ μὲν γὰρ αἰσθανομένη ἀξιοῖ θεραπεύειν σκοποῦσα ὅπως μὴ τόλμῃ μᾶλλον ἢ γνώμῃ, καὶ ῥᾳστώνῃ μᾶλλον ἢ βίῃ θεραπεύῃ· ἡ δ’ ἢν μὲν ἀρκέσῃ πρὸς τὸ ὀφθῆναι, ἐξαρκέσει καὶ πρὸς τὸ ἰαθῆναι·
所以,这种延迟的原因不在于技术,而在于身体的天性;因为前者在认识的基础上,力求进行治疗,并留意使治疗凭着判断而非凭借大胆、凭着温和而非凭借强力;而后者,如果能维持到被看清,也就足以被治愈。
ἢν δ’ ἐν ᾧ τοῦτο ὁρᾶται, κρατηθῇ διὰ τὸ βραδέως αὐτὸν ἐπὶ τὸν θεραπεύσοντα ἐλθεῖν, ἢ διὰ τὸ τοῦ νοσήματος τάχος, οἰχήσεται.
但是,如果在观察这病的时候,由于患者来到治疗者那里的速度迟缓,或者由于疾病的发展迅速,身体被击败,它就将消逝。
Ἐξ ἴσου μὲν γὰρ ὁρμώμενον τῇ θεραπείῃ οὐκ ἔστι θᾶσσον, προλαβὸν δὲ θᾶσσον, προλαμβάνει δὲ διά τε τὴν τῶν σωμάτων στεγνότητα, ἐν ᾗ οὐκ ἐν εὐόπτῳ οἰκέουσιν αἱ νοῦσοι, διά τε τὴν τῶν καμνόντων ὀλιγωρίην· ἐπεὶ ἔοικε· οὐ λαμβανόμενοι γὰρ, ἀλλ’ εἰλημμένοι ὑπὸ τῶν νοσημάτων ἐθέλουσι θεραπεύεσθαι.
因为若与治疗同时出发,疾病不会更快,但若抢占先机,它就会更快。 而它之所以抢占先机,是因为身体的致密性——在其中疾病并不居住在显而易见的地方——以及病人们的怠慢;这确实是显而易见的,因为他们不是在正被疾病侵袭时,而是在已经被疾病完全捕获后,才希望得到治疗。
Ἐπεὶ τῆς γε τέχνης τὴν δύναμιν, ὁκόταν τινὰ τῶν τὰ ἄδηλα νοσεύντων ἀναστήσῃ, θαυμάζειν ἀξιώτερον, ἢ ὁκόταν ἐγχειρήσῃ τοῖς ἀδυνάτοις.
因此,当技术使某个患有不可见疾病的人康复时,对其力量的赞叹,要比它尝试不可能之事时更为合适。
Οὔκουν ἐν ἄλλῃ γε δημιουργίῃ τῶν ἤδη εὑρημένων οὐδεμιῇ ἔνεστιν οὐδὲν τοιοῦτον, ἀλλ’ αὐτέων ὅσαι πυρὶ δημιουργεῦνται, τούτου μὴ παρεόντος, ἀεργοί εἰσι, μετὰ δὲ τοῦ τοῦτο ἁφθῆναι ἐνεργοί.
事实上,在已经发现的其他任何手艺中,都没有任何类似的情况,相反,在那些靠火进行的手艺中,若火不在场,它们便无法运作,而一旦火被点燃,它们便能运作。
Καὶ ὅσαι τοῖσιν εὐεπανορθώτοισι σώμασι δημιουργεῦνται, αἱ μὲν μετὰ ξύλων, αἱ δὲ μετὰ σκυτέων, αἱ δὲ γραφῇ, χαλκῷ τε καὶ σιδήρῳ, καὶ τοῖσι τούτων ὁμοίοισιν αἱ πλεῖσται, ὄντα δὲ τὰ ἐκ τουτέων καὶ μετὰ τούτων δημιουργεύμενα εὐεπανόρθωτα, ὅμως οὐ τῷ τάχει μᾶλλον, ἢ τῷ ὡς δεῖ δημιουργεῖται· οὐδ’ ὑπερβατῶς, ἀλλ’ ἢν ἀπῇ τι τῶν ὀργάνων, ἐλιννύει·
而那些在易于修正的材料上进行的手艺——有些用木材,有些用皮革,有些用绘画,另一些用青铜和铁,且大多数是用与这些类似的东西——尽管由这些材料制成且伴随这些材料制成的东西易于修正,但它们仍然不是靠速度、而是靠应有的方式被制作出来;它们也不会颠倒顺序,只要缺少任何工具,工作就会停滞。
καί τοι κἀκείναις τὸ βραδὺ πρὸς τὸ λυσιτελέστερον ἀσύμφορον, ἀλλ’ ὅμως προτιμᾶται.
然而,即使对那些手艺而言,延迟对于更大的效益来说也是不利的,但人们仍然首选延迟。

词汇与语法注释

  1. §11ἰδόντι — 与格单数阳性不定过去时分词,表示泛指的施事者。在不定式结构 `οὐδενί ἐ便利ν εἰδέναι`(任何人都不可能知道)中,它充当不定式 `εἰδέναι` 的逻辑主语,或提出前提条件“对于目击者而言”。
  2. §11κεκράτηκεν, ἀλλ’ ᾗ δυνατὸν, κεκράτηται — 不及物(主动)完成时 `κεκράτηκεν`(占优势/支配)与及物受动完成时 `κεκράτηται`(被克服/被支配)的对比。虽然主语未明确给出,但前者表示“不可见的疾病(或其不可见性)”并未占据绝对支配地位,后者则表示它已被人类(医生)所“克服”。
  3. §11τῆς γὰρ αὐτῆς ξυνέσιός ἐστιν — 表语性属格,表示所属或特征(“属于同一种理解力”)。主语是两个冠词性不定式 `τὸ εἰδέναι...`(去了解)和 `τὸ θεραπεύειν...`(去治疗),表明两者都属于同一种认知能力。
  4. §11ἡ μὲν γὰρ ... ἡ δ’ — 对比用法中的指示代名词,指代前句中提到的两个名词:`ἡ τέχνη`(技术)和 `ἡ φύσις τῶν σωμάτων`(身体的天性)。`ἡ μὲν` 指代技术,`ἡ δ’` 指代身体的天性。

引用这一段

希波克拉底, 论医术 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg018.humanitext-grc1:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。