§77. Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν·
7. 总的来说,在感觉疲惫的人群中,发热时最易在关节和下颌附近发生转移(病原沉积),这些转移多发生在各个疼痛部位的附近,且总体上更偏向于上部。
ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες·
如果疾病进展缓慢且处于消退期,则转移也会向下发生。
μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω.
特别是,足部温暖预示着向下转移,足部寒冷则预示着向上转移。
Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται·
在那些从疾病中恢复的人中,若手或足立即发生疼痛,则病原会沉积在这些部位。
ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί·
此外,如果病前已有受损或疼痛的部位,疾病就会在这些部位定着,就像佩林图斯那些患有咳嗽和喉炎的人一样;因为咳嗽也像发热一样会引起病原转移。
ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαινει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.
这些情况是根据相同的原理发生的,或因体液,或因肉体与灵魂的消解。
§88. Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι, ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα.
8. 因此,必须了解体液在哪些季节最盛,以及在每个季节引起何种疾病,并在每种疾病中带来何种痛苦。
Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις·
至于身体的其他部分,其天性(体质)最倾向于何种疾病;例如,肿胀的脾脏会引起什么,体质本身也会引起类似的情况。
σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι.
几乎以同样的方式,必须对这些事情进行彻底的训练:面色变差、身体消耗,以及其他任何事情。
§99. Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι᾿ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι᾿ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος·
9. 至于灵魂,当观察其在饮用、食用、睡眠和觉醒方面的无节制,或由于某种嗜好(例如掷骰子),或由于技艺或必要而对劳苦的耐受,以及这些是规则的还是不规则的;并观察其从何种状态转化为何种状态。
αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς·
从日常习惯中,当观察灵魂的勤勉,不论是在探求、练习、观察、言语还是其他方面,或者是悲伤、易怒、欲望;偶然事件引起的精神痛苦,或通过视觉,或通过听觉。
οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν.
身体(对灵魂)作出反应的例子如:当磨石互相摩擦时,牙齿会发酸(发颤);当人走过悬崖旁时,双腿会颤抖;当人用手提起不需提起的重物时,双手会发抖;突然看到蛇会使脸色发青。
Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.
恐惧、羞耻、悲伤、快乐、愤怒以及其他此类情感,身体的相应部位就是这样顺从其作用的;在这些情感中,会出现出汗、心悸以及此类机能的活动。
§1010. Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων·
10. 外部带来益处或害处的事物有:涂油、浇水、擦药、敷药、用羊毛等物包扎,而内部器官对这些事物的反应,正如同外部对内部施加之物的反应一样。
ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ᾿ ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν.
此外,以下情况也有影响:躺在脏羊毛的床上,以及被称为“王之孜然”的东西,对于看见或闻到它们的人来说;所有净化头部之物、引起混乱之物、言语、声音及此类事物;乳房、精液、子宫,这些是不同年龄阶段的征兆,而在窒息和咳嗽中,睾丸的状况也是征兆。
§1111. Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ·
11. 正如土地之于树木,胃之于动物亦是如此。
καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη·
它滋养、温暖并冷却身体:空虚时使之冷却,充盈时使之温暖。
ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη.
正如施过肥的土地在冬天是温暖的,胃也是如此。
Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον.
树木具有薄而干燥的皮,内部是干燥、健康、不易腐烂且长久的木质;而在动物中,如乌龟及此类动物也是如此。
Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω·
生物在年龄、季节、生命周期中都是相似的;如果适度使用,它们不会磨损,反而会变得更好。
ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ, παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον.
正如新的水罐会渗水(漏水),变旧后则能蓄水一样,胃也让食物通过,并像容器一样留存沉淀物。