Humanitext Reader

希波克拉底 · 论体液 §16-20

体质年龄的适应性与由病测天

第 5 段,共 5 段 · 希腊语

内容简介

本文讨论了体质与年龄对季节和环境的适应性,指出由疾病症状预测天气的可能性,并详细阐述了痔疮、分泌物转移以及耳下腺肿胀复发等多种病症的病程与相互关系。

§1616. Φύσιες δὲ ὡς πρὸς τὰς ὥρας, αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασιν, αἱ δὲ πρὸς χώρας καὶ ἡλικίας καὶ διαίτας καὶ τὰς ἄλλας καταστάσιας τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς πεφύκασι, καὶ ἡλικίαι πρὸς ὥρας καὶ χώρας καὶ διαίτας καὶ πρὸς καταστάσιας νούσων·
16. 关于体质与季节的关系,有些体质对夏季适应良好或不良,有些对冬季适应良好或不良,还有些对地区、年龄、生活习惯以及疾病的其他状况,因人而异地适应良好或不良;年龄对于季节、地区、生活习惯和疾病的状况也是如此。
καὶ ἐν τῇσιν ὥρῃσι, δίαιται, καὶ σιτία, καὶ ποτὰ, ὁ μὲν γὰρ χειμὼν ἀργὸς ἔργων, καὶ πέπονα τὰ ἐσιόντα καὶ ἁπλᾶ, μέγα γὰρ καὶ τοῦτο· αἱ ὀπῶραι δὲ ἐργάσιμοι, ἡλιώσιες, τὰ πινόμενα πυκνὰ, ἀκατάστατα σιτία, οἶνοι, ἀκρόδρυα.
此外,在不同的季节中,生活习惯、食物和饮料也起着作用。 因为冬季劳动较少,摄入的食物易于消化且简单,这同样也是很重要的;而秋季(果实收获期)则是劳碌的、多日光照射的,饮水频繁,饮食不规则,并摄入葡萄酒和果实。
§1717. Ὥσπερ δὲ ἐκ τῶν ὡρέων τὰς νούσους ἐστὶ τεκμήρασθαι, ἔστι ποτὲ καὶ ἐκ τῶν νούσων ὕδατα καὶ ἀνέμους καὶ ανυδρίας· προγινώσκειν, οἷον βόρεια, νότια·
17. 正如可以从季节推测疾病一样,有时也可以从疾病中预知降雨、风和干旱,例如北风或南风;因为对于一个很好且正确地学习了该从何处观察的人来说,这是可能的。
ἔστι γὰρ εὖ μαθόντι καὶ ὀρθῶς, ὅθεν σκεπτέα, οἷον καὶ λέπραι τινὲς καὶ περὶ τὰ ἄρθρα πόνοι, ὕδατα ὅταν μέλλῃ, κνησμώδεές εἰσι, καὶ ἄλλα τοιαῦτα.
例如,当将要下雨时,某些皮肤病和关节周围的疼痛会变得发痒,其他此类症状也是如此。
§1818. Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης, ἢ ἑκάστης, ἢ διὰ περιόδων ἄλλων, καὶ τὰ συνεχέα καὶ ἀνέμων οἱ μὲν πολυήμεροι πνέουσι, καὶ ἀντιπνέουσι ἀλλήλοισιν, ἄλλοι δὲ διὰ βραχυτέρων, οἱ δὲ καὶ αὐτοὶ κατὰ περίοδον ταῦτα ἔχει τῇσι καταστάσεσιν ὁμοιότητας, ἐπὶ βραχύτερον δὲ τὰ τοιαῦτα.
18. 至于降雨是隔天、每天、还是按其他周期发生,以及连续降雨,以及风的状况,有些风连续吹拂数日并相互抗衡,有些以较短的间隔吹拂,有些则自身按周期吹拂,这些与季节的状况具有相似性,但此类现象持续时间较短。
Καὶ εἰ μὲν ἐπὶ πλέον τὸ ἔτος· τοιοῦτον ἐὸν τὴν κατάστασιν ἐποίησε τοιαύτην, ἐπὶ πλέον καὶ τὰ νουσήματα τοιαῦτα καὶ μᾶλλον ἰσχυρότερα καὶ μέγιστα νουσήματα οὕτως ἐγένετο καὶ κοινότατα καὶ ἐπὶ πλεῖστον χρόνον.
如果该年大部分时间处于这种状态,并形成了这样的气候,那么疾病在大部分时间内也变得如此,并且更严重,最重大的疾病由此产生,传播最广且持续时间最长。
Ἐκ τῶν πρώτων ὑδάτων, ὅταν ἐξ ἀνυδρίης πολλῆς μέλλῃ ὕδωρ ἔσεσθαι, ἔστι περὶ ὑδρώπων· προειπεῖν, καὶ ὁκόταν τἄλλα σμικρὰ σημήϊα φανῇ ἐν νηνεμίη, ἐν μεταβολῇ, ξυνακτέον, ὅσαι μὲν ἐφ᾿ οἵοισιν ὕδασιν ἢ ἀνέμοισι νοῦσοι ἐπισημαίνουσι, καὶ ἀκουστέον εἴ τις οἶδε, τοιοῦδε χειμῶνος προγενομένου, οἷον ἦρ ἢ θέρος ἔσται.
从旱季后的第一场雨开始,当在严重干旱后将要下雨时,可以预测水肿病;当在无风和天气转变中出现其他微小征兆时,必须综合判断在何种降雨或风中会有多少疾病显现征兆,并且如果有人知道,在经历了这样的冬季之后,春季或夏季将会如何,必须予以倾听。
§1919. Τὰ χρώματα οὐχ ὅμοια ἐν τῇσιν ὥρῃσιν, οὐδὲ ἐν βορείοισι καὶ νοτίοισιν, οὐδ᾿ ἐν τῇσιν ἡλικίῃσιν αὐτὸς πρὸς ἑωυτὸν, οὐδ᾿ ἄλλος ἄλλῳ οὐδενί.
19. 皮肤的颜色在不同的季节并不相同,在北风和南风时也不相同,在不同的年龄阶段,一个人与自身相比不相同,人与人之间也不相同。
Σκεπτέον δὲ ἐξ ὧν ἴσμεν καὶ παρεόντων καὶ ἀτρεμεόντων περὶ χροιῶν, καὶ ὅτι αἱ ἡλικίαι τῇσιν ὥρῃσιν ἐμφερέες εἰσὶ καὶ χροιῇ καὶ τρόπῳ.
但我们必须从我们所知的、眼前的和稳定的状态中去观察肤色,并且年龄在肤色和习性上都与季节相似。
§2020. Οἱ αἱμῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι, οὔτε περιπνευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν ἁλίσκονται, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἀλφοῖσιν·
20. 患有痔疮的人既不会患上胸膜炎、肺炎,也不会患上噬肉性溃疡、疖肿、松节油样肿,或许也不会患上皮肤病(鳞屑癣),或许也不会患上白癜风;然而,如果治疗不当,许多人很快就会被这些疾病侵袭,并因此致命。
ἰητρευθέντες γε μὴν ἀκαίρως, συχνοὶ τοιούτοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτως· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἑτέρων ἄκος· ὅσα δὲ, ἐφ᾿ οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύματα·
所有其他排泄通道(如瘘管)都是其他疾病的疗法;而那些因在特定情况下发生而解救患者的事物,其预先发生则起到了预防作用。
οἱ ὕποπτοι τόποι ὑποδεξάμενοι πόνῳ ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι·
可疑的部位通过承受疼痛、沉重或其它症状来解救患者;在其他人中则存在着关联通融。
διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν·
发生倾斜时,血液不再流向原处,而是根据体液的亲和性吐出此类物质。
ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν, ἐπ᾿ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τούτοισι τοῦτο οὐκ εἰκὸς, κώλυσις, ἐπὶ τοῖσι δὲ δὴ αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή.
对某些人来说,在此类情况下适时放血是合适的,但对另一些人来说,像这些人一样放血是不合理的,甚至是一种禁忌;事实上,对于吐出带血物质的人来说,季节、胸膜炎和胆汁是原因所在。
Τὰ παρὰ τὸ οὖς οἷσιν ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τούτου λαπασσομένου, ὑποστροφὴ γίνεται· καὶ κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι.
在危象期前后出现的耳下腺肿胀若不化脓,当其消退时,就会出现复发;根据复发的规律,当复发发生时,它会再次肿胀并持续,正如发热的复发在相似的周期中发生一样;在这些患者中,有希望转移到关节。
Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται, καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ.
在伴有疲劳的间日疟(四日热)中,有时会出现像安提根尼斯患者那样的白色浓尿,从而免于发生转移,如果在此基础上鼻部也有充足的出血,则完全可以解救。
ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ πάθει ἐγένετο, ἦν ἡσυχαίτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.
在关节炎疾病中,肠道向右侧疝出的人症状较轻,但当这被治愈后,他反而感到更加疼痛。

词汇与语法注释

  1. 16Φύσιες δὲ ὡς πρὸς τὰς ὥρας — 短语 ὡς πρὸς τὰς ὥρας 修饰后文的 πεφύκασιν(或省略的动词),起限制性作用,意为“就季节而言”。
  2. 17ἔστι ποτὲ καὶ ἐκ τῶν νούσων... προγινώσκειν — 非人称动词 ἔστι 结合不定式 προγινώσκειν 表示可能性(“有时亦可预知”)。其隐含主语是医生或一般观察者。
  3. 18Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης... — 句首的属格 Καὶ ὑσμάτων 作为主题属格或限定属格,用来限定其后由 οἷα 引导的间接疑问从句的内容。
  4. 20ἰητρευθέντες γε μὴν ἀκαίρως — 主格分词 ἰητρευθέντες 指代主句的逻辑主语(患痔疮者),用作表示条件(“如果治疗不当”)或让步的副词性分词。

引用这一段

希波克拉底, 论体液 §16-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg015.humanitext-grc1:16-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。