- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg015.humanitext-grc1:7-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
病因の転移が生じる部位とその条件について論じ、魂の動きや外部の刺激が身体機能に及ぼす影響、および胃の働きと植物(大地の関係)の類似性について説明する。
Τοῖσι κοπώδεσι1 τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαίνει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.
7. 倦怠感を覚える人々においては、総じて、熱があるときに関節や顎のあたりに最も転移(病因の沈着)が起こりやすく、それらは個々の痛みの部位の近く、かつ全体としてどちらかといえば上部に生じる。もし病気が緩慢で下降期にあるならば、転移もまた下部に生じる。特に、足が温かいことは下部への転移を意味し、冷たいことは上部への転移を意味する。病気から回復しかけている人々で、ただちに手や足に痛みが生じた場合、これらの部位に転移が起こる。また、病気になる前にあらかじめ痛めていた部位がある場合、そこへ転移が定着する。例えば、ペリントスにおいて咳や咽頭炎にかかった人々のようである。なぜなら、咳もまた熱と同様に転移を引き起こすからである。これらは、体液によるか、あるいは肉体と魂の消耗(融解)によるかの、同じ理路によって生じる。
Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι,2 ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα. Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις· σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι.
8. したがって、体液がどの季節に盛んになるか、またそれぞれの季節にどのような病気を引き起こし、それぞれの病気においてどのような症状をもたらすかを知らねばならない。また、身体のその他の部分について、その性質(体質)が特にどのような病気に傾きやすいか(を知らねばならない)。例えば、脾臓が腫れると生じるようなこと、それと同様のことを体質そのものも引き起こす。ほぼ同様に、顔色の悪化、身体の消耗、その他いかなることであれ、これらのことに習熟していなければならない。
Ψυχῆς,3 ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι’ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι’ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.
9. 魂については、飲み物や食べ物、睡眠、覚醒の不摂生、あるいは、例えばサイコロ遊びといった何らかの愛着によるもの、あるいは技術や必要に迫られての労苦に対する耐性、そしてそれらが規則的であるか不規則であるか、またいかなる状態からいかなる状態へと変化するか(を観察せねばならない)。日常の習慣からは、魂の勤勉さ、あるいは探求すること、練習すること、観察すること、話すこと、その他何であれ、あるいは悲しみ、気難しさ、欲望など(を観察せねばならない)。偶然の出来事によって生じる精神の苦痛、あるいは視覚や聴覚を通じるもの。身体が(魂に)呼応する例としては、臼石が互いに擦れ合うと歯が浮き(きしみ)、崖の傍を通ると足が震え、必要もないのに何かを持ち上げようとすると手が震え、蛇が突然現れるのを見ると青ざめる、といったことがある。恐怖、恥、悲しみ、快楽、怒り、およびこれらに類する他の感情において、このように身体の相応する部位がその作用に呼応し、これらに伴って発汗、動悸、およびそれに類する身体機能の働きが現れる。
Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων· ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ’ ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν.
10. 外部から益するもの、あるいは害するもの、すなわち、油の塗布、温水の注ぎかけ、膏薬の塗擦、湿布、羊毛などによる包帯(結束)があり、内部の器官も、内部に投与されたものに対して外部が呼応するのと同様に、これらに呼応する。また次のようなことも同様である。すなわち、汚れた羊毛のベッドに横たわること、および「王のクミン」と呼ばれるものに対して、それを見たり匂いを嗅いだりする人々において(呼応が起こる)。また、頭部を浄化するもの、混乱を引き起こすもの、言葉、声、およびこれらに類するもの。乳房、精液、子宮は、それぞれの年齢における兆候であり、また呼吸困難や咳における睾丸の様子も兆候である。
Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ· καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ,4 παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον.
11. 木々にとっての大地がそうであるように、動物にとっては胃がそうである。それは身体を養い、温め、冷やす。空になると冷やし、満たされると温める。肥料を施された土壌が冬に温かいように、胃もまたそうである。木々は薄く乾燥した皮を持ち、内部は乾燥した肉質で、健全で腐りにくく、長持ちするが、動物の中でもカメやそれに類するものは同様である。生きているものは、年齢、季節、年齢サイクルにおいて(植物と)似ている。適度に用いられるならば摩耗せず、むしろより良くなる。新しい水瓶が水を通し(漏らし)、古くなると水を通さなくなる(保持する)ように、胃もまた食物を通過させ、容器のように沈殿物を保持する。
- 7Τοῖσι κοπώδεσι
「疲労を感じている人々」を意味する与格名詞句。文脈上、これに続く内容全体に対する「関与の与格」あるいは「判断の基準を示す与格」として機能しており、「倦怠感のある患者においては、全体として熱があるときに関節等に転移が起こりやすい」という構造を提示している。
- 8Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι
対格主語(医師を表す一般的な主体が省略されている)を伴う「命令的不定詞」の構文。これに続く各節(ἐν ᾗσιν ὥρῃσιν... など)もこの 不定詞 εἰδέναι の目的語となる間接疑問節である。章末の διαγεγυμνᾶσθαι(訓練されているべきである)も同様の命令的不定詞である。
- 9Ψυχῆς
文頭に置かれた属格で、特定の動詞の目的語ではなく、「魂に関して」「魂の事柄について言えば」という主題提示(Genitive of topic / respect)として機能している。これに続く名詞句(ἀκρασίη... 等)は、その具体的な観察項目として並列されている。
- 11ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ
διαπηδάω は「染み出る、水を通す」の意。新しい陶器の容器や革袋が、微細な孔から水を浸透させて漏らしやすい性質を指す。対照的に、古くなると物質が詰まって水を通さなくなる(στέγει)という古代の物理的・生理学的類比に基づき、胃が食べ物を消化・吸収し、また老廃物を留める機能を説明している。
