← ヒポクラテス

梃子の原理を応用した整復法

§3-5

耳の創傷と下顎および肩関節の脱臼整復法

耳、顎、肩の損傷(骨折・脱臼)に対する診断と、それぞれに適用すべき具体的な整復・治療の方法について詳細に述べている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

​3. Οὖς κατεαγὲν, μὴ ἐπιδεῖν, μηδὲ καταπλάσσειν· ἢν δέ τι δέῃ, ὡς κουφότατον, ἡ κηρωτή· καὶ θείῳ κατακολλᾷν. Ὧν δὲ ἔμπυα τὰ ὦτα, διὰ παχέος εὑρίσκεται·1 πάντα δὲ τὰ ὑπόμυξα καὶ τῇ ὑγρῇ σαρκὶ πλήρεα ἐξαπατᾷ· οὐ μὴ βλάβη γένηται2 στομωθὲν τὸ τοιοῦτον· ἐστὶ γὰρ ἄσαρκα καὶ ὑδατώδεα, μύξης πλέα, ὅπου δὲ καὶ οἷα ἐόντα θανατώδεά ἐστι, παρεθέντα. Ὤτων καῦσις πέρην, τάχιστα ὑγιάζει· κυλλὸν δὲ καὶ μεῖον γίνεται τὸ οὖς, ἢν πέρην καυθῇ. Ἢν δὲ στομωθῇ, κούφῳ ἐναίμῳ δεήσει χρῆσθαι.

​3. 折れた耳は、包帯を巻いてはならず、湿布をあててもならない。もし何かが必要なら、できるだけ軽いもの、すなわち蝋軟膏を用い、硫黄で接着せよ。耳に膿がたまっている者においては、その膿は厚い組織を通して見出される。しかし、粘液を含み、湿った肉で満ちているものはすべて医師を欺くものである。このようなものに切開を加えても、決して害が生じることはない。なぜなら、それらは肉がなく、水っぽく、粘液に満ちており、また、どこであれ、そのような状態にあるものは、放置されると致命的になるからである。耳を貫通して焼灼することは、最も速く治癒させる。しかし、貫通して焼灼されると、耳は歪んで小さくなる。もし切開されるならば、軽度の止血剤(傷薬)を用いる必要がある。

§4

​4. Γνάθοι δὲ κατασπῶνται μὲν πολλάκις καὶ καθίστανται· ἐκπίπτουσι δὲ ὀλιγάκις, μάλιστα μὲν χασμωμένοισιν· οὐ γὰρ ἐκπίπτει, ἢν μή τις χανὼν μέγα παρανάγῃ· ἐκπίπτει δὲ μᾶλλον, ὅτι τὰ νεῦρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ.3 Σημεῖα· προέχει ἡ κάτω γνάθος, καὶ παρέστραπται τἀναντία τοῦ ἐκπτώματος, ξυμβάλλειν οὐ δύνανται· ἢν δ᾿ ἀμφότεραι, προΐσχουσι μᾶλλον, συμβάλλουσιν ἧσσον, ἀστραβέες· δηλοῖ δὲ τὰ ὅρια τῶν ὀδόντων τὰ ἄνω τοῖσι κάτω κατ᾿ ἴξιν. Ἢν οὖν ἀμφότεραι ἐκπεσοῦσαι μὴ αὐτίκα ἐμπέσωσι, θνήσκουσι δεκαταῖοι οὗτοι μάλιστα πυρετῷ ξυνεχέϊ, νωθρῇ τε καρώσει· οἱ γὰρ μύες οὗτοι, τοιοῦτοι· γαστὴρ ἐπιταράσσεται ὀλίγα ἄκρητα· καὶ ἢν ἐμέωσι, τοιαῦτα ἐμέουσιν. Ἡ δ᾿ ἑτέρη ἀσινεστέρη. ἐμβολὴ δὲ ἡ αὐτὴ ἀμφοτέρων· κατακειμένου ἢ καθημένου τοῦ ἀνθρώπου, τῆς κεφαλῆς ἐχόμενον, περιλαβόντα τὰς γνάθους ἀμφοτέρας ἀμφοτέρῃσι χερσὶν ἔσωθεν καὶ ἔξωθεν, τρία ἅμα ποιῆσαι· ὦσαι ἐς ὀρθὸν, καὶ ἐς τοὐπίσω, καὶ συσχεῖν τὸ στόμα. Ἴησις, μαλάγμασι, καὶ σχήμασι, καὶ ἀναλήψει γενείου, ποιοῦσι ταὐτὰ τῇ ἐμβολῇ.

​4. 顎はしばしば下方に引っ張られ、元に戻るが、脱臼することはまれであり、特にあくびをするときに起こる。というのも、大きく口を開けて横にずらさない限り、脱臼しないからである。そして、靭帯が斜めに位置し、曲がっており、緩みやすいために、より脱臼しやすいのである。徴候。下顎が突き出、脱臼した側の反対側に歪み、彼らは口を閉じることができない。もし両側が脱臼した場合、さらに突き出し、閉じることはより困難であるが、歪みはない。それは、上の歯と下の歯の並びが直線的に対応していることによって示される。したがって、両側が脱臼し、直ちに復位されない場合、これらの患者は主に持続的な熱と鈍い昏睡によって、十日目あたりで死亡する。なぜなら、これらの筋肉はそのような性質のものだからである。胃は乱され、少量の未消化物を排出し、もし嘔吐するなら、そのようなものを嘔吐する。一方の側の脱臼は、より無害である。両方の復位方法は同じである。患者が横たわっているか座っている状態で、頭部を固定し、両方の顎を両手で内側と外側から挟み持ち、三つのことを同時に行う。すなわち、正しい位置に押し、後方に押し、そして口を閉じることである。治療は、皮膚軟化薬、固定法、および顎の吊り上げによって、復位と同じ効果をもたらすように行う。

§5

​5. Ὦμος δὲ ἐκπίπτει κάτω. Ἄλλῃ δὲ οὔπω ἤκουσα. Δοκέει μὲν γὰρ ἐς τοὔμπροσθεν ἐκπίπτειν, ὧν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν,4 οἷον καὶ τοῖσι βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα. Καὶ ἐκπίπτει μᾶλλον, τοῖσι δὲ λεπτοῖσιν, ἢ ἰσχνοῖσι, [ἢ ξηροῖσι] καὶ τοῖσιν ὑγράσματα περὶ τὰ ἄρθρα ἔχουσιν ἄνευ φλεγμονῆς· αὐτὴ γὰρ συνδεῖ. Οἱ δὲ καὶ βουσὶν ἐμβάλλοντες καὶ ἀποπερονῶντες ἐξαμαρτάνουσι, καὶ ὅτι διὰ τὴν χρῆσιν, ὡς χρῆται βοῦς σκέλεϊ, λήθει, καὶ ὅτι κοινὸν καὶ ἀνθρώπῳ οὕτως ἔχοντι τὸ σχῆμα τοῦτο· τό τε Ὁμήρειον· καὶ διότι λεπτότατοι βόες τηνικαῦτα. Ὅσα τε τὸν πῆχυν πλάγιον ἀπὸ πλευρέων ἄραντες δρῶσιν, οὐ πάνυ δύνανται δρᾷν, οἷσιν ἂν μὴ ἐμπέσῃ. Οἷσι μὲν οὖν ἐκπίπτει μάλιστα, καὶ ὡς ἔχουσιν, εἴρηται. Οἷσι δὲ ἐκ γενεῆς, τὰ ἐγγύτατα μᾶλλον βραχύνεται ὀστέα, οἷον ἐν τούτῳ οἱ γαλιάγκωνες· πῆχυς δὲ ἧσσον, χεὶρ δὲ ἔτι ἧσσον, τὰ δ᾿ ἄνωθεν οὐδέν. Καὶ ἀσαρκότατα ἐγγύς· μινύθει δὲ μάλιστα τὰ ἐναντία τῶν ὀλιθημάτων, καὶ τὰ ἐν αὐξήσει, ἧσσον δέ τινι τῶν ἐκ γενεῆς. Καὶ τὰ παραπυήματα, τὰ κατ᾿ ἄρθρον βαθέα, νεογενέσι μάλιστα παρ᾿ ὦμον γίνεται, καὶ τουτέοισιν ὥσπερ τὰ ἐξαρθρήσαντα ποιέει. Ἢν δὲ ηὐξημένοισι, τὰ μὲν ὀστέα οὐ μειοῦται, οὐδὲ γὰρ ἔχει, ᾗ ἄλλα οὐ ξυναύξεται ὁμοίως· αἱ δὲ μινυθήσιες τῶν σαρκῶν· τοῦτο γὰρ καθ᾿ ἡμέρην καὶ αὔξεται καὶ μειοῦται, καὶ καθ᾿ ἡλικίας. Καὶ ἃ δύναται σχήματα,5 καὶ αὖ σημεῖον τὸ παρὰ τὸ ἀκρώμιον κατεσπασμένον καὶ κοῖλον, διότι, ὅταν τὸ ἀκρώμιον ἀποσπασθῇ, καὶ κοῖλον ᾖ, οἴονται τὸν βραχίονα ἐκπεπτωκέναι. Κεφαλὴ δὲ τοῦ βραχίονος ἐν τῇ μασχάλῃ φαίνεται· αἴρειν γὰρ οὐ δύνανται, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως· ὁ ἕτερος ὦμος μηνύει. ἐμβολαὶ δέ· αὐτὸς μὲν τὴν πυγμὴν ὑπὸ μασχάλην ὑποθεὶς, τὴν κεφαλὴν ἀνωθέειν, τὴν δὲ χεῖρα ἐπιπαράγειν ἐπὶ τὸ στῆθος. Ἄλλη· ἐς τοὐπίσω περιαναγκάσαι, ὡς ἀμφισφαλῇ. Ἄλλη· κεφαλῇ μὲν πρὸς τὸ ἀκρώμιον, χερσὶ δὲ ὑπὸ μασχάλην, κεφαλὴν ἀπάγειν βραχίονος, γούνασι δὲ ἀγκῶνα ἀπωθέειν, ἢ ἀντὶ τῶν γουνάτων τὸν ἀγκῶνα τὸν ἕτερον παράγειν, ὡς τὸ πρότερον. Ἢ κατ᾿ ὤμου ἵζεσθαι, ὑποθεὶς τῇ μασχάλῃ τὸν ὦμον· ἢ τῇ πτέρνῃ, ἐνθέντα ἐκπλήρωμα τῇ μασχάλῃ, δεξιῇ δεξιόν· ἢ περὶ ὕπερον· ἢ περὶ κλιμακτῆρα· ἢ περίοδος ξὺν τῷ ξύλῳ τῷ ὑπὸ χεῖρα τεινομένῳ. Ἴησις· τὸ σχῆμα, πρὸς πλευρῇσι βραχίων, χεὶρ ἄκρη ἄνω, ὦμος ἄνω· οὕτως ἐπίδεσις, ἀνάληψις. Ἢν δὲ μὴ ἐμπέσῃ, ἀκρώμιον προσλεπτύνεται.

​5. 肩は下方に脱臼する。他の方向への脱臼は、私はまだ聞いたことがない。というのも、消耗のために関節の周りの肉が減少した人々においては、前方に脱臼しているように見えるからである。それは、冬に牛が痩せているためにそのように見えるのと同様である。そして、痩せた者、細い者、あるいは関節の周りに炎症を伴わない水分を持っている者において、より脱臼しやすい。なぜなら、炎症自体が結合させるからである。また、牛の肩を復位させ、針を通す人々は誤りを犯している。それは、牛が脚をどのように使うかという使用法のために脱臼が見過ごされること、そしてこのように痩せた状態の人間にとってもこの形状は共通していること、さらにホメロスの記述があること、そしてその時期に牛が最も痩せていることによる。そして、前腕を肋骨から横に持ち上げて行う動作は、復位されていない者には全く行うことができない。したがって、どのような者において最も脱臼しやすく、また彼らがどのような状態にあるかは述べられた。生まれつき脱臼している者においては、最も近い骨がより短くなり、例えばこの場合、腕の短い者のようになる。前腕はそれより短くならず、手はさらに短くならず、上部の骨は全く短くならない。そして、関節に近い部分は最も肉がない。また、肉の減少は脱臼の方向とは反対側で最も著しく、成長期にある者において最も著しいが、生まれつきの者においてはいくらか少ない。また、関節のそばの深い膿瘍は、新生児において特に肩の付近に生じ、これらは彼らに脱臼した者と同様の状態を引き起こす。もし成長した人々に起こるなら、骨は減少しない。というのも、他の骨が同様に共に成長しないという余地がないからである。しかし、肉の減少は起こる。なぜなら、肉は日々、また年齢に応じて増加しもすれば、減少もするからである。そして、彼らがとりうる姿勢、さらにまた、肩峰のそばが引き下げられて窪んでいるという徴候がある。なぜなら、肩峰が引き離されて窪んでいるとき、人々は上腕骨が脱臼したと考えるからである。上腕骨頭は腋窩に見出される。なぜなら、彼らは腕を持ち上げることも、あちこちへ同様に動かすこともできないからである。もう一方の肩がそれを示している。復位法。術者自身が拳を腋窩の下に置き、頭部を押し上げ、同時に患者の手を胸の方へ引き寄せる。別の方法。後ろへ無理に回して、ぐらつかせるようにする。別の方法。頭を肩峰にあて、手を腋窩の下に入れ、上腕の頭部を引き離し、膝で肘を押し出すか、あるいは膝の代わりに、前述のように、もう一方の肘を動かす。あるいは、腋窩の下に肩を入れ、肩越しに背負うようにすること。あるいは、腋窩に詰め物を入れて、踵で押すこと(右には右で)。あるいは、乳棒の周りで行うこと。あるいは、梯子の横木の周りで行うこと。あるいは、腋の下に渡して引っ張る木片を用いた回転法によること。治療。姿勢は、上腕を脇腹に密着させ、手を上方に、肩を上方に保つ。このようにして包帯を巻き、吊り下げる。もし復位されない場合、肩峰はさらに細くなる。

構文注5 件
  1. 3διὰ παχέος εὑρίσκεται

    ここでの διὰ παχέος は「厚い部分(組織)を介して」を意味し、膿瘍が皮膚の厚い層の下、すなわち深い位置に形成されていることを示している。

  2. 3οὐ μὴ βλάβη γένηται

    否定の小辞 οὐ μή と接続法過去 γένηται の組み合わせによる強い否定の表現であり、「決して(害が)生じることはない」という強い確信を表す。

  3. 4ὅτι τὰ νευ̃ρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ

    συνδιδοῖ は非契約形の自動詞(あるいは中性複数主語 τὰ νευ̃ρα に伴う単数動詞)で、「譲る、伸びる、緩む」を意味する。靭帯が斜めに位置し屈曲しているために、遊びがあって伸びやすいことを説明している。

  4. 5ω̃ν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν

    関係代名詞 ὧν は、先行詞となる指示代名詞(τούτοις など、与格の「〜の人々において」)が省略された先取り的関係節を形成しており、「消耗によって関節周囲の肉が減少した人々において」と解釈される。

  5. 5ἃ δύναται σχήματα

    関係代名詞 ἅ の先行詞は文脈上省略されており、[ταῦτα] ἃ δύναται σχήματα「[彼らがとりうる]姿勢」を意味する。主節の名詞(脱臼の「徴候」)と並列して機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:3-5