Humanitext Reader

希波克拉底 · 整复法 §30-33

踵部挫伤与足部脱位及开放性损伤的危险

第 7 段,共 10 段 · 希腊语

内容简介

本文阐述了因高处跳下导致踵部挫伤及其严重并发症的治疗方法、踝关节脱位以及先天性内翻足的矫正方法,并针对骨骼暴露的开放性脱臼警告了原则上禁止复位及其致命危险。

§3030. Ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβασ ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν.
30. 那些从高处跳下并以踵部着地,导致骨骼离裂、血管出血、周围腱部受挫伤的人,当出现最严重的情况时,该部位有发生坏死并在其一生中带来麻烦的危险。
Καὶ ῥοικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα.
此时骨骼会变形,腱部也会互相粘连。
Ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ἢ ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, ἢ μηρῷ, νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τουτέοισιν, ἢ ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη ἡ πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων.
因为在那些由于骨折,或由于下腿或大腿的伤口导致与其相连的腱部脱落的人中,或者由于其他不小心的卧姿导致踵部变黑的人中,由于这些原因同样会产生有害的后果。
Ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥόων πελιώσιες, καὶ γαγγραινώσιες.
有时在坏死之外,还会出现极高热、呃逆、震颤、精神错乱和迅速死亡,以及充血静脉的青紫和坏疽。
Σημεῖα τῶν παλιγκοτησάντων· ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ᾖ· ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι·
病情恶化的征象是:如果溢血、变黑以及周围部位显得稍硬且发红;因为如果在硬化的同时出现青紫,就有坏死的危险。
ἢν δ᾿ ὑποπέλια ἢ καὶ πέλια μάλα, καὶ κεχυμένα, ἢ ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά.
但如果稍显青紫或非常青紫,但呈扩散状,或是微黄绿色且柔软,这在所有此类情况中都是好的征象。
Ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι.
治疗方法是:若无发热,则给以藜芦;若有发热,则不要给,但在需要时可给以酸甜的饮料。
Ἐπίδεσις δὲ, ἡ ἄρθρων σύνδεσις· ἔτι δὲ ταῦτα· μᾶλλον τοῖσι φλάσμασι, καὶ ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι· πίεξις ἧσσον· ὕδωρ πλέον· προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ.
包带法同关节紧缚法;此外,对于挫伤,应使用更多、更柔软的布,压力要小,水要多,且在踵部周围包裹最多。
Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς την πτέρνην ἀποπιέζηται· ἀνωτέρω γούνατος· ἔστω εὔθετος· νάρθηξι μὴ χρήσασθαι.
包扎时的姿势应使压力不致施加于踵部;应将其置于高于膝盖的舒适位置,切勿使用夹板。
§3131. Ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω.
31. 当足部脱位时,无论是单独脱位还是连同骨端一起,通常向内侧脱出。
Εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος.
若未复位,随着时间的推移,与脱位相反一侧的臀部、大腿和下腿会萎缩。
ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη.
复位方法与手腕相同,但牵引力要更强。
Ἴησις, νόμος ἄρθρων.
治疗遵循关节的一般法则。
Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ.
若保持安静,其恶化程度轻于手腕。
Δίαιτα μείων, ἐλινύουσι γάρ.
由于患者处于静止状态,饮食应减少。
Τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.
先天性的或在发育期的情况,遵循前述的比例。
§3232. Ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος.
32. 既然先天性轻微脱位的人中有些是可以矫正的,尤其是足部内翻足,因为内翻足不止一种类型。
Ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω.
其治疗方法是:像捏蜡一样进行塑形,使用含有松脂的蜡膏、大量的包带,或将鞋底或铅板绑在上面,但不要直接接触皮肤;悬吊和姿势应与矫正方向相符。
§3333. Ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπαιωρέεσθαι, μηδ᾿ ἀπαναγκάζεσθαι.
33. 若发生脱臼并造成伤口使骨骼突出,最好将其放任,不要悬吊,也不要强行复位。
Ἴησις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν (ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν), καὶ φύλλοισιν· χειμῶνος δὲ, εἰρίοισι ῥευπωμένοισι τῆς σκέπης εἵνεκα· μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν· δίαιτα λεπτή.
治疗用沥青膏,或用温热的葡萄酒浸湿的棉垫,以及叶子;冬季则使用带脂的粗毛以防寒;不要敷泥膏,也不要包扎;饮食宜清淡。
Ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις· εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια.
寒冷、重压、挤压、强力、姿势的强加,须知所有这些都是致命的。
Μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς· ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πτ, ἄλλῃ, κατὰ λόγον.
即使得到适当治疗,也会留下难看的跛行;因为如果发生在足部,足会向上缩,若在其他部位,则按比例变形。
Ὀστέα οὐ μάλα ἀφίστανται· μικρὰ γὰρ ψιλοῦται, περιωτειλοῦται λεπτῶς.
骨骼不易脱落;它们仅稍微裸露,并形成薄疤愈合。
Τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ, ἀνωτάτω.
在这些情况中,最大的关节和最高处的关节最危险。
Ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα, ἄκρην· ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους· ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῃ, ἢ τῇ δευτέρῃ· ἢν δὲ μὴ, πρὸς τὰς δέκα· ἥκιστα τεταρταῖα·
拯救生命的唯一希望是不进行复位,但手指、脚趾和手部末端除外;对于这些,应预先告知危险;应在第一天或第二天尝试复位,否则应在第十天左右;第四天最不该尝试。
ἐμβολὴ δὲ, οἱ μοχλίσκοι· ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη· ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι.
复位使用小杠杆;治疗方法与头部骨骼相同,并需保暖;对于复位者,最好立即使用藜芦。
Τὰ δ᾿ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι· τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα.
至于其他大关节,必须清楚知道,一旦复位就会导致死亡;最大和最高处的关节最确定且最迅速地带来死亡。
Ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα· καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς· οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ᾿ ἀπὸ τῶν ἐντεινόντων.
足部脱位后,会发生痉挛和坏疽;如果复位后出现这些症状中的任何一种,若说还有什么希望的话,那希望就在于重新将其脱位;因为痉挛并非由放松引起,而是由紧张引起。

词汇与语法注释

  1. 30σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν — 分词 `σφακελίσαντα`(发生坏死)是不定过去时宾格分词,在非人称句构 `κίνδυνος [ἐστί] + 不定词` 中,作为不定式 `παρασχεῖν`(引起)在句法上的主语(或与之修饰的成分)。`τὸν αἰῶνα` 是表示时间持续的宾格,意为“一生”或“终身”。
  2. 31τὸ ἀντίον τοῦ ὀλισθήματος — `τὸ ἀντίον`(相反的部分)作为名词性使用,修饰属格 `τοῦ ὀλισθήματος`(脱位)。这表示由于废用性萎缩,与脱位方向相反一侧的(大腿或下腿等)肌肉组织会变细。
  3. 33ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπαιωρέεσθαι — 分词 `ἐώμενα`(被放任、被留下)为中性复数,与形容词比较级 `ἀμείνω`(更好)结合,表示“这些情况最好予以放任”。`ὥστε` 引导结果或目的从句,指示“以便不被悬吊”。
  4. 33ἐκβάλλοντι ἐλπὶς — 现在分词与格 `ἐκβάλλοντι` 表示“在(将已复位的关节)重新脱位时”或“对于重新脱位的人而言”(关系与格或关涉与格)。与 `ἐλπίς`(希望)结合,表达了“只有重新使其脱位(解除复位)才有救治希望”的医学判断。

引用这一段

希波克拉底, 整复法 §30-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:30-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。