Humanitext Reader

希波克拉底 · 整复法 §3-5

耳部创伤与下颌及肩关节脱臼的整复法

第 2 段,共 10 段 · 希腊语

内容简介

详细论述了耳朵、下颌和肩部损伤(骨折与脱臼)的诊断,以及适用于各部位的具体整复与治疗方法。

§33. Οὖς κατεαγὲν, μὴ ἐπιδεῖν, μηδὲ καταπλάσσειν· ἢν δέ τι δέῃ, ὡς κουφότατον, ἡ κηρωτή· καὶ θείῳ κατακολλᾷν.
3. 折断的耳朵不可包扎,亦不可敷贴药膏;若有需要,应使用尽可能轻的东西,即蜡膏,并用硫黄粘合。
Ὧν δὲ ἔμπυα τὰ ὦτα, διὰ παχέος εὑρίσκεται·
对于耳朵化脓的人,脓液是通过厚厚的组织被发现的。
πάντα δὲ τὰ ὑπόμυξα καὶ τῇ ὑγρῇ σαρκὶ πλήρεα ἐξαπατᾷ·
然而,所有含有粘液并充满湿润肉质的东西都会欺骗医生。
οὐ μὴ βλάβη γένηται στομωθὲν τὸ τοιοῦτον· ἐστὶ γὰρ ἄσαρκα καὶ ὑδατώδεα, μύξης πλέα, ὅπου δὲ καὶ οἷα ἐόντα θανατώδεά ἐστι, παρεθέντα.
对此类部位进行切开,绝不会产生危害;因为它们没有肌肉,水分多,充满粘液,而且无论在何处,处于何种状态,若被放任不管,都是致命的。
Ὤτων καῦσις πέρην, τάχιστα ὑγιάζει· κυλλὸν δὲ καὶ μεῖον γίνεται τὸ οὖς, ἢν πέρην καυθῇ.
将耳朵彻底烧灼能最快治愈;但若彻底烧灼,耳朵会变得畸形且变小。
Ἢν δὲ στομωθῇ, κούφῳ ἐναίμῳ δεήσει χρῆσθαι.
若进行切开,则需要使用温和的止血剂(伤药)。
§44. Γνάθοι δὲ κατασπῶνται μὲν πολλάκις καὶ καθίστανται· ἐκπίπτουσι δὲ ὀλιγάκις, μάλιστα μὲν χασμωμένοισιν· οὐ γὰρ ἐκπίπτει, ἢν μή τις χανὼν μέγα παρανάγῃ·
4. 下颌经常被拉下并复位;但极少脱臼,尤其是在打哈欠时;因为除非张大嘴并向侧面移动,否则不会脱臼。
ἐκπίπτει δὲ μᾶλλον, ὅτι τὰ νεῦρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ.
而更容易脱臼,是因为韧带处于斜向且弯曲的状态,容易让步。
Σημεῖα· προέχει ἡ κάτω γνάθος, καὶ παρέστραπται τἀναντία τοῦ ἐκπτώματος, ξυμβάλλειν οὐ δύνανται· ἢν δ᾿ ἀμφότεραι, προΐσχουσι μᾶλλον, συμβάλλουσιν ἧσσον, ἀστραβέες· δηλοῖ δὲ τὰ ὅρια τῶν ὀδόντων τὰ ἄνω τοῖσι κάτω κατ᾿ ἴξιν.
征象:下颌突出,并向脱臼对侧歪斜,患者无法闭口;若双侧脱臼,则下颌突出更甚,更难闭合,但无歪斜;这可通过上下牙齿的边缘在一条线上直对来表明。
Ἢν οὖν ἀμφότεραι ἐκπεσοῦσαι μὴ αὐτίκα ἐμπέσωσι, θνήσκουσι δεκαταῖοι οὗτοι μάλιστα πυρετῷ ξυνεχέϊ, νωθρῇ τε καρώσει· οἱ γὰρ μύες οὗτοι, τοιοῦτοι· γαστὴρ ἐπιταράσσεται ὀλίγα ἄκρητα· καὶ ἢν ἐμέωσι, τοιαῦτα ἐμέουσιν.
因此,若双侧脱臼而未能立即复位,这些患者多在第十天左右死于持续的高热和迟钝的昏睡;因为这些肌肉具有这样的性质;胃部功能紊乱,排出少量未混合的物质;若发生呕吐,呕吐出来的也是这类东西。
Ἡ δ᾿ ἑτέρη ἀσινεστέρη.
而单侧脱臼则危险较小。
ἐμβολὴ δὲ ἡ αὐτὴ ἀμφοτέρων· κατακειμένου ἢ καθημένου τοῦ ἀνθρώπου, τῆς κεφαλῆς ἐχόμενον, περιλαβόντα τὰς γνάθους ἀμφοτέρας ἀμφοτέρῃσι χερσὶν ἔσωθεν καὶ ἔξωθεν, τρία ἅμα ποιῆσαι· ὦσαι ἐς ὀρθὸν, καὶ ἐς τοὐπίσω, καὶ συσχεῖν τὸ στόμα.
两者的整复方法相同:患者躺下或坐着,头部被固定,用双手从内侧和外侧夹住双侧下颌,同时做三件事:将其推回原位、向后推,并闭合口腔。
Ἴησις, μαλάγμασι, καὶ σχήμασι, καὶ ἀναλήψει γενείου, ποιοῦσι ταὐτὰ τῇ ἐμβολῇ.
治疗方法通过敷贴软化药、固定姿势以及托起下巴,能达到与整复相同的效果。
§55. Ὦμος δὲ ἐκπίπτει κάτω.
5. 肩关节向下方脱臼。
Ἄλλῃ δὲ οὔπω ἤκουσα.
我从未听说过向其他方向脱臼的。
Δοκέει μὲν γὰρ ἐς τοὔμπροσθεν ἐκπίπτειν, ὧν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν, οἷον καὶ τοῖσι βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα.
因为在那些因消耗病而关节周围肌肉萎缩的人身上,肩关节似乎向前方脱臼,正如在冬天因饥瘦而在牛身上所见到的那样。
Καὶ ἐκπίπτει μᾶλλον, τοῖσι δὲ λεπτοῖσιν, ἢ ἰσχνοῖσι, [ἢ ξηροῖσι] καὶ τοῖσιν ὑγράσματα περὶ τὰ ἄρθρα ἔχουσιν ἄνευ φλεγμονῆς· αὐτὴ γὰρ συνδεῖ.
而且,瘦弱者、纤细者,以及那些关节周围有积液而无炎症的人更易脱臼;因为炎症本身能使关节结合固定。
Οἱ δὲ καὶ βουσὶν ἐμβάλλοντες καὶ ἀποπερονῶντες ἐξαμαρτάνουσι, καὶ ὅτι διὰ τὴν χρῆσιν, ὡς χρῆται βοῦς σκέλεϊ, λήθει, καὶ ὅτι κοινὸν καὶ ἀνθρώπῳ οὕτως ἔχοντι τὸ σχῆμα τοῦτο· τό τε Ὁμήρειον· καὶ διότι λεπτότατοι βόες τηνικαῦτα.
而那些为牛进行整复并用针穿刺固定的人犯了错误,这既是因为由于牛使用其腿的方式,脱臼被忽视了,也是因为对于处于这种状态的人来说,这种形态也是相似的,正如荷马史诗所载,且因为牛在那个季节最瘦。
Ὅσα τε τὸν πῆχυν πλάγιον ἀπὸ πλευρέων ἄραντες δρῶσιν, οὐ πάνυ δύνανται δρᾷν, οἷσιν ἂν μὴ ἐμπέσῃ.
而那些将前臂从肋骨旁斜向举起而做的动作,若不进行整复,他们就完全无法做到。
Οἷσι μὲν οὖν ἐκπίπτει μάλιστα, καὶ ὡς ἔχουσιν, εἴρηται.
因此,对于哪些人最易脱臼以及他们处于何种状态,已经做了说明。
Οἷσι δὲ ἐκ γενεῆς, τὰ ἐγγύτατα μᾶλλον βραχύνεται ὀστέα, οἷον ἐν τούτῳ οἱ γαλιάγκωνες· πῆχυς δὲ ἧσσον, χεὶρ δὲ ἔτι ἧσσον, τὰ δ᾿ ἄνωθεν οὐδέν.
对于先天性脱臼者,最靠近关节的骨骼缩短得最多,例如在这种情况下出现的“鼬臂者”;前臂缩短较少,手部缩短更少,而上方的骨骼则完全不缩短。
Καὶ ἀσαρκότατα ἐγγύς· μινύθει δὲ μάλιστα τὰ ἐναντία τῶν ὀλιθημάτων, καὶ τὰ ἐν αὐξήσει, ἧσσον δέ τινι τῶν ἐκ γενεῆς.
且靠近关节的部位最无肉;肌肉萎缩在与脱臼相反的一侧最为显著,在处于发育期的人身上也是如此,但在先天性脱臼者中则稍轻。
Καὶ τὰ παραπυήματα, τὰ κατ᾿ ἄρθρον βαθέα, νεογενέσι μάλιστα παρ᾿ ὦμον γίνεται, καὶ τουτέοισιν ὥσπερ τὰ ἐξαρθρήσαντα ποιέει.
此外,关节旁的深部脓肿最常发生于新生儿的肩部,并对他们造成与脱臼相同的后果。
Ἢν δὲ ηὐξημένοισι, τὰ μὲν ὀστέα οὐ μειοῦται, οὐδὲ γὰρ ἔχει, ᾗ ἄλλα οὐ ξυναύξεται ὁμοίως· αἱ δὲ μινυθήσιες τῶν σαρκῶν· τοῦτο γὰρ καθ᾿ ἡμέρην καὶ αὔξεται καὶ μειοῦται, καὶ καθ᾿ ἡλικίας.
若是发生在成年人身上,骨骼并不会缩短,因为不存在其他骨骼不能同样共同生长的情况;但肌肉会发生萎缩,因为肌肉每天都在增加或减少,且因年龄而异。
Καὶ ἃ δύναται σχήματα, καὶ αὖ σημεῖον τὸ παρὰ τὸ ἀκρώμιον κατεσπασμένον καὶ κοῖλον, διότι, ὅταν τὸ ἀκρώμιον ἀποσπασθῇ, καὶ κοῖλον ᾖ, οἴονται τὸν βραχίονα ἐκπεπτωκέναι.
还有他们能够采取的姿势,此外还有肩峰旁被向下拉且凹陷的征象;因为当肩峰被拉开且呈现凹陷时,人们会以为上臂骨已经脱臼。
Κεφαλὴ δὲ τοῦ βραχίονος ἐν τῇ μασχάλῃ φαίνεται· αἴρειν γὰρ οὐ δύνανται, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως· ὁ ἕτερος ὦμος μηνύει.
上臂骨头显露于腋窝中;因为他们无法抬起手臂,也无法同样地向各处活动;另一侧健全的肩部可作对照显示。
ἐμβολαὶ δέ· αὐτὸς μὲν τὴν πυγμὴν ὑπὸ μασχάλην ὑποθεὶς, τὴν κεφαλὴν ἀνωθέειν, τὴν δὲ χεῖρα ἐπιπαράγειν ἐπὶ τὸ στῆθος.
整复方法:术者自身将拳头放于患者腋窝下,将股骨头向上推,同时将患者的手臂引向胸部。
Ἄλλη· ἐς τοὐπίσω περιαναγκάσαι, ὡς ἀμφισφαλῇ.
另一种方法:强力向后旋转,使其松动。
Ἄλλη· κεφαλῇ μὲν πρὸς τὸ ἀκρώμιον, χερσὶ δὲ ὑπὸ μασχάλην, κεφαλὴν ἀπάγειν βραχίονος, γούνασι δὲ ἀγκῶνα ἀπωθέειν, ἢ ἀντὶ τῶν γουνάτων τὸν ἀγκῶνα τὸν ἕτερον παράγειν, ὡς τὸ πρότερον.
另一种方法:用术者的头部顶住肩峰,双手放于腋窝下,将上臂骨头向外拉,同时用膝盖将肘部推开;或者用另一侧肘部代替膝盖,如前所述进行引动。
Ἢ κατ᾿ ὤμου ἵζεσθαι, ὑποθεὶς τῇ μασχάλῃ τὸν ὦμον· ἢ τῇ πτέρνῃ, ἐνθέντα ἐκπλήρωμα τῇ μασχάλῃ, δεξιῇ δεξιόν· ἢ περὶ ὕπερον· ἢ περὶ κλιμακτῆρα· ἢ περίοδος ξὺν τῷ ξύλῳ τῷ ὑπὸ χεῖρα τεινομένῳ.
或者将自己的肩膀置于患者腋窝下,让患者挂在肩膀上;或者用脚跟,在腋窝内放入填充物,右脚跟对右腋窝;或者利用药杵;或者利用梯子的横木;或者利用在腋下伸展的木板进行旋转法。
Ἴησις· τὸ σχῆμα, πρὸς πλευρῇσι βραχίων, χεὶρ ἄκρη ἄνω, ὦμος ἄνω· οὕτως ἐπίδεσις, ἀνάληψις.
治疗:姿势为上臂紧贴肋部,手部向上,肩膀向上;在此姿势下进行包扎和悬吊。
Ἢν δὲ μὴ ἐμπέσῃ, ἀκρώμιον προσλεπτύνεται.
若未能复位,肩峰会逐渐变瘦。

词汇与语法注释

  1. §3διὰ παχέος εὑρίσκεται — 此处的 διὰ παχέος 意为“通过厚厚的部分(组织)”,表示脓肿形成于皮肤较厚的深层位置。
  2. §3οὐ μὴ βλάβη γένηται — 否定小词 οὐ μή 与虚拟式过去时 γένηται 结合,表示强烈的否定,意为“绝不会产生(危害)”。
  3. §4ὅτι τὰ νευ̃ρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ — συνδιδοῖ 是未契合的不及物动词(或与中性复数主语 τὰ νευ̃ρα 一致的单数动词),意为“让步、延伸、变松”。这解释了由于韧带处于斜向且弯曲的状态,因此具有活动空间且容易延伸。
  4. §5ω̃ν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν — 关系代名词 ὧν 构成一个前置关系从句,省略 food 了作为先行词的指示代词(如 τούτοις,“在那些人中”),理解为“在那些因消耗而关节周围肌肉萎缩的人中”。
  5. §5ἃ δύναται σχήματα — 关系代词 ἅ 的先行词在上下文中间省略,意为“[他们能够采取的]姿势”,与表示脱臼征象的主句名词并列发挥作用。

引用这一段

希波克拉底, 整复法 §3-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:3-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。