§4040. Σημεῖα παραλλαγμάτων καὶ ἐκπτωμάτων, καὶ ᾗ, καὶ ὅκως, καὶ ὅσον διαφέρει ταῦτα πρὸς ἄλληλα.
40. 骨骼转位与脱位的指征,其发生的部位、方式以及它们之间的差异程度。
Καὶ οἷσιν ἡ κοτύλη παρέαγε, καὶ οἷσι νευρίον ἀπεσπάσθη, καὶ οἷσιν ἐπίφυσις ἀπέαγε, καὶ οἷσι, καὶ ὡς, καὶ ἓν ἢ δύο, ὧν δύο ἐστίν·
此外,在关节窝局部骨折的人中,在腱剥离的人中,在骨端折断的人中,涉及哪些骨头、如何发生,以及在有两根骨头的部位是一根还是两根受损。
ἐπὶ τουτέοισι κίνδυνοι, ἐλπίδες, οἷσι κακαὶ, καὶ ὅτε κακώσιες θανάτου, ὑγιείης ἀσφαλείης.
在这些情况下,危险与预后如何,在哪些人中预后较差,何时损伤会导致死亡,何时会恢复健康与安全。
Καὶ ἂ ἐυβλητέα, ἢ χειριστέα, καὶ ὅτε, καὶ οὒ, ἢ ὅτε οὔ· ἐπὶ τουτέοισιν ἐλπίδες, κίνδυνοι.
以及哪些情况需要复位或手术治疗,何时进行,何时不进行,或何时不宜进行;在这些情况下,希望与危险并存。
Οἷα καὶ ὅτε χειριστέα καὶ τὰ ἐκ γενεῆς ἔξα ρθρα, τὰ αὐξανόμενα, τὰ ηὐξημένα, καὶ ὅ τι θᾶσσον, καὶ ὅ τι βραδύτερον, καὶ ὅ τι χωλὸν, καὶ ὡς, καὶ οὔ· καὶ διότι καὶ ὅ τι μινυθήσει, καὶ ᾗ, καὶ ὡς, καὶ οἷσιν ἧσσον.
哪些先天性脱位以及何时需要治疗,无论是在生长中的儿童还是在已长成的人中,哪些治愈得较快,哪些较慢,哪些会留下跛行、如何留下,或不留下;以及为什么以及哪个部分会萎缩,在何处、如何萎缩,以及在哪些人中程度较轻。
Καὶ ὅτι τὰ καταγέντα θᾶσσον καὶ βραδύτερον φυόμενα, ᾗ αἱ διαστροφαὶ καὶ ἐπιπωρώσιες γίνονται, καὶ ἄκη τουτέων.
此外,折断的骨头愈合较快或较慢的情况,畸形和骨痂过剩如何发生,以及这些病症的疗法。
Οἷσιν ἕλκεα αὐτίκα ἢ ὕστερον γίνονται· οἷσι καὶ ὀστέα καταγεῖσι, μείω, οἷσιν οὔ· οἷσι καταγέντα ἐξέσχεν, καὶ ᾗ ἐξίσχει μᾶλλον· οἷσιν ἐκβάντα [ἢ] ἄρθρα ἐξίσχει.
哪些人在当时或事后会产生伤口;在哪些人中骨折会导致肢体缩短,哪些人中不会;哪些人中骨折的骨头会突出,何处更容易突出;哪些人中脱位的关节会突出。
Ἀπατῶνται, καὶ δι᾿ ἃ, ἐν οἷσιν ὁρῶσιν, ἐν οἷσι διανοεῦνται ἀμφὶ τὰ παθήματα, ἀμφὶ τὰ θεραπεύματα.
人们会受到蒙蔽,以及由于什么原因,在他们目睹或思考有关疾病和治疗方法的时候。
Νόμοισι τοῖσ νομίμοισι, περὶ ἐπιδέσιος· παρασκευὴ, πάρεξις, κατάτασις, διόρθωσις, ἀνάτριψις, ἐπίδεσις, ἀνάληψις, θέσις, σχῆμα, χρόνοι, δίαιται.
关于包扎的常规法则:准备、配置、牵引、矫正、摩擦、包扎、吊挂、安放、姿势、时间、饮食。
Τὰ χαυνότατα τάχιστα φύεται, τά δ᾿ ἐναντία ἐναντίως.
最疏松的部位愈合最快,相反的部位则相反。
Διαστροφαὶ, ᾗ κυρτοί·
关于畸形,它们向何处弯曲。
ἄσαρκοι, ἄνευροι, ᾗ τὸ ἐκπεσόν.
在骨头脱出的一侧,肌肉会流失,腱会衰退。
Τὸ ἐμπεσὸν ὡς προσωτάτω ἔσται τοῦ χωρίου, οὗ ἐξέπεσεν.
复位的骨头将尽可能远离它脱出的地方。
Νεύρων, τὰ μὲν ἐν κινήσει καὶ ἐν πλάδῳ, ἐπιδοτικά· τὰ δὲ μὴ, ἧσσον.
在腱中,处于运动中且处于湿润状态的易于伸展,否则较难。
Ἄριστον, ᾗ ἂν ἐκπέσῃ, εἰ ἐμπέσοι τάχιστα.
骨头脱出时,最快复位是最好的。
Πυρεταίνοντι μὴ ἐμβάλλειν, μηδὲ τεταρταῖα, πεμπταῖα, ἥκιστα ἀγκῶνα, καὶ τὰ ναρκώδεα πάντα· ὡς τάχιστα ἄριστα, τὴν φλεγμονὴν παρέντα.
发热患者不可进行复位,在第四天或第五天也不可,尤其是肘部以及所有伴有麻木的部位;越快进行越好,但须在炎症消退之后。
Τὰ ἀποσπώμενα, ἢ νεῦρα, ἢ χόνδρια, ἢ ἐπιφύσιες, ἢ διιστάμενα κατὰ συμφύσεις, ἀδύνατα ὁμοιωθῆναι· διαπωροῦται ταχέως τοῖσι πλείστοισιν· ἡ δὲ χρῆσις σώζεται.
剥离的部分,无论是腱、软骨、骨端,还是沿骨连结处分离的部分,都无法恢复原状;在大多数人中它们会迅速骨痂化,但其功能得以保留。
Ἐκβάντων, τὰ ἔσχατα, ῥᾷον.
在脱出的部位中,末梢部分较易复位。
Τὰ ῥᾷστα ἐκπεσόντα ἥκιστα φλεγμαίνει· τὰ δὲ ἥκιστα θερμαίνοντα, καὶ μὴ ἐπιθεραπευθέντα, μάλιστα αὖθις ἐκπίπτει.
最容易脱位的部位最不容易发炎;而最不发热且未得到追加治疗的,最容易再次脱位。
Κατατείνειν ἐν σχήματι τοιουτέῳ, ἐν ᾧ μάλιστα ὑπεραιωρηθήσεται, σκεπτόμενον ἐς τὴν φύσιν καὶ τὸν τόπον.
应在最易越过障碍的姿势下进行牵引,并考虑其结构和部位。
ᾟ ἐξέβη, διόρθωσις· ὀπίσω ἐς ὀρθὸν καὶ ἐς πλάγιον παρωθεῖν·
在脱出的一侧进行矫正,向后推回至正直位置及侧向位置。
τὰ δὲ ταχέως ἀντισπάσαντα ἀντισπάσαι ταχέως ἤδη ἐκ περιαγωγῆς.
被迅速拉回的部分,须立即通过回旋运动迅速向相反方向拉伸。
Τὰ πλειστάκις ἐκπίπτοντα ῥᾷον ἐμπίπτει· αἴτιον φύσις, ἢ νεύρων, ἢ ὀστέων, νεύρων μὲν, μῆκος ἢ ἐπίδοσις, ὀστέων δὲ, κοτύλης ὁμαλότης, κεφαλῆς φαλακρότης·
经常脱位的部位更容易复位;原因为其结构,或在腱,或在骨。
τὸ ἔθος τρίβον ποιέει· αἰτίη, καὶ σχέσις, καὶ ἕξις, καὶ ἡλικίη.
在腱为长度或弹性,在骨为关节窝的平坦或骨头的平滑;习惯形成了通路;原因还在于姿势、体质和年龄。
Τὸ ὑπόμυξον, ἀφλέγμαντον.
富含粘液的部位不易发炎。
§4141. Οἷσον ἕλκεα ἐγένετο, ἢ αὐτίκα, ἢ ὀστέων ἐξισχόντων, ἢ ἔπειτα, ἢ κνησμῶν, ἢ τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως οὔσας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος, καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος·
41. 对于那些当即或由于骨头突出,或者事后由于瘙痒或摩擦而产生伤口的人:如果注意到这些,应立即在有伤口的部位涂上温热的松脂软膏,并进行包扎,将包扎的起点首先置于伤口上,其余部分则照常包扎,如同该处没有损伤一般。
οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤῥήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται·
因为这样,伤口本身会缩至最小,最快化脓,脱落痂皮,并在清洁后最快愈合。
νάρθηκας δὲ μήτε κατ᾿ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν·
不可在此处直接使用夹板,也不可施加压力。
καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν· ὧν δὲ μεγάλα, οὔ· πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ᾿ οὐκ ἔτι οὕτως, ἀλλ᾿ ἀνέψυκται τῶν ὑποστασίων εἵνεκα.
对于那些脱落骨头不大的人,应照此办理;但对于骨头大的人则不然,因为会有大量化脓,这些情况不能再这样包扎,而应为了排出分泌物而保持暴露。
Τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἷαι πέδαις, ἡ μὲν παρὰ σφυρὸν, ἡ δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι·
所有此类骨头突出的情况,无论是否复位,包扎都是不适宜的,而牵引是适宜的。 需制作如同足镣一般的软垫,一个置于踝部附近,另一个置于膝盖附近,对于小腿来说应宽大、柔软、坚固,并带有铁环。
ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν· ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ.
还要准备长度和粗细适度以进行牵引的山茱萸木棒,将两端延伸出来的皮带系在铁环上,使其端部抵在软垫上从而强行拉开。
Ἴησις δὲ, πισσηρὴ θερμή· σχήματα, καὶ ποδὸς θέσις καὶ ἰσχίου· δίαιτα ἀτρεκής.
疗法为温热的松脂软膏、足和臀部的姿势以及严格的饮食。
Ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, ἢ δευτεραῖα, τεταρταῖα δὲ ἢ πεμπταῖα, μὴ, ἀλλ᾿ ἐπὴν ἰσχνὰ ᾖ.
应在当天或第二天对突出的骨头进行复位,而在第四天或第五天则不可,须等到肿胀消退后。
Ἡ δ᾿ ἐμβολὴ τοῖσι μοχλικοῖσιν· ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων.
复位使用梃子器具进行;或者,若要复位的骨头没有支撑点,则用锯锯掉阻碍的部分。
Ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσπεῖται, καὶ βραχύτερα τὰ μέλεα.
但即便如此,暴露的部分也会脱落,且肢体会变短。
§4242 Τὰ δὲ ἄρθρα, τὰ μὲν πλέον, τὰ δὲ μεῖον ὀλισθάνει· καὶ τὰ μὲν μεῖον, ἐμβαλεῖν ῥᾴδιον· τὰ δὲ πλέον μέζους ποιεῖ τὰς κακώσιας καὶ ὀστέων, καὶ νεύρων, καὶ ἄρθρων, καὶ σαρκῶν, καὶ σχημάτων.
42. 至于关节,有的脱位多,有的脱位少;脱位少者易于复位;脱位多者会对骨骼、腱、关节、肌肉及姿势造成更大的损伤。
Μηρὸς δὲ καὶ βραχίων ὁμοιότατα ἐκπίπτουσιν.
大腿和上臂的脱位方式非常相似。