Humanitext Reader

希波克拉底 · 论体液 §5-6

危机的征兆与依据周期的体液排泄时机

第 2 段,共 5 段 · 希腊语

内容简介

作者阐述了如何通过观察病初的排泄物及身体征兆来判定危机的到来,并指出在剧烈发作期应避免干预,而当在疾病消退期引导体液排出。同时,说明了依据奇数日和偶数日的周期来决定排泄时机的原则。

§55. Κατάστασιν δὲ τῆς νούσου ἐκ τῶν πρώτων ἀρχομένων ὅ τι ἂν ἐκκρίνηται, ἐκ τῶν οὔρων ὁκοῖα ἂν ἔῃ, καὶ οἵη τις σύμπτωσις, χροιῆς ἀπάλλαξις, πνεύματος μινύθησις, καὶ τἄλλα μετὰ τούτων ἐπιθεωρέειν.
5. 当自起病之始考察疾病之状态:无论排出何物,尿液呈现何状,以及发生何种虚脱、面色丧失、呼吸减弱,并随同此等考察其他事物。
Τὸ μὲν, εἰ ὅμοια τὰ ἀπιόντα, δεῖ εἰδέναι, διέξοδοι, οὖρα, καθ᾿ ὑστέρας, πτύαλα, κατὰ ῥῖνας, ὄμματα, ἱδρὼς, ἐκ φυμάτων, ἢ τρωμάτων, ἢ ἐξανθημάτων, ὁκόσα αὐτόματα, ὁκόσα τέχνῃσιν, ὅτι ὅμοια ἀλλήλοισι πάντα τὰ κρίνοντα, καὶ τὰ ὠφελέοντα, καὶ τὰ βλάπτοντα, καὶ τὰ ἀπολύοντα, ὡς τὰ μὲν περιφεύγων ἀποτρέπῃ, τὰ δὲ προσκαλέων καὶ ἄγῃ καὶ δέχηται.
一方面,必须了解排出之物是否相似,如排泄物、尿液、子宫排出物、唾液、鼻涕、眼分泌物、汗液,以及来自肿瘤、伤口或皮疹之物,不论是自然的还是人工的;因为所有决定危机之物,无论是带来益处、害处还是解除疾病之物,彼此皆相似,以便避开某些而退之,招引另一些而导之并纳之。
Καὶ τἄλλα δὲ οὕτω, δέρματος, ἀκρέων, ὑποχονδρίων, ἄρθρων, ὄμματος, στόματος, σχημάτων, ὕπνων, οἷα κρίνει, καὶ ὅτε τὰ τοιαῦτα δεῖ μηχανάασθαι.
而其他事物亦是如此:皮肤、肢端、胁下、关节、目、口、姿态、睡眠,此等如何决定危机,以及何时当采用此类手段。
Καὶ ἔτι ὅσαι τοιαῦται ἀποστάσιες γίνονται, οἷαι ὠφελέουσι, βρώμασι, πόμασιν, ὀδμῇσιν, ὁράμασιν, ἀκούσμασιν, ἐννοήμασιν, ἀφόδοισιν, θάλψει, ψύξει, ὑγροῖσι, ξηροῖσιν, ὑγρῆναι, ξηρῆναι, χρίσμασιν, ἐγχρίσμασιν, ἐπιπλάστοισιν, ἐμπλάστοισιν, ἐπιπάστοισιν, ἐπιδέτοισιν, ἐπιθέτοισι, σχήματα, ἀνάτριψις, ἴησις, πόνος, ἀργίη, ὕπνος, ἀγρυπνίη, πνεύμασιν ἄνωθεν, κάτωθεν, κοινοῖσιν, ἰδίοισι, τεχνητοῖσιν, ἐν τοῖσι παροξύσμοισι μήτε ἐοῦσι, μήτε μέλλουσι, μήτ᾿ ἐν ποδῶν ψύξει, ἀλλ᾿ ἐν καταῤῥόπῳ τῇ νούσῳ.
此外,当考察发生何种有益的转移,以及何物有益:借由食物、饮料、气味、视觉、听觉、思考、排泄、温热、冷却、湿润、干燥、使之湿润、使之干燥、涂敷、点眼、湿布、硬膏、散粉、包扎、贴药、姿态、按摩、治疗、劳作、休息、睡眠、不眠,来自上方或下方的积气,共同的、个体的、人工的。 此等不当在剧烈发作期存在时、或行将发作时、或足冷时采用,而当在疾病消退期采用。
§66. Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσι τὰ προσάρματα μὴ διδόναι μηδὲ ἀναγκάζειν, ἀλλ᾿ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.
6. 在周期性的剧烈发作期,不可给予亦不可强加食物,而当在危机之前减少添加物。
Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀπαρτὶ μὴ κινέειν, μήτε νεωτεροποιέειν μήτε φαρμακείῃσι, μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ᾿ ἐᾷν.
正在进行危机及已经决定危机者,决不可触动,亦不可通过药物或其他刺激尝试变革,而当顺其自然。
Τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι.
决定危机的兆候,并不总是立即向好的方向显现。
Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, εἰ μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.
当对成熟者施药并促进其运动,而非对未熟者,亦非在起病之初,除非其有充盈激越之势;然在多数情况下并无激越之势。
Ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν.
凡需引导排出之物,当顺其最易趋向之处,通过适宜之通道加以引导。
Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ᾿ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· ὅκου δὲ δεῖ, γυιῶσαι, ἢ λειποθυμῆσαι, ἕως ἂν τοῦτο ποιηθῇ, οὕνεκα ποιέεται·
不可按排出物之数量来判断,而当看其是否如所当排出,且患者能轻易耐受之;但在必要之处,当使其虚弱,或使其昏厥,直至达到为此而行之的目的。
εἴ τι ἄλλο τότε δεῖ, ἐπ᾿ ἄλλο ῥέψαι, ἢ ξηρῆναι, ἢ ὑγρῆναι, ἢ ἀντισπάσαι, ἢν ἐξαρκέῃ ὁ νοσέων· τούτοισι τεκμαίρεσθαι· τὰ μὲν ξηρὰ, θερμὰ ἔσται, τὰ δὲ ὑγρὰ, ψυχρά· διαχωρητικὰ δὲ τἀναντία, ὡς ἐπὶ τὸ πολὺ δὲ ταῦτα.
若彼时需要其他处置,则当转向其他方向,或使之干燥,或使之湿润,或行逆引,若患者体力能支撑的话;以此等为标准判定:干燥者将为热,湿润者将为冷;而下泄者则相反,且在多数情况下如此。
Ἐν τῇσι περισσῇσιν ἄνω, ἢν καὶ αἱ περίοδοι καὶ ἡ κατάστασις τοιαύτη ἔῃ τῶν παροξυσμῶν· γίνεται δὲ τὰ πλεῖστα ἐν τῇσιν ἀρτίῃσι κάτω· οὕτω γὰρ καὶ αὐτόματα ὠφελέει, ἢν αἱ περίοδοι τοὺς παροξυσμοὺς ἐν τῇσιν ἀρτίῃσι ποιέωνται· ἐν δὲ τοῖσι μὴ τοιούτοισιν, ἐν μὲν ἀρτίῃσιν ἄνω, ἐν δὲ περισσῇσι κάτω· ὀλίγαι δὲ τοιαῦται, αἱ δὲ τοιαῦται δυσκριτώτεραι καταστάσιες.
在奇数日当向引导,若周期与剧烈发作之状态皆如此;然多数排泄在偶数日向下发生;因若周期在偶数日引发剧烈发作,则自然排泄亦会有益;然在不属于此类之状态中,则偶数日向上,奇数日向下;此类病态极少,且此类病态更难解决。
Ἀτὰρ καὶ τὰ πρόσω χρόνου προήκοντα ἀνάγκη οὕτως, οἷον τρισκαιδεκαταῖα, τεσσαρεσκαιδεκαταῖα, τρισκαιδεκάτῃ μὲν κάτω, τεσσαρεσκαιδεκάτῃ δὲ ἄνω (πρὸς γὰρ τὸ κρίσιμον οὕτω ξυμφέρει), καὶ ὁκόσα εἰκοσταῖα, πλὴν ὁκόσα κάτω.
此外,病程进展已深者亦必须如此处理,例如第十三日和第十四日者,第十三日向下,第十四日向上(因此举有益于危机之解决),以及第二十日者,但向下者除外。
Πολλὰ δὲ δεῖ καθαίρειν, ταῦτα δὲ μὴ ἐγγὺς οὕτω κρίσιος, ἀλλὰ προσωτέρω· δεῖ δὲ ὀλιγάκις ἐν ὀξέσι πολλὰ ἄγειν.
亦当多次进行净化,但不可如此临近危机,而当在较远之时;在急性病中,极少需要大量引导排泄。

词汇与语法注释

  1. 5ἐπιθεωρέειν — 不定词用作命令式(命令法代用不定词)。这是希波克拉底文集中处方和指示中非常常见的特征性语法现象。
  2. 5εἰ ὅμοια τὰ ἀπιόντα — 连接词 `εἰ` 并非引导条件从句,而是引导作 `δεῖ εἰδέναι`(必须了解)宾语的间接疑问句(是否)。表语形容词 `ὅμοια` 的系动词被省略。
  3. 6ἀπαρτὶ — 副词 `ἀπαρτὶ` 意为“完全”、“正是”,在此处与否定词 `μὴ` 连用,表示强烈的禁止(决不可……)。
  4. 6διαχωρητικὰ δὲ τἀναντία — 形容词 `διαχωρητικός`(促进排泄的、下泻的)作名词性使用。前句的动词 `ἔσται`(将是)在此处亦作为共同的谓语被省略,意为“下泻剂将是相反的”。
  5. 6περισσῇσιν — 阴性与格复数,省略了名词 `ἡμέρῃσι`(日),带有典型的爱奥尼亚方言词尾 `-ῃσι`。它指的是医学理论中关于“奇数日”(及下文的“偶数日”)的治疗原则。

引用这一段

希波克拉底, 论体液 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg015.humanitext-grc1:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。