§3434. Αἱ δὲ ἀποκοπαὶ ἢ ἐν ἄρθρῳ, ἢ κατὰ τὰ ὀστέα, μὴ ἄνω, ἀλλ᾿ ἢ παρὰ τῷ ποδὶ, ἢ παρὰ τῇ χειρὶ, ἐγγὸς περιγίνονται, ἢν μὴ αὐτίκα μάλα λειποθυμίῃ ἀπόλωνται.
34. 关节处或骨骼处的截肢,如果不是在高处,而是在足部附近或手部附近,只要不因立即失神而死亡,大都能存活。
Ἴησις, ὡς κεφαλῆς, θέρμη.
治疗同头部,并需保暖。
§3535. Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασι πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. Καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα.
35. 然而,对于肌肉组织的坏死,无论是因血伤而受紧勒者,还是因骨折而受压迫者,抑或因包扎而变黑者;以及那些大腿或上臂的一部分脱落,骨骼与肌肉[脱落]的人,许多人都能存活,因为其他情况较易忍受。
Οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὅρια τῆς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ.
因此,在骨折的人中,肌肉的剥离是迅速的,但骨骼的脱落发生在裸露的边界处,并在该处脱落,只是较为缓慢。
Δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν.
必须提前切除伤口下方以及部分健康身体(因为该部分会提前坏死),同时防范疼痛;因为他们会因失神而同时死亡。
Μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη.
在这种情况下,大腿骨在第八十天分离,下腿在第二十天被切除;下腿中部的骨骼则在第六十天分离。
Ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί.
在此类病例中,医生的压迫决定了过程的快慢。
Τὰ δ᾿ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ᾿ ἐπιπολαιότερον.
但其他所有温和进展的情况,骨骼不会脱落,肌肉也不会裸露,而是较为表浅。
Προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω.
应当预料到这些,因为大多数情况大都显得比实际更可怕。
Ἡ ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος·
治疗应温和:使用温热和严格的饮食限制;存在出血和受寒的危险。
σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει.
关于姿势,起初应使患肢向上倾斜,随后为了防止脓液积聚,应平放或采取有利的姿势。
Ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι· , περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.
在这些情况以及变黑期间,会发生出血和痢疾,在危象期虽剧烈但仅持续数日;患者并非完全没有食欲,也不发热,不应通过饥饿空置血管。
§3636. Ὕβωσις, ἡ μὲν εἴσω, ἐπιθάνατος, οὔρων σχέσιος, οὔρων σχέσιος, ἀποναρκώσιος·
36. 脊柱后弯向内侧(前侧)突出者是致命的,伴有尿潴留和麻痹。
τὰ δὲ ἔξω, τουτέων ἀσινέα τὰ πλεῖστα, πουλὺ μᾶλλον, ἢ ὅσα σεισθέντα μὴ ἐξέστη· αὐτὰ μὲν ἑωυτοῖσι κρίσιν ποιησάμενα, κεῖνα δὲ ἐπὶ πλέον τῷ σώματι ἐπιδιδόντα, καὶ ἐν ἐπικαίροις ἔοντα.
而向外侧(后侧)突出者,大都无害,比那些受到震荡但未脱位的情况要无害得多;因为前者能自行达到危象的解决,而后者则更广泛地波及身体并累及要害部位。
Οἷον πλευραὶ κατεαγεῖσαι μὲν, ὀλίγαι πυρετώδεες, καὶ αἵματος πτύσιος, καὶ σφακελισμοῦ, ἤν τε μία, ἤν τε πλείους, μὴ κατασχισθεῖσαι δέ·
例如,肋骨骨折时,无论是一根还是多根,只要没有裂开,就很少引起发热、吐血或坏死。
καὶ ἴησις φαύλη, μὴ κενεαγγοῦντα, ἢν ἀπύρετος ἔῃ· ἐπίδεσις, ὡς νόμος· ἡ δὲ πώρωσις, ἐν εἴκοσιν ἡμέρῃσι, χαῦνον γάρ.
治疗很简单,若不发热则不需限制饮食;包扎如常;二十天内即可愈合,因为肋骨是海绵质的。
Ἢν δ᾿ ἀμφιφλασθῇ, φυματίαι, καὶ βηχώδεες, καὶ ἔμμοτοι, καὶ πλευρὰς ἐσφακέλισαν· παρὰ γὰρ πλευρὴν ἑκάστην, ἀπὸ πάντων τόνοι εἰσίν.
但如果肋骨受到挫伤,就会形成结节,引起咳嗽,需要使用药线,肋骨也会坏死;因为沿着每根肋骨,都有来自各处的腱索。
Πολλοὶ δὲ καὶ αἷμα ἔπτυσαν, καὶ ἔμπυοι ἐγένοντο.
许多人还会吐血并形成脓胸。
Ἡ δὲ μελέτη, ἴησις, ἐπίδεσις, ὡς νόμος· διαίτης τὰ πρῶτα ἀτρεκέως, ἔπειτα ἁπαλύνειν· ἡσυχίῃ, σιγῇ· σχήματα, κοιλίη, ἀφροδίσια.
护理、治疗和包扎应如常进行;饮食起初应严格,随后放宽;保持安静和沉默;注意姿势、大便和房事。
Ἀτὰρ οἷς ἄναιμα, ἐπωδυνώτερα τῶν καταγνυμένων, καὶ φιλυποστροφώτερα χρόνοισιν· οἷσι δὲ καταλείπεται μυξῶδες, ὑπομιμνήσκει ἐν πόνοισιν.
然而,无血的挫伤比骨折更痛苦,且随着时间的推移更容易复发;而在那些残留有粘液状物质的人中,会在疼痛时使他们想起旧疾。
Ἴησις, καῦσις, τοῖσι μὲν ἀπ᾿ ὀστέου, μέχρις ὀστέου, μὴ αὐτὸ δέ· ἢν δὲ μεταξὺ, μὴ πέρην, μηδὲ ἐπιπολῆς.
治疗方法是烧灼:对于源自骨骼者,烧至骨部,但不要烧骨骼本身;若在介于两者之间,既不要太深也不要太浅。
Σφακελισμός·
坏死。
καὶ τὰ ἔμμοτα πειρᾶσθαι· εἰρήσεται ἅπαντα τὰ ἐπεσιόντα.
也应尝试药线;所有后续的事项都将予以说明。
Ὁρατὰ, λόγοις δ᾿ οὐ μὴ, βρώματα, πόματα, θάλπος, ψῦχος, σχῆμα, ὅτι καὶ φάρμακα, τὰ μὲν ξηρὰ, τὰ δὲ ὑγρὰ, τὰ δὲ πυῤῥὰ, τὰ δὲ μέλανα, τὰ δὲ λευκὰ, τὰ δὲ στρυφνὰ, ἐπὶ ἕλκη, οὕτω καὶ δίαιται.
这些是肉眼可见的事物,决不能单凭言语阐明;食物、饮料、温热、寒冷、姿势,甚至药物,无论是干、湿、红、黑、白还是涩,如同应用于伤口一样,饮食法也是如此。
§3737. Τὰ δ᾿ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι.
37. 因跌落引起的变形较难矫正;横隔膜以上的变形更难矫正。
Οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ᾿ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή.
在儿童时期(发生变形)的人,身体不会随之共同生长,只有双腿、双手和头部会生长。
Ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ᾿ ἐπισημαίνεται, δι᾿ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως.
成年人发生的脊柱后弯,起初虽能免于该疾病的危害,但随着时间的推移,会表现出与年轻人相同的症状,只是恶性程度较低。
Εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οἷσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται.
也有一些人能轻松承受,即那些身体变得丰满和多脂的人。
Ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν.
然而,这些人中很少能活到六十岁左右。
Ἀτὰρ καὶ ἐς τὰ πλάγια διαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κατακέωνται· καὶ ἔχει προγνώσιας.
但也会发生侧向的变形;他们躺卧的姿势也是共同原因,对此也有预后。