§3838. Νόμος ἐμβολῆς καὶ διορθώσιος, ὄνος, μοχλὸς, σφηνίσκος, ἴπος, ὄνος μὲν ἀπάγειν, μοχλὸς δὲ παράγειν.
38. 复位和矫正的规律:绞车、杠杆、楔子、压榨器;绞车用于牵引,杠杆用于横移。
Τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείνοντα, ἐν ᾧ ἂν ἕκαστα σχήματι μέλλῃ ὑπεραιωρηθήσεσθαι· τὸ δ᾿ ἐκβὰν, ὑπὲρ τούτου ὅθεν ἐξέβη·
需要复位或矫正的部分必须在牵引下强行推开,并处于各部分即将越过障碍被抬起的姿势中;而脱位的部分则应带回到其脱出位置的上方。
τοῦτο δὲ, ἢ χερσὶν, ἢ κρεμασμῷ, ἢ ὄνοισιν, ἢ περί τι.
这可以通过手、悬吊、绞车或围绕某物进行。
Χερσὶ μὲν οὖν ὀρθῶς κατὰ μέρεα· καρπὸν δὲ καὶ ἀγκῶνα ἀπόχρη διαναγκάζειν, καρπὸν μὲν ἐς ἰθὺ ἀγκῶνος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα, οἷον παρὰ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενον.
用手操作时,应根据部位正确进行;对于手腕和肘部,推开就足够了——手腕与肘部保持平直,肘部与上臂保持直角,正如在手下方延伸的前腕沿上臂伸展一样。
Ἐν οἷσι δὲ δακτύλου ποδὸς, χειρὸς, καρποῦ, ὑβώματος τὸ ἔξω διαναγκάσαι δεῖ καὶ καταναγκάσαι, τὰ μὲν ἄλλα ὑπὸ χειρῶν αἱ διαναγκάσεις ἱκαναὶ, καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι ἐπί τινος· ὥστε κατὰ μὲν τὸ ἐξέχον ὑποκέεσθαι ὄγκον σύμμετρον μαλθακόν· κατὰ δὲ τὸ ἕτερον μὴ στορέσαντα χρὴ ὠθέειν ὀπίσω καὶ κάτω, ἤν τε ἔσω, ἤν τε ἔξω ἐκπεπτώκῃ· τὰ δ᾿ ἐκ πλαγίων, τὰ μὲν ἀπωθέειν, τὰ δὲ ἀντωθέειν ὀπίσω ἀμφότερα κατὰ τὸ ἕτερον.
在必须推开并压下脚趾、手指、手腕或向外弯曲(后弯)的情况下:对于其他部位,用手推开已足够,但要将突出的部分压回原位,则必须在某种支撑物上用足跟或手掌根部进行,从而使突出的部分下方垫有适度且柔软的垫子;而在另一侧,不垫任何垫子,必须向后向下推,无论其是向内还是向外脱出;对于侧向位移,必须推开一侧,推回另一侧,双双向后对着另一侧压。
Τὰ δὲ ὑβώματα, τὰ μὲν ἔσω οὔτε πταρμῷ, οὕτε βηχὶ, οὔτε φύσης ἐνέσει, οὔτε σικύῃ· εἰ δέ τι, ἡ κατάτασις.
但对于向内弯曲(前弯),无论是通过喷嚏、咳嗽、注入气体还是拔罐都无法解决;如果有什么有用,那就是强力牵引。
Ἡ δὲ ἀπάτη, ὅτι οἴονταί ποτε καταγέντων σπονδύλων, καὶ τὰ λορδώματα διὰ τὴν ὀδύνην δοκέει ἔσω ὠλισθηκέναι· ταῦτα δὲ ταχύφυα καὶ ῥᾴδια.
误解在于,人们有时会认为,当脊椎骨折时,前弯由于疼痛似乎向内滑动了;然而这些情况易于迅速恢复且容易处理。
Τὰ δὲ ἔξω, κατάσεισις, τὰ μὲν ἄνω ἐπὶ πόδας, τὰ δὲ κάτω τἀναντία· κατανάγκασις δὲ σὺν κατατάσει, ἢ ἕδρῃ, ἢ ποδὶ, ἢ σανίδι.
对于向外弯曲(后弯),采用震荡法:对于上方部位,朝向足部;对于下方部位,则相反;同时配合牵引进行压迫,或用臀部、足部或木板。
Τὰ δ᾿ ἔνθα ἢ ἔνθα, εἴ τι, ἡ κατάτασις, καὶ ἔτι τὰ σχήματα ἐν τῇ διαίτῃ.
对于向一侧或另一侧的弯曲,如果有什么有用,那就是牵引,以及治疗期间的姿势。
Τὰ ἄρμενα πάντα εἶναι πλατέα, προσηνέα, ἰσχυρά· εἰ δὲ μὴ, δεῖ ῥάκεσι προκατειλίχθαι· ἐσκευάσθαι πρὶν ἢ ἐν τῇσιν ἀνάγκῃσι, πάντα συμμεμετρημένως τὰ μήκεα, καὶ ὕψεα, καὶ εὔρεα.
所有器具必须宽大、柔软且坚固;否则,必须预先用布包扎好;在强制治疗使用之前,必须做好准备,所有的长度、高度和宽度都要按比例测量好。
Διάτασις οἷον μηροῦ, τὸ παρὰ σφυρὸν δεδέσθαι, καὶ ἄνω τοῦ γούνατος, ταῦτα μὲν ἐς τὸ αὐτὸ τείνοντα· παρὰ δ᾿ ἰξύϊ, καὶ περὶ μασχάλας, καὶ κατὰ περίνεον, καὶ μηρὸν, τὰ μεταξὺ, τῆς ἀρχῆς τὸ μὲν ἐπὶ τὸ στῆθος, τὸ δ᾿ ἐπὶ νῶτον τείνοντα, ταῦτα δ᾿ ἐς τὸ αὐτὸ ἅπαντα τείνοντα, προσδεθέντα ἢ πρὸς ὑπεροειδέα, ἢ πρὸς ὄνον.
大腿的牵引:例如,在踝部附近和膝盖上方进行捆绑,并朝向同一方向(下方)牵引;而在腰部、腋窝周围、会阴以及大腿之间的部分,带子起点的一端朝向胸部牵引,另一端朝向背部牵引,所有这些都朝向同一方向(上方)牵引,并系在横木或绞车上。
Ἐπὶ μὲν οὖν κλίνης ποιέοντι, τοῦτο μὲν τῶν ποδῶν πρὸς οὐδὸν χρὴ ἐρεῖσαι, πρὸς δὲ τὸ ἕτερον, ξύλον ἰσχυρὸν πλάγιον παραβεβλῆσθαι, τὰ δὲ ὔπερθεν ὑπεροειδέα πρὸς ταῦτα ἀντιστηρίζοντα διατείνειν, ἢ πλήμνας κατορύξαντα, ἢ κλίμακα διαθέντα, ἀμφωτέρωθεν ὠθέειν.
因此,在床上操作时,必须将(床的)脚顶住门槛,而在另一侧,必须横放一根坚固的木料;上面的直立支柱抵住这些木料进行牵引,或者将车毂埋入土中,或者架起梯子,从两侧推动。
Τὸ δὲ κοινὸν, σανὶς ἑξάπηχυς, εὖρος δίπηχυς, πάχος σπιθαμῆς, ἔχουσα ὄνους δύο ταπεινοὺς ἔνθεν καὶ ἔνθεν, ἔχουσα δὲ καὶ κατὰ μέσον στυλίσκους ξυμμέτρους, ἐξ ὧν ὡς κλιμακτὴρ ἥρμοσται ἐς τὴν ὑπόστασιν τῷ ξύλῳ, ὥσπερ τῷ κατ᾿ ὦμον· καταγλύφους δὲ, ὥσπερ ληνοὺς, λείας ἔχειν, τετραδακτύλους εὖρος καὶ βάθος, καὶ διαλιπεῖν τοσοῦτον, ὅσον αὐτῇ τῇ μοχλεύσει ἐς διόρθωσιν· ἐν μέσῳ δὲ τετράγωνον καταγλυφὴν, ὥστε στυλίσκον ἐνεῖναι, ὃς παρὰ περίνεον ἐὼν περιῤῥέπειν τε κωλύσει, ἐών τε ὑποχάλαρος ὑπομοχλεύσει.
通用的设备是一块长六肘、宽二肘、厚一跨的板子,两端各有低矮的绞车,且在中间有适度的小柱,由此像梯级一样,一根木料契合于底座,正如用于肩部的那根木料一样;且板上应刻有如压榨槽般光滑的沟槽,其宽度和深度均为四指,并留出足够的间距,以供杠杆操作本身进行矫正;中央有一个方形的凹槽,以便放入一个小柱,该小柱位于会阴附近,既能防止身体向侧面滑动,又能在稍有松动时从下方起杠杆支撑作用。
Χρὴ δὲ, τῆς σανίδος [ἢ] ἐν τῷ τοίχῳ [τὸ ἄκρον] καταγεγλυμμένον τι ἐχούσης, τοῦ ξύλου ὦσαι τὸ ἄκρον, ἐπὶ δὲ θάτερα καταναγκάζειν, ὑποτιθέντα μαλθακά τινα σύμμετρα.
当板子在墙上有雕刻的凹槽时,必须将木料(杠杆)的一端推入其中,并向下压另一端,在下方垫上适度柔软的垫子。
§3939. Οἷσιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, μέση ἵζει ἡ ῥὶς τουτέοισιν.
39. 在口盖骨脱落的人中,鼻梁中部会塌陷。
Οἱ δὲ φλώμενοι κεφαλὰς ἄνευ ἕλκεος, ἢ πεσόντος, ἢ κατάξαντος, ἢ πιέσαντος, τουτέων ἐνίοισι τὰ δριμέα ἔρχεται ἀπὸ κεφαλῆς κατὰ τὰς φάρυγγας, καὶ ἀπὸ τρώματος ἐν τῇ κεφαλῇ, καὶ ἐς τὸ ἧπαρ, καὶ ἐς τὸν μηρόν.
至于那些头部受挫伤而无外伤的人(因跌落、骨折或挤压所致),在他们中的某些人中,辛辣的体液会从头部沿咽喉下流,也会从头部的伤口流向肝脏和大腿。