← ヒポクラテス

梃子の原理を応用した整復法

§30-33

踵の挫傷と足の脱臼および開放性脱臼の危険

高所からの着地による踵の挫傷とその重篤な合併症の治療法、足首の脱臼、および生まれつきの内反足の矯正方法について述べ、さらに骨が露出する開放性脱臼に対する原則的整復禁止とその危険性について警告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

​30. Ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν.1 Καὶ ῥοικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. Ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ἢ ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, ἢ μηρῷ, νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τουτέοισιν, ἢ ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη ἡ πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων. Ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥόων πελιώσιες, καὶ γαγγραινώσιες. Σημεῖα τῶν παλιγκοτησάντων· ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ᾖ· ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι· ἢν δ᾿ ὑποπέλια ἢ καὶ πέλια μάλα, καὶ κεχυμένα, ἢ ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. Ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι. Ἐπίδεσις δὲ, ἡ ἄρθρων σύνδεσις· ἔτι δὲ ταῦτα· μᾶλλον τοῖσι φλάσμασι, καὶ ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι· πίεξις ἧσσον· ὕδωρ πλέον· προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ. Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς την πτέρνην ἀποπιέζηται· ἀνωτέρω γούνατος· ἔστω εὔθετος· νάρθηξι μὴ χρήσασθαι.

​30. 高所から飛び降りて踵で着地し、そのために骨が離裂し、血管から血液が溢出し、腱が周囲から挫傷された人々においては、極めて重篤な状態が生じたときには、その部位が壊死を起こして、一生涯にわたって問題を引き起こす危険がある。また、骨は曲がり、腱は互いに癒着する。なぜなら、下腿や大腿におけるような骨折や傷のために、これらに繋がっている腱が引き剥がされた人々、あるいは他のがさつな寝かせ方のせいで踵が黒ずんでしまった人々においても、このような原因から同様に有害な結果が生じるからである。時として、壊疽に加えて、極めて急激な発熱、吃逆、震え、精神錯乱、急死が起こり、さらに怒張した静脈の青黒い変色や壊疽が起こる。悪化した状態の徴候は、溢血や黒ずみ、およびその周辺がやや硬くて赤みを帯びている場合である。なぜなら、硬直を伴って青黒くなるならば、壊死する危険があるからである。しかし、もしやや青黒いか、あるいは非常に青黒くても、浸潤しているか、あるいはやや青白くて柔らかいなら、これらはこのようなすべてのケースにおいて良い徴候である。治療としては、もし発熱していなければヘレボロスを投与するが、熱があるなら投与しない。しかし、必要ならば、甘酸っぱい飲み物を与える。包帯法は関節の緊縛法に準じる。さらに以下の点に注意する。挫傷部位に対しては、より多くの、より柔らかい布を用い、圧迫はより弱くし、水はより多く使い、踵の周りを最も厚く包む。包帯の当て方は、踵に圧迫が加わらないようにする。膝より高い位置に脚を上げ、安楽な配置にし、副木は用いてはならない。

§31

​31. Ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω. Εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος.2 ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη. Ἴησις, νόμος ἄρθρων. Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ. Δίαιτα μείων, ἐλινύουσι γάρ. Τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.

​31. 足が外れるとき、それ単独で、あるいは骨端を伴って外れるにせよ、より内側に脱臼する。もし整復されないなら、時間の経過とともに、脱臼の反対側の大腿、臀部、下腿が細くなる。整復法は手首と同様であるが、牽引はより強く行う。治療は関節の一般的規則に従う。安静にするならば、手首よりも悪化しにくい。彼らは安静にしているので、食事は少なめにする。生まれつき、あるいは成長期にある場合については、前述の比率に従う。

§32

​32. Ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος. Ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω.

​32. 生まれつきわずかに滑脱しているもののうち、あるものは矯正可能である。特に足の内反足がそうである。というのも、内反足には一つの様式だけがあるのではないからである。これの治療は以下の通りである。蝋細工のように成形し、松脂入りの蝋軟膏を用い、多くの包帯を巻き、あるいは底革や鉛の板を直接皮膚に触れないようにして一緒に縛り付ける。吊り上げを行い、その固定方法が矯正の方向に一致するようにする。

§33

​33. Ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπαιωρέεσθαι,3 μηδ᾿ ἀπαναγκάζεσθαι. Ἴησις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν (ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν), καὶ φύλλοισιν· χειμῶνος δὲ, εἰρίοισι ῥευπωμένοισι τῆς σκέπης εἵνεκα· μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν· δίαιτα λεπτή. Ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις· εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια. Μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς· ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πῃ ἄλλῃ, κατὰ λόγον. Ὀστέα οὐ μάλα ἀφίστανται· μικρὰ γὰρ ψιλοῦται, περιωτειλοῦται λεπτῶς. Τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ, ἀνωτάτω. Ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα, ἄκρην· ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους· ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῃ, ἢ τῇ δευτέρῃ· ἢν δὲ μὴ, πρὸς τὰς δέκα· ἥκιστα τεταρταῖα· ἐμβολὴ δὲ, οἱ μοχλίσκοι· ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη· ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι. Τὰ δ᾿ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι· τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα. Ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα· καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς,4 εἴ τις ἄρα ἐλπίς· οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ᾿ ἀπὸ τῶν ἐντεινόντων.

​33. もし脱臼して傷を作り、骨が外に突出している場合、それらは整復せずに放置しておく方が良い。その際、宙吊りにしたり、強制的に整復しようとしたりしてはならない。治療は、ピッチ軟膏、あるいは温かいワインに浸したスポンジ、および葉による。冬には保護のために脂ぎった粗毛を用いる。パップ剤を塗ったり包帯を巻いたりしてはならない。食事は軽くする。冷気、重い荷重、圧迫、強制的整復、特定の姿勢の強要、これらはすべて致命的であることを知っておくべきである。しかし、適度に治療された場合でも、見苦しく跛行することになる。なぜなら、もし足元で起きるなら、足は上方に引き上げられ、他の場所で起きるなら、それに応じて変形するからである。骨はそれほど剥離しない。わずかに露出するだけで、薄い傷跡で覆われる。これらの中で最も大きい関節や、最も高い位置にあるものが最も危険である。救命の唯一の希望は、整復しないことである。ただし、手の指、足の指、手の先端は例外である。しかしこれらに対しても、あらかじめ危険性を告げておくべきである。整復を試みるのは最初の日か2日目であるべきで、そうでなければ10日目頃に行うべきである。4日目には最も行うべきではない。整復法は小さな梃子を用いる。治療は頭蓋骨に対するものと同様であり、温熱を用いる。また、整復された患者に対しては、直ちにヘレボロスを使用するのがより良い。その他の大きな関節については、もし整復しようとすれば、死に至るということを十分に知っておかねばならない。最大の関節、最も高い位置のものが最も確実に、かつ最も迅速に死をもたらす。足が関節から外れて、痙攣や壊疽が起こる。もし整復された後にこれらの症状のいずれかが発生した場合には、再び関節を外すことに、もし何らかの希望があるとするならば、希望がある。というのも、痙攣は緩めるものからではなく、緊張させるものから生じるからである。

構文注4 件
  1. 30σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν

    分詞 σφακελίσαντα(壊死を起こして)はアオリスト対格分詞であり、非人称構文 κίνδυνος [ἐστί] + 不定詞 における不定詞 παρασχεῖν(引き起こす)の意味上の主語(または主語に付随する述語的用法)として対格をとっている。τὸν αἰῶνα は時間の持続を示す対格(「一生にわたって」「生涯」)である。

  2. 31τὸ ἀντίον τοῦ ὀλισθήματος

    τὸ ἀντίον(反対側の部分)は名詞的に用いられ、属格 τοῦ ὀλισθήματος(脱臼、滑脱)に係る。これは「脱臼した部位とは反対側の(大腿や下腿などの)筋肉組織」が廃用性萎縮によって細くなることを意味している。

  3. 33ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπαιωρέεσθαι

    分詞 ἐώμενα(放置される、そのままにされる)は、主節の主格複数中性(または対格複数中性)として形容詞の比較級 ἀμείνω(より良い)と結合し、「これらは放置される方がより良い」という判断を示す。ὥστε 節は結果・目的を表し、「吊り下げられないように」という指示を導く。

  4. 33ἐκβάλλοντι ἐλπὶς

    現在分詞与格 ἐκβάλλοντι は「(一度整復された関節を)再び外すことにおいて」または「外す者にとって」という意味を表す(関係の与格、または関与の与格)。これに ἐλπίς(希望)が続くことで、「再び脱臼させること(整復を解除すること)にこそ救いの希望がある」という医学的判断を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:30-33