§1## ΜΟΧΛΙΚΟΣ.
1.
杠杆整复法。
Ὀστέων φύσις·
1. 骨骼的性质。
δακτύλων μὲν ἁπλᾶ καὶ ὀστέα καὶ ἄρθρα·
手指的骨骼与关节都很简单。
χειρὸς δὲ καὶ ποδὸς πουλλὰ, ἄλλα ἀλλοίως συνηρθρωμένα·
手与足的骨骼则很多,以各种不同的方式相连。
μέγιστα δὲ τὰ ἀνωτάτω·
最大的是最上部的骨骼。
πτέρνης δὲ ἓν οἷον ἔξω φαίνεται, πρὸς δὲ αὐτὴν οἱ ὀπίσθιοι τένοντες τείνουσιν.
踵部只有一块骨,显露于外,后方的腱向其延伸。
Κνήμης δὲ δύο, ἄνωθεν καὶ κάτωθεν ξυνεχόμενα, κατὰ μέσον δὲ διέχοντα σμικρόν·
小腿有两块骨,在上方和下方结合,在中间则稍稍分离。
τὸ ἔξωθεν, κατὰ τὸν σμικρὸν δάκτυλον λεπτότερον βραχεῖ, πλεῖστον δὲ ταύτῃ διεχούσῃ καὶ σμικροτέρῃ ῥοπῇ κατὰ γόνυ, καὶ ὁ τένων ἐξ αὐτοῦ πέφυκεν, ὁ παρὰ τὴν ἰγγύην ἔξω·
外侧的骨位于小趾一侧,稍细,在此处分离最远,在膝关节处倾斜较小,且腱发源于此,即膝窝外侧的那条腱。
ἔχουσι δὲ κάτωθεν κοινὴν ἐπίφυσιν, πρὸς ἣν ὁ ποὺς κινέεται·
它们在下方有一个共同的骨骺,足部围绕其活动。
ἄλλην δὲ ἄνωθεν ἔχουσιν ἐπίφυσιν, ἐν ᾗ τὸ τοῦ μηροῦ ἄρθρον κινέεται, ἁπλόον καὶ εὐσταλὲς ὡς ἐπὶ μήκει·
它们在上方有另一个骨骺,大腿关节在其内活动,其长度比例上显得简单而灵活。
εἶδος κονδυλῶδες, ἔχον ἐπιμυλίδα·
其形状为髁状,具有膝盖骨。
αὐτὸς δ᾿ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν·
大腿骨本身向外和向前弯曲。
ἡ δὲ κεφαλὴ ἐπίφυσίς ἐστι στρογγύλη, ἐξ ἧς τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ τοῦ ἰσχίου πέφυκεν·
其股骨头是一个圆形的骨骺,臀部关节窝内的韧带即发源于此。
ὑποπλάγιον δὲ καὶ τοῦτο προσήρτηται, ἧσσον δὲ βραχίονος.
这部分的附着也稍显倾斜,但不如上臂骨明显。
Τὸ δ᾿ ἰσχίον προσίσχεται πρὸς τῷ μεγάλῳ σπονδύλῳ τῷ παρὰ τὸ ἱερὸν ὀστέον, χονδρονευρώδει δεσμῷ.
髋骨通过软骨韧带状的束带,附着于靠近骶骨的大椎骨上。
Ῥάχις δὲ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου κυφή·
脊柱从骶骨到大椎骨呈后凸弯曲。
κύστις τε καὶ γονὴ καὶ ἀρχοῦ τὸ ἐγκεκλιμένον, ἐν τούτῳ·
膀胱、生殖器以及直肠的弯曲部分,皆在此弯曲内。
ἀπὸ δὲ τούτου ἄχρι φρενῶν ἦλθεν ἡ ἰθύλορδος, καὶ αἱ ψόαι κατὰ τοῦτο, ἐντεῦθεν δὲ ἄχρι τοῦ μεγάλου σπονδύλου, τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκυφής·
从此处到横膈膜,脊柱呈直的前凸弯曲,大腰肌沿此分布。
ἔτι δὲ μᾶλλον δοκέει, ἢ ἐστίν·
自此处至肩上方的大椎骨,脊柱呈直的后凸弯曲。
αἱ γὰρ ὄπισθεν τῶν σπονδύλων ἀποφύσιες ταύτῃ ὑψηλόταται·
这部分看起来比实际更弯曲,因为椎骨后方的棘突在这一部分最高。
τὸ δὲ τοῦ αὐχένος ἄρθρον, λορδόν.
颈部的关节则呈前凸弯曲。
Σπόνδυλοι δὲ ἔσωθεν ἄρτιοι πρὸς ἀλλήλους, ἀπὸ δὲ τῶν ἔξωθεν χόνδρων νεύρῳ συνεχόμενοι·
椎骨在内侧相互贴合,在外侧通过软骨由韧带相连。
ἡ δὲ ξυνάρθρωσις αὐτῶν, ἐν τῷ ὄπισθεν τοῦ νωτιαίου·
它们的关节结合位于脊髓的后方。
ὄπισθεν δὲ ἔχουσιν ἔκφυσιν ὀξείην, ἔχουσαν ἐπίφυσιν χονδρώδεα, ἔνθεν νεύρων ἀπόφυσις καταφερὴς, ὥσπερ καὶ οἱ μύες παραπεφύκασιν ἀπὸ αὐχένος ἐς ὀσφὺν, πληρεῦντες δὲ πλευρέων καὶ ἀκάνθης τὸ μέσον.
椎骨后方有尖锐的突起,具有软骨性的骨骺,韧带的分支由此向下延伸,正如肌肉也同样从颈部沿至腰部生长,填满肋骨与脊椎之间的空间。
Πλευραὶ δὲ κατὰ τὰς διαφύσιας τῶν σπονδύλων νευρίῳ προσπεφύκασιν ἀπ᾿ αὐχένος ἐς ὀσφὺν ἔσωθεν, ἐπίπροσθεν δὲ κατὰ τὸ στῆθος, χαῦνον καὶ μαλθακὸν τὸ ἄκρον ἔχουσαι·
肋骨在椎骨的间隙处,从颈部到腰部,在内侧通过细韧带附着,在前方靠近胸部处,其末端呈海绵状且柔软。
εἶδος ῥαιβοειδέστατον τῶν ζώων· στενότατος γὰρ ταύτῃ ὁ ἄνθρωπος ἐπ᾿ ὄγκον·
其形状在所有动物中是最弯曲的,因为人类在此处的体积比例上最窄。
ᾗ δὲ δὴ πλευρῇσιν ἔκφυσις πλαγίη βραχείη καὶ πλατείη, ἐφ᾿ ἑκάστῳ σπονδύλῳ νευρίῳ προσπεφύκασιν.
在肋骨具有短而宽的侧向突起处,它们通过细韧带附着于每个椎骨上。
Στῆθος δὲ ξυνεχὲς αὐτὸ ἑωυτῷ, διαφύσιας ἔχον πλαγίας, ᾗ πλευραὶ προσήρτηνται, χαῦνον δὲ καὶ χονδρῶδες.
胸骨本身是连续的,具有肋骨附着的侧向间隙,呈海绵状且为软骨质。
Κληῗδες δὲ περιφερέες ἐς τοὔμπροσθεν, ἔχουσαι πρὸς μὲν τὸ στῆθος βραχείας κινήσιας, πρὸς δὲ τὸ ἀκρώμιον συχνοτέρας.
锁骨向前方圆弧状弯曲,对胸骨有微小的活动度,对肩峰则有更频繁的活动度。
Ἀκρώμιον δὲ ἐξ ὠμοπλατέων πέφυκεν, ἀνομοίως τοῖσι πλείστοισιν.
肩峰发源于肩胛骨,这与大多数动物不同。
Ὠμοπλάτη δὲ χονδρώδης τὸ πρὸς ῥάχιν, τὸ δ᾿ ἄλλο χαύνη, τὸ ἀνώμαλον ἔξω ἔχουσα, αὐχένα δὲ καὶ κοτύλην ἔχουσα χονδρώδεα, ἐξ ἧς αἱ πλευραὶ κίνησιν ἔχουσιν, εὐαπόλυτος ἐοῦσα ὀστέων, πλὴν βραχίονος.
肩胛骨靠近脊柱的部分为软骨质,其余部分呈海绵状,其不平整的面朝外,具有软骨质的颈部和关节窝,肋骨由此获得活动度,且除了上臂骨外,它很容易从其他骨骼上分离。
Τούτου δὲ ἐκ τῆς κοτύλης νευρίῳ ἡ κεφαλὴ ἐξήρτηται, χόνδρου χαύνου περιφερῆ ἐπίφυσιν ἔχουσα·
上臂骨头通过细韧带悬挂于关节窝,具有海绵状软骨的圆形骨骺。
αὐτὸς δ᾿ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν, πλάγιος, οὐκ ὀρθὸς πρὸς κοτύλην.
上臂骨本身向外和向前弯曲,呈倾斜状,与关节窝不呈直角。
Τὸ δὲ πρὸς ἀγκῶνα αὐτοῦ, πλατὺ καὶ κονδυλῶδες καὶ βαλβιδῶδες καὶ στερεὸν, ἔγκοιλον ὄπισθεν, ἐν ᾧ ἡ κορώνη ἡ ἐκ τοῦ πήχεος, ὅταν ἐκταθῇ ἡ χεὶρ, ἔνεστιν·
其靠近肘部的部分宽大、呈髁状、呈瓣状且坚固,后方有凹陷,当手臂伸直时,前腕骨延伸出的喙突便容纳其中。
ἐς τοῦτο καὶ τὸ ναρκῶδες νεῦρον, ὃ ἐκ τῆς διαφύσιος τῶν τοῦ πήχεος ὀστέων, ἐκ μέσων, ἐκπέφυκε καὶ περαίνεται.
在此处,那条发源于前腕两骨间隙中部并终止于此的致麻神经也通过。
§22. Ῥὶς δὲ κατεαγεῖσα ἀναπλάσσεται, εἰ οἷόν τε, αὐθωρόν.
2. 折断的鼻骨若有可能,应立即进行整复。
Κἢν μὲν οὖν ὁ χόνδρος, ἐντιθέναι ἄχνην ὀθονίου ἐναποδέοντα λοπῷ καρχηδονίῳ, ἢ ἐν ἄλλῳ, ὃ μὴ ἐρεθιεῖ·
若是软骨折断,应将包裹在迦太基皮或其它不具刺激性物质中的亚麻纤维塞入鼻内。
τῷ λοπῷ δὲ τὰς παραλλάξιας παρακολλᾷν, καὶ ἀναλαμβάνειν.
用皮将错位处粘合固定并托起。
Ταῦτα δὲ ἐπίδεσις κατὰ ποιέει.
包带法可以妥善完成这些工作。
Ἴησις, ἀλήτῳ ξὺν μάννῃ, ἢ θείῳ ξὺν κηρωτῇ.
治疗使用混合了乳香的麦粉,或混合了硫磺的蜡膏。
Αὐτίκα ἀναπλάσεις, ἔπειτα ἀνακωχήσεις τοῖσι δακτύλοισιν, ἐσματτευόμενος καὶ παραστρέφων· καὶ τὸ καρχηδόνιον.
立即整复,随后用手指支撑,进行按压和矫正,并使用迦太基皮。
Πωροῖτο ἂν, καὶ ἢν ἕλκος ἐνῇ, καὶ ἢν ὀστέα ἀπιέναι μέλλῃ (οὐ γὰρ παλιγκοτώτατα), οὕτω ποιητέα.
即使有伤口,或骨片即将脱落,骨痂也会形成(因为这些情况并不极易恶化),因此应当这样处理。