§3838. Νόμος ἐμβολῆς καὶ διορθώσιος, ὄνος, μοχλὸς, σφηνίσκος, ἴπος, ὄνος μὲν ἀπάγειν, μοχλὸς δὲ παράγειν.
38. 整復と矯正の法則:巻き上げ機、梃子、楔、圧搾器。 巻き上げ機は牽引するためであり、梃子は横にずらすためである。
Τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείνοντα, ἐν ᾧ ἂν ἕκαστα σχήματι μέλλῃ ὑπεραιωρηθήσεσθαι·
整復されるべき、あるいは矯正されるべき部位は、牽引しながら、それぞれの(骨片)が(障害物を)乗り越えようとするその姿勢において引き離さなければならない。
τὸ δ᾿ ἐκβὰν, ὑπὲρ τούτου ὅθεν ἐξέβη·
外れた部分は、それが外れたその場所の上へと(戻される)。
τοῦτο δὲ, ἢ χερσὶν, ἢ κρεμασμῷ, ἢ ὄνοισιν, ἢ περί τι.
そしてこれは、手、吊り下げ、巻き上げ機、あるいは何かの周囲(に固定すること)によって行われる。
Χερσὶ μὲν οὖν ὀρθῶς κατὰ μέρεα·
手による場合は、部位に応じて正しく行う。
καρπὸν δὲ καὶ ἀγκῶνα ἀπόχρη διαναγκάζειν, καρπὸν μὲν ἐς ἰθὺ ἀγκῶνος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα, οἷον παρὰ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενον.
手首と肘については押し広げるだけで十分である。 手首は肘に対して真っ直ぐに、肘は上腕に対して直角に保ちながら、例えば、上腕に沿って、手の下を走る部分(前腕)が伸びるようにする。
Ἐν οἷσι δὲ δακτύλου ποδὸς, χειρὸς, καρποῦ, ὑβώματος τὸ ἔξω διαναγκάσαι δεῖ καὶ καταναγκάσαι, τὰ μὲν ἄλλα ὑπὸ χειρῶν αἱ διαναγκάσεις ἱκαναὶ, καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι ἐπί τινος·
足の指、手の指、手首、あるいは外側への弯曲(後弯)を押し広げ、かつ押し下げなければならない場合、他のものについては手による押し広げで十分であるが、突き出た部分を元の座へと押し下げるには、何かの上で踵や手のひらの付け根(手根部)を用いて行う。
ὥστε κατὰ μὲν τὸ ἐξέχον ὑποκέεσθαι ὄγκον σύμμετρον μαλθακόν·
その結果、突き出た部分の下には、適度な柔らかい当て物が敷かれることになる。
κατὰ δὲ τὸ ἕτερον μὴ στορέσαντα χρὴ ὠθέειν ὀπίσω καὶ κάτω, ἤν τε ἔσω, ἤν τε ἔξω ἐκπεπτώκῃ·
他方(突き出ていない側)には何も敷かずに、それが内側に脱臼していようと、外側に脱臼していようと、後方および下方へと押し戻さなければならない。
τὰ δ᾿ ἐκ πλαγίων, τὰ μὲν ἀπωθέειν, τὰ δὲ ἀντωθέειν ὀπίσω ἀμφότερα κατὰ τὸ ἕτερον.
側方の脱臼については、一方を押し離し、他方を押し返し、両方を他方に対して後ろへと押し戻す。
Τὰ δὲ ὑβώματα, τὰ μὲν ἔσω οὔτε πταρμῷ, οὕτε βηχὶ, οὔτε φύσης ἐνέσει, οὔτε σικύῃ·
しかし、内側への弯曲(前弯)については、くしゃみによっても、咳によっても、空気の注入によっても、吸角によっても解決されない。
εἰ δέ τι, ἡ κατάτασις.
もし何か効果があるものがあるとすれば、それは強力な牽引である。
Ἡ δὲ ἀπάτη, ὅτι οἴονταί ποτε καταγέντων σπονδύλων, καὶ τὰ λορδώματα διὰ τὴν ὀδύνην δοκέει ἔσω ὠλισθηκέναι·
誤解が生じるのは、人々がときに脊椎が骨折したと考えたり、痛みのために前弯が内側に脱臼したように見えたりすることである。
ταῦτα δὲ ταχύφυα καὶ ῥᾴδια.
しかしこれらは、速やかに元に戻りやすく、容易である。
Τὰ δὲ ἔξω, κατάσεισις, τὰ μὲν ἄνω ἐπὶ πόδας, τὰ δὲ κάτω τἀναντία·
外側への弯曲(後弯)については、震盪(揺すり落とし)を行い、上方の変形には足の方向へ、下方の変形にはその逆(頭の方向)へ行う。
κατανάγκασις δὲ σὺν κατατάσει, ἢ ἕδρῃ, ἢ ποδὶ, ἢ σανίδι.
また、牽引と同時に、座(おしり)、足、あるいは板による圧迫を行う。
Τὰ δ᾿ ἔνθα ἢ ἔνθα, εἴ τι, ἡ κατάτασις, καὶ ἔτι τὰ σχήματα ἐν τῇ διαίτῃ.
側方への歪みに対しては、もし効くものがあるとすれば、牽引であり、さらに治療生活における姿勢である。
Τὰ ἄρμενα πάντα εἶναι πλατέα, προσηνέα, ἰσχυρά·
器具はすべて幅広く、当たりが柔らかく、頑丈でなければならない。
εἰ δὲ μὴ, δεῖ ῥάκεσι προκατειλίχθαι·
そうでなければ、あらかじめ布で巻いておかなければならない。
ἐσκευάσθαι πρὶν ἢ ἐν τῇσιν ἀνάγκῃσι, πάντα συμμεμετρημένως τὰ μήκεα, καὶ ὕψεα, καὶ εὔρεα.
強制(治療)に入る前に、すべての長さ、高さ、幅が、適切に測定されて準備されていなければならない。
Διάτασις οἷον μηροῦ, τὸ παρὰ σφυρὸν δεδέσθαι, καὶ ἄνω τοῦ γούνατος, ταῦτα μὲν ἐς τὸ αὐτὸ τείνοντα· παρὰ δ᾿ ἰξύϊ, καὶ περὶ μασχάλας, καὶ κατὰ περίνεον, καὶ μηρὸν, τὰ μεταξὺ, τῆς ἀρχῆς τὸ μὲν ἐπὶ τὸ στῆθος, τὸ δ᾿ ἐπὶ νῶτον τείνοντα, ταῦτα δ᾿ ἐς τὸ αὐτὸ ἅπαντα τείνοντα, προσδεθέντα ἢ πρὸς ὑπεροειδέα, ἢ πρὸς ὄνον.
大腿の牽引(においては)、例えば、くるぶしの辺りと、膝の上とが縛られ、これらは同じ方向(下方)へと引かれ、他方、腰の辺り、腋の下の周り、会陰、および大腿のその中間の部分においては、(帯の)始点の一方は胸の方へ、他方は背中の方へと引かれ、これらはすべて同じ方向(上方)へと引かれ、横木または巻き上げ機に結びつけられる。
Ἐπὶ μὲν οὖν κλίνης ποιέοντι, τοῦτο μὲν τῶν ποδῶν πρὸς οὐδὸν χρὴ ἐρεῖσαι, πρὸς δὲ τὸ ἕτερον, ξύλον ἰσχυρὸν πλάγιον παραβεβλῆσθαι, τὰ δὲ ὔπερθεν ὑπεροειδέα πρὸς ταῦτα ἀντιστηρίζοντα διατείνειν, ἢ πλήμνας κατορύξαντα, ἢ κλίμακα διαθέντα, ἀμφωτέρωθεν ὠθέειν.
したがって、ベッドの上で行う場合、一方では(ベッドの)脚をしきいに押し当てるべきであり、他方(反対側の脚)には、頑丈な木材を横向きに添えておかなければならない。 そして、上部にある横木(支柱)をこれらに突っ張り合わせて引っ張る。 あるいは、車輪のハブを地中に埋めるか、梯子を横たえて置いて、両側から引っ張る。
Τὸ δὲ κοινὸν, σανὶς ἑξάπηχυς, εὖρος δίπηχυς, πάχος σπιθαμῆς, ἔχουσα ὄνους δύο ταπεινοὺς ἔνθεν καὶ ἔνθεν, ἔχουσα δὲ καὶ κατὰ μέσον στυλίσκους ξυμμέτρους, ἐξ ὧν ὡς κλιμακτὴρ ἥρμοσται ἐς τὴν ὑπόστασιν τῷ ξύλῳ, ὥσπερ τῷ κατ᾿ ὦμον·
一般的な器具としては、長さ6ペーキュス、幅2ペーキュス、厚さ1スピタメーの板があり、両端に2つの低い巻き上げ機を備えている。 また、中央には適度な小柱を備えており、そこから梯子の段のようになって、肩の(木材)のように、台座の木材に適合するように取り付けられている。
καταγλύφους δὲ, ὥσπερ ληνοὺς, λείας ἔχειν, τετραδακτύλους εὖρος καὶ βάθος, καὶ διαλιπεῖν τοσοῦτον, ὅσον αὐτῇ τῇ μοχλεύσει ἐς διόρθωσιν·
また、板には圧搾槽のような滑らかな溝が彫られており、その幅と深さは4指幅であり、梃子による矯正操作そのもののために必要なだけの間隔を空けておかなければならない。
ἐν μέσῳ δὲ τετράγωνον καταγλυφὴν, ὥστε στυλίσκον ἐνεῖναι, ὃς παρὰ περίνεον ἐὼν περιῤῥέπειν τε κωλύσει, ἐών τε ὑποχάλαρος ὑπομοχλεύσει.
中央には四角い彫り込みがあり、そこに小柱を入れることができる。 その小柱は会陰のそばにあって、体が横に滑り落ちるのを防ぐとともに、少し緩みがあれば下からの梃子となる。
Χρὴ δὲ, τῆς σανίδος [ἢ] ἐν τῷ τοίχῳ [τὸ ἄκρον] καταγεγλυμμένον τι ἐχούσης, τοῦ ξύλου ὦσαι τὸ ἄκρον, ἐπὶ δὲ θάτερα καταναγκάζειν, ὑποτιθέντα μαλθακά τινα σύμμετρα.
そして、板の端が壁の中に彫り込まれた凹み(穴)を持っているか(あるいは壁に固定されて)、木材(梃子)の端をその穴に押し込み、もう一方の端を押し下げるべきである。 その際、下に適当な柔らかい当て物を敷いておく。
§3939. Οἷσιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, μέση ἵζει ἡ ῥὶς τουτέοισιν.
39. 口蓋から骨が脱落した人々においては、鼻の中央が陥没する。
Οἱ δὲ φλώμενοι κεφαλὰς ἄνευ ἕλκεος, ἢ πεσόντος, ἢ κατάξαντος, ἢ πιέσαντος, τουτέων ἐνίοισι τὰ δριμέα ἔρχεται ἀπὸ κεφαλῆς κατὰ τὰς φάρυγγας, καὶ ἀπὸ τρώματος ἐν τῇ κεφαλῇ, καὶ ἐς τὸ ἧπαρ, καὶ ἐς τὸν μηρόν.
傷を伴わずに頭部に打撲を負った人々、すなわち、落下したため、あるいは骨折したため、あるいは圧迫されたため(に打撲を負った人々)のうち、ある人々においては、刺激性の体液が頭部から咽頭を通って下り、また頭部の傷からも(体液が下りて)、肝臓や大腿へと至る。