Humanitext Reader

希波克拉底 · 论体液 §12-15

风向、季节与地域因素对疾病的影响

第 4 段,共 5 段 · 希腊语

内容简介

本章节将疾病的起因归纳为先天因素、地理因素和季节变化。详细阐述了南北风的性质及季节的异常转换对身体和疾病特征的具体影响,并指出渐进的过渡对身体最为安全。

§1212. Οἱ τρόποι τῶν νούσων, τὰ μὲν συγγενικά ἐστιν εἰδέναι πυθόμενον, καὶ τὰ ἀπὸ τῆς χώρης (οἰκέονται γὰρ οἱ πολλοὶ, διὸ πλέονες ἴσασι), τὰ δὲ ἐκ τοῦ σώματος, καὶ τῶν διαιτημάτων, καὶ καταστάσιος τῆς νούσου, ἢ ἀπὸ ὡρέων.
12. 关于疾病的表现形式,有些是先天的,需通过问诊来了解;有些则是源于该地区(因为许多人居住于此,因此更多人了解它们);其余的则源于身体、生活方式、疾病的状况或季节。
Αἱ δὲ χῶραι πρὸς τὰς ὥρας κακῶς κείμεναι τοιαῦτα τίκτουσι νουσήματα, ὁκοίη ἂν ἡ ὥρη, ταύτῃ ὁμοίως, οἷον ἀνώμαλον θάλπος ἢ ψῦχος τῆς αὐτῆς ἡμέρης, ὅταν τοιαῦτα ποιέῃ, φθινοπωρινὰ ἐν τῇ χώρῃ τὰ νουσήματα· καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσι κατὰ λόγον.
在对风向或季节处于不利位置的地区,会根据各个季节的特征产生类似的疾病;例如,当在同一天内出现不规则的炎热或寒冷时,若发生这种情况,该地区的疾病就会呈现秋季的特征,在其他季节也按比例以此类推。
Τὰ μὲν ἀπὸ ὀδμέων βορβορωδέων ἢ ἑλωδέων, τὰ δὲ ἀπὸ ὑδάτων, λιθιῶντα, σπληνώδεα, τὰ τοιαῦτα δ᾿ ἀπὸ πνευμάτων χρηστῶν τε καὶ κακῶν.
有些疾病源于泥土或沼泽的恶臭,有些源于水源(如结石病和脾脏肿大),此类情况源于有益或有害的风。
§1313. Ὥρης δὲ οἷαι ἔσονται αἱ νοῦσοι καὶ καταστάσιες, ἐκ τῶνδε· ἢν αἱ ὧραι ὡραίως, εὐτάκτως, εὐκρινέας νούσους ποιέουσιν·
13. 季节中会出现何种疾病和气候状况,可由以下方面得知:如果季节按时且有序地进行,就会产生危机期明晰的疾病。
αἱ δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ᾿ ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται·
另一方面,各地区在特定季节特有的疾病,其特征是显而易见的;但如果季节发生异常变化,该季节通常发生的疾病也会变得相似或不相似。
ἢν δ᾿ ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος·
如果季节以相同方式进行,疾病也会呈现类似的特征并被引向该状况,例如秋季的黄疸;因为炎热之后是寒冷,寒冷之后是炎热。
καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι.
如果夏季的状况变得偏向胆汁质,且在加重后被残留下来,也会出现脾脏肿大。
Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν.
因此,当春季也如此进行时,春季也会发生黄疸;因为这一变化在这种形式上最接近该季节(秋季)。
Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν.
但是,当夏季变得像春季时,发热时会出现出汗,且易于转变,既非极度急性,舌头也不会极度干燥。
Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί.
但是,当春季变得像冬季,且伴有倒春寒时,疾病也会呈现冬季特征,伴有咳嗽、肺炎和喉炎。
Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν, ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι.
在秋季,如果非在适当时令且突然变冷,它不会持续产生此类疾病,因为这不是在适当时令开始的,而是变得不规则;因此,季节也会变得没有规律且不稳定,正如疾病一样,如果它们提前爆发、或提前迎来危机、或被残留下来;因为季节也变得容易反复,从而引发疾病。
Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν.
因此,必须共同考虑到季节接纳身体时身体处于何种状态。
§1414. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὅταν οὗτος δυναστεύῃ, τοιουτότροπα ἐν τῇσι νούσοισι πάσχουσιν· ἕλκεα μαδαρὰ, μάλιστα στόμα, αἰδοῖον, καὶ τἄλλα.
14. 南风引起听力下降、视物模糊、头重、怠惰和身体松弛;当这种风占主导时,人们在疾病中会遭受这些痛苦:出现潮湿(分泌物多)的溃疡,尤其是口部、阴部等处。
Ἢν δὲ βόρειον, βῆχες, φάρυγγες, κοιλίαι σκληρότεραι, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων, ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι μᾶλλον τὰ νουσήματα.
但如果是北风,则会出现咳嗽、咽喉不适、便秘、伴有恶寒的排尿困难、胁肋及胸部疼痛;当这种风占主导时,应更预期此类疾病。
Ἢν μᾶλλον πλεονάζῃ, αὐχμοῖσιν οἱ πυρετοὶ ἕπονται καὶ ὄμβροισιν, ἐξ ὁποίων ἂν οἱ πλεονασμοὶ μεταπέσωσι, καὶ ὅκως ἂν ἔχοντα τὰ σώματα παραλάβωσιν ἐκ τῆς ἑτέρης ὥρης, καὶ ὁκοιουτινοσοῦν χυμοῦ δυναστεύοντος ἐν τῷ σώματι.
如果更为过量,发热会伴随干旱或降雨而至,这取决于从何种过量状态转化而来,以及季节从另一季节接纳身体时身体处于何种状态,和体内何种体液占主导。
Ἀτὰρ ἀνυδρίαι νότιαι, βόρειαι· διαφέρει γὰρ καὶ τἄλλα οὕτω· μέγα γὰρ καὶ τοῦτο· ἄλλος γὰρ ἐν ἄλλῃ ὥρῃ καὶ χώρῃ μέγας, οἷον τὸ θέρος χολοποιὸν, ἦρ ἔναιμον, τἄλλα ὡς ἕκαστα.
然而,南风引起的干旱与北风引起的干旱是不同的;因为其他事物也以这种方式而不同,这也是非常重要的;因为某物在某一季节或地区是重大的,另一物在另一季节或地区是重大的,例如夏季产生胆汁,春季产生血液,其他事物也各自相应。
§1515. Αἱ μεταβολαὶ μάλιστα τίκτουσι νουσήματα, καὶ αἱ μέγισται μάλιστα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ, καὶ ἐν τοῖσιν ἄλλοισιν· αἳ δ᾿ ἐκ προσαγωγῆς γίνονται, αἱ ὧραι αὗται ἀσφαλέσταται, ὥσπερ καὶ δίαιται καὶ ψῦχος καὶ θάλπος μάλιστα ἐκ προσαγωγῆς, καὶ ἡλικίαι οὕτω μεταβαλλόμεναι.
15. 变化最易引发疾病,尤其是最大的变化,无论是季节中的巨大交替还是其他事物中的巨变;而那些逐渐发生的变化,这样的季节是最安全的,正如生活方式、寒冷和热气在逐渐引入时最安全,年龄的变化亦是如此。

词汇与语法注释

  1. §12συγγενικά ἐστιν εἰδέναι πυθόμενον — 此句结合了形容词 συγγενικά(先天性因素)、表示必要性的不定式 εἰδέναι(应当了解)以及 πυνθάνομαι 的不定过去时分词 πυθόμενον(通过询问),表明医生需要通过问诊(采集病史)来掌握患者的先天或遗传体质。
  2. §13ἢν δ᾿ ὁμοίως ἄγῃ — 动词 ἄγῃ 呈非人称或不及物用法,省略的主语为 ἡ ὥρη(季节),用以描述季节即便发生异常也依然按某种一致的方式持续推移的情况。
  3. §13καὶ ὑπόσπληνοι — 这是形容词 ὑπόσπληνος(脾脏肿大的、脾脏下部有病痛的)的复数主格阳性形式,句末省略了表示“产生”或“出现”的动词(如 γίνονται),属于省略句。
  4. ¦p.494¦ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· — 这三个第三人称复数虚拟式现在时动词(被动或中动语态)在语境中的主语是 αἱ νοῦσοι(疾病),而非位置较近的 αἱ ὧραι(季节)。此处将疾病的病理病程(提前爆发、提前迎来转机、滞留迁延)与不规则的季节转换进行类比。
  5. §15αἳ δ᾿ ἐκ προσαγωγῆς γίνονται — 介词短语 ἐκ προσαγωγῆς 是表示“逐渐地”、“循序渐进地”的惯用表达。这与容易引发疾病的剧烈气候变化(μεταβολαί)形成对比,强调渐进式的过渡对身体最为安全。

引用这一段

希波克拉底, 论体液 §12-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg015.humanitext-grc1:12-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。