- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:34-37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
手足の末端における切断術や、骨・筋肉の壊死に伴う脱落・切除の時期と経過、合併症について論じる。続いて、脊柱の後弯(内側・外側)や肋骨の骨折・挫傷の症状、治療法、および患者の年齢や体質による予後の違いを解説する。
34. Αἱ δὲ ἀποκοπαὶ ἢ ἐν ἄρθρῳ, ἢ κατὰ τὰ ὀστέα, μὴ ἄνω, ἀλλ᾿ ἢ παρὰ τῷ ποδὶ, ἢ παρὰ τῇ χειρὶ, ἐγγὺς περιγίνονται,1 ἢν μὴ αὐτίκα μάλα λειποθυμίῃ ἀπόλωνται. Ἴησις, ὡς κεφαλῆς, θέρμη.
34. 関節部位、あるいは骨のところでの切断術は、上方ではなく、足あるいは手の近くにおいてであれば、直ちに失神によって死亡するのでなければ、ほとんど助かる。治療は、頭部に対するものと同様、温熱を用いる。
35. Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασι πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. Καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. Οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὅρια τῆς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. Δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν2 καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. Μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. Ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. Τὰ δ᾿ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ᾿ ἐπιπολαιότερον. Προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω. Ἡ ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος· σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει. Ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι·, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.
35. しかし、筋肉組織の壊疽や、出血を伴う傷において緊縛されたもの、骨折において圧迫されたもの、包帯によって黒ずんでしまったものについては、大腿や上腕の一部が脱落し、骨と肉が[脱落する]人々であっても、多くは助かる。というのも、その他の点では耐えやすいからである。したがって、骨折した人々において、肉の剥離は速やかであるが、骨の脱落は、骨が露出した境界があるところ、その場所で脱落するが、より遅い。傷口より下にある部分、および健康な体の一部をも、あらかじめ切除する必要がある(なぜなら、それはあらかじめ壊死するからである)。その際、痛みに注意しなければならない。というのも、彼らは失神と同時に死亡するからである。大腿骨はこのようなケースにおいて80日目に分離し、下腿は20日目に切除された。また下腿の骨は、その中央部で60日目に分離した。このようなケースにおいて(骨の脱離が)速いか遅いかは、医師による圧迫の有無による。しかし、穏やかに進行する他のすべてのケースでは、骨は脱落せず、肉から露出することもないが、より浅い。これらを予期しておくべきである。というのも、大半は(実際よりも)恐ろしく見えるだけで、それほど悪くはないからである。治療は穏やかに行う。温熱、厳格な食事制限。出血と冷気の危険がある。姿勢については、初めは(足を)上向きにし、その後は膿の滞留を防ぐために、水平にするか、あるいは都合の良いようにする。このような症例や黒ずみの発生時には、出血や下痢が起こり、危機の時期には激しいが数日で治まる。食欲が全くなくなるわけではなく、発熱もしない。また空腹にさせて(血管を空にして)はならない。
36. Ὕβωσις, ἡ μὲν εἴσω, ἐπιθάνατος, οὔρων σχέσιος, ἀποναρκώσιος·3 τὰ δὲ ἔξω, τουτέων ἀσινέα τὰ πλεῖστα, πουλὺ μᾶλλον, ἢ ὅσα σεισθέντα μὴ ἐξέστη· αὐτὰ μὲν ἑωυτοῖσι κρίσιν ποιησάμενα, κεῖνα δὲ ἐπὶ πλέον τῷ σώματι ἐπιδιδόντα, καὶ ἐν ἐπικαίροις ἔοντα. Οἷον πλευραὶ κατεαγεῖσαι μὲν, ὀλίγαι πυρετώδεες, καὶ αἵματος πτύσιος, καὶ σφακελισμοῦ, ἤν τε μία, ἤν τε πλείους, μὴ κατασχισθεῖσαι δέ· καὶ ἴησις φαύλη, μὴ κενεαγγοῦντα, ἢν ἀπύρετος ἔῃ· ἐπίδεσις, ὡς νόμος· ἡ δὲ πώρωσις, ἐν εἴκοσιν ἡμέρῃσι, χαῦνον γάρ. Ἢν δ᾿ ἀμφιφλασθῇ, φυματίαι, καὶ βηχώδεες, καὶ ἔμμοτοι, καὶ πλευρὰς ἐσφακέλισαν· παρὰ γὰρ πλευρὴν ἑκάστην, ἀπὸ πάντων τόνοι εἰσίν. Πολλοὶ δὲ καὶ αἷμα ἔπτυσαν, καὶ ἔμπυοι ἐγένοντο. Ἡ δὲ μελέτη, ἴησις, ἐπίδεσις, ὡς νόμος· διαίτης τὰ πρῶτα ἀτρεκέως, ἔπειτα ἁπαλύνειν· ἡσυχίῃ, σιγῇ· σχήματα, κοιλίη, ἀφροδίσια. Ἀτὰρ οἷς ἄναιμα, ἐπωδυνώτερα τῶν καταγνυμένων, καὶ φιλυποστροφώτερα χρόνοισιν· οἷσι δὲ καταλείπεται μυξῶδες, ὑπομιμνήσκει ἐν πόνοισιν. Ἴησις, καῦσις, τοῖσι μὲν ἀπ᾿ ὀστέου, μέχρις ὀστέου, μὴ αὐτὸ δέ· ἢν δὲ μεταξὺ, μὴ πέρην, μηδὲ ἐπιπολῆς. Σφακελισμός· καὶ τὰ ἔμμοτα πειρᾶσθαι· εἰρήσεται ἅπαντα τὰ ἐπεσιόντα. Ὁρατὰ, λόγοις δ᾿ οὐ μὴ,4 βρώματα, πόματα, θάλπος, ψῦχος, σχῆμα, ὅτι καὶ φάρμακα, τὰ μὲν ξηρὰ, τὰ δὲ ὑγρὰ, τὰ δὲ πυῤῥὰ, τὰ δὲ μέλανα, τὰ δὲ λευκὰ, τὰ δὲ στρυφνὰ, ἐπὶ ἕλκη, οὕτω καὶ δίαιται.
36. 脊柱の後弯について、内側(前方)へのものは、尿閉や麻痺を伴い、致命的である。しかし、外側(後方)へのものは、その多くが無害であり、震動を受けただけで脱臼しなかったものよりも、はるかに無害である。というのも、前者はそれ自体で危機の解決を迎えるが、後者はより広く体に悪影響を及ぼし、生命維持に重要な部位に関わるからである。例えば、肋骨が折れた場合、それが1本であろうと複数であろうと、裂けていなければ、発熱、吐血、壊死を引き起こすことはほとんどない。そして治療は平易であり、熱がなければ食事制限をしてはならない。包帯法は通常通り。仮骨形成は20日以内に起こる、なぜなら肋骨は海綿状だからである。しかし、もしひどく挫傷した場合は、結節ができ、咳が出て、膿を排出し、肋骨が壊死する。なぜなら、各肋骨の傍らには、あらゆる部位からの腱が走っているからである。多くの者が血を吐き、膿胸になる。処置、治療、包帯法は通常通りにする。食事は最初は厳格にし、そのあと緩める。安静にし、沈黙を守る。姿勢、便通、性交に配慮する。しかし、出血を伴わない挫傷は骨折よりも痛みが強く、時間の経過とともに再発しやすい。また、粘液状の物質が残る人々においては、痛みの際、その(元の)痛みを思い出させる。治療は焼灼であり、骨に起因するものに対しては骨に達するまで行うが、骨自体は焼いてはならない。その中間の場合は、深すぎず、また浅すぎないようにする。壊死。また、排膿用の詰め物を試みるべきである。後に続くすべての事柄において説明される。これらは目に見えるものであり、言葉だけで説明できるものではない。食物、飲料、温熱、冷気、姿勢、さらには薬についても、乾燥したもの、湿ったもの、赤っぽいもの、黒っぽいもの、白いもの、渋いものなど、傷に対して用いられるのと同様に、食事法もそうである。
37. Τὰ δ᾿ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. Οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ᾿ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. Ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ᾿ ἐπισημαίνεται, δι᾿ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. Εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οἷσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. Ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. Ἀτὰρ καὶ ἐς τὰ πλάγια διαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κατακέωνται· καὶ ἔχει προγνώσιας.
37. 落下による歪みは矯正するのがより困難である。そして、横隔膜より上のものは、矯正するのがより困難である。子供の時にこの変形が起きた人々では、(胴体は)一緒に成長せず、脚と手と頭だけが成長する。成人した人々における後弯は、差し当たりはその疾患から免れるが、時間の経過とともに、若者たちにおけるのと同様の症状によって現れるが、悪性度はより低い。しかし、これがふくよかで脂肪に富む体質に変わる人々は、これを容易に耐え忍ぶ。彼らのうち、60歳前後まで生きる者は稀である。しかしまた、側方への歪みも生じる。彼らが横たわる姿勢もその共同原因であり、これについても予後がある。
- 34ἐγγὺς περιγίνονται
「ほぼ生存する」「ほとんど助かる」の意。副詞 ἐγγύς(近く、ほぼ)が、生存や回復を意味する動詞 περιγίνονται を修飾している。
- 35δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν
不定形 προσαφαιρέειν(さらに取り除く、切除する)の目的語として、対格の τὰ κατωτέρω(より下部のもの)と、属格の τοῦ σώματος τοῦ ὑγιέος(健康な体の一部)の双方が並列されている。また、対格単数男性分詞 φυλασσόμενον は、不定形プロセスの暗黙の主語(医師)に一致する。
- 36οὔρων σχέσιος, ἀποναρκώσιος
脊椎の内側(前方)への湾曲(Ὕβωσις, ἡ μὲν εἴσω)に随伴する症状を示す属格。形容詞 ἐπιθάνατος(致命的な)にかかる関係・随伴の属格と解釈され、「尿閉や(下肢の)麻痺を伴って致命的である」となる。
- 36λόγοις δ᾿ οὐ μὴ
二重否定 οὐ μή に続く、伝達や表現を意味する動詞(不定詞や接続法)が省略された強い否定表現。ここでは「言葉によっては決して(説明)できない」という確信的否定を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-10-11)
- 2026-10-11 底本との照合 — 原文 1 件
- 2026-09-22 AI校閲 — 原文 1 件
