Humanitext Reader

希波克拉底 · 论头部创伤 §4-7

颅骨骨折的四种类型与多变形态

第 3 段,共 11 段 · 希腊语

内容简介

作者提出了颅骨骨折的四种主要方式(裂纹、挫伤、凹陷、投掷物凹痕),并详细分类说明了它们的临床特征及多种形态变化。

§44. Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει.
4. 头部骨骼受伤的方式有以下几种;而在这每一种方式中,伤口处的骨折都会呈现出多种不同的形态。
Ὀστέον ῥήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῥωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῥαγῇ·
骨骼在受伤时会发生破裂,如果确实破裂了,那么在裂纹周围的骨骼上,必然会伴随发生挫伤。
τῶν γὰρ βελέων ὅ τι περ ῥήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῥήγνυσι τὴν ῥωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῥωγμήν· εἷς οὗτος τρόπος.
因为任何砸裂骨骼的投掷物,在造成裂纹的原处,以及在裂纹周围的骨骼上,都同样会造成或多或少的挫伤;这是第一种方式。
Ἰδέαι δὲ ῥωγμέων παντοῖαι γίγνονται· καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῥωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ᾿ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ· αἱ δ᾿ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῥήγνυνται τῶν ῥωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι.
裂纹的形态千差万别:因为有些裂纹非常细微且极其纤细,以至于在受伤后立即,或在对患者更有益的那些天里,都无法被肉眼察觉;而另一些裂纹则更粗更宽,有的甚至非常宽。
Ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῥήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον.
它们之中,有的裂得较长,有的裂得较短。
Καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι· καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.
有的较直,甚至完全是直的,而有的则较弯曲,甚至是弯的;有的向下较深且穿透整个骨骼,而有的向下较浅且没有穿透整个骨骼。
§55. Φλασθείη δ᾿ ἂν τὸ ὀστέον μένον ἐν τῇ ἑωυτοῦ φύσει, καὶ ῥωγμὴ τῇ φλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία· δεύτερος οὗτος τρόπος.
5. 骨骼也可能在保持其原有自然位置的情况下被挫伤,而挫伤在骨骼中不伴随任何裂纹;这是第二种方式。
Ἰδέαι δὲ τῆς φλάσιος πλείους γίγνονται· καὶ γὰρ μᾶλλόν τε καὶ ἧσσον φλᾶται, καὶ ἐς βαθύτερόν τε καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον ἐς βαθὺ, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἐπὶ πλέον τε καὶ ἔλασσον μήκεός τε καὶ πλατύτητος.
挫伤的形态有多种:因为它可能被挫伤得较重或较轻,较深且穿透整个骨骼,或较浅且未穿透整个骨骼,以及在长度和宽度上范围较大或较小。
Ἀλλ᾿ οὐ τουτέων τῶν ἰδεῶν οὐδεμίαν ἐστὶν ἰδόντα τοῖσιν ὀφθαλμοῖσι γνῶναι, ὁκοίη τίς ἐστι τὴν ἰδέην, καὶ ὁκόση τις τὸ μέγεθος· οὐδὲ γὰρ εἰ πέφλασται, ἢ μὴ πέφλασται, ἐόντων πεφλασμένων καὶ τοῦ κακοῦ γεγενημένου, γίγνεται τοῖσιν ὀφθαλμοῖσι καταφανὲς ἰδεῖν αὐτίκα μετὰ τὴν τρῶσιν, ὥσπερ οὐδὲ τῶν ῥωγμέων ἔνιαι ἑκὰς ἐοῦσαι.
但是,仅仅用眼睛去看,无法得知这些形态中的任何一种究竟呈何种形态,以及其面积有多大;因为即使骨骼已经被挫伤并造成了伤害,在受伤后立即用肉眼也是无法看清它究竟是被挫伤了还是没有被挫伤,就像有些隐蔽的裂纹一样无法被看清。
§66. Καὶ ἐῤῥωγότος τοῦ ὀστέου, ἐσφλᾶται τὸ ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ ἔσω σὺν ῥωγμῇσιν· ἄλλως γὰρ οὐκ ἂν ἐσφλασθείη·
6. 此外,在骨骼破裂的同时,骨骼会伴随着裂纹而从其原有的自然位置向内凹陷;因为否则它就不会发生凹陷。
τὸ γὰρ ἐσφλώμενον, ἀποῤῥηγνύμενόν τε καὶ καταγνύμενον, ἐσφλᾶται ἔσω ἀπὸ τοῦ ἄλλου ὀστέου μένοντος ἐν τῇ φύσει τῇ ἑωυτοῦ· καὶ δὴ οὕτω ῥωγμὴ ἂν προσείη τῇ ἐσφλάσει· τρίτος οὗτος τρόπος.
这是因为,向内凹陷的部分被折断并破裂,从而脱离了保持在原有自然位置的其他骨骼,向内凹陷;因此,凹陷必然会伴随有裂纹;这是第三种方式。
Ἐσφλᾶται δὲ τὸ ὀστέον πολλὰς ἰδέας· καὶ γὰρ ἐπὶ πλέον τοῦ ὀστέου καὶ ἐπ᾿ ἔλασσον, καὶ μᾶλλόν τε καὶ ἐς βαθύτερον κάτω, καὶ ἧσσόν τε καὶ ἐπιπολαιότερον.
骨骼凹陷有许多种形态:或在骨骼的较大范围,或在较小范围;或较深且向下更重,或较浅且较表浅。
§77. Καὶ ἕδρης γενομένης ἐν τῷ ὀστέῳ βέλεος, προσγένοιτο ἂν ῥωγμὴ τῇ ἑδραίῃ· καὶ φλάσιν προσγενέσθαι ἀναγκαῖόν ἐστιν, ἢ μᾶλλον, ἢ ἧσσον, ἤνπερ καὶ ῥωγμὴ προσγένηται, ἐνθάπερ ἡ ἕδρη ἐγένετο καὶ ἡ ῥωγμὴ, καὶ ἐν τῷ ὀστέῳ τῷ περιέχοντι τήν τε ἕδρην καὶ τὴν ῥωγμήν· τέταρτος οὗτος τρόπος.
7. 当骨骼上出现投掷物的凹痕时,裂纹可能会伴随该凹痕而生;而如果伴随有裂纹,那么在产生凹痕和裂纹的原处,以及在包围着凹痕和裂纹的骨骼上,必然会伴随有或多或少的挫伤;这是第四种方式。
Καὶ ἕδρη μὲν ἂν γένοιτο, φλάσιν ἔχουσα τοῦ ὀστέου περὶ αὐτὴν, ῥωγμὴ δὲ οὐκ ἂν προσγένοιτο τῇ ἕδρῃ καὶ τῇ φλάσει ὑπὸ τοῦ βέλεος.
此外,也可能产生凹痕,并在其周围伴有骨骼的挫伤,但投掷物并没有在凹痕和挫伤上伴随产生裂纹。
Καὶ ἕδρη δὲ τοῦ βέλεος γίγνεται ἐν τῷ ὀστέῳ· ἕδρη δὲ καλέεται, ὅταν, μένον τὸ ὀστέον ἐν τῇ ἑωυτοῦ φύσει, τὸ βέλος στηρίξαν ἐς τὸ ὀστέον δῆλον ποιήσῃ ὅκου ἐστήριξεν.
骨骼上确实会产生投掷物的凹痕;所谓“凹痕”,是指在骨骼保持其原有自然位置的情况下,投掷物击中并嵌在骨骼上,清晰地显露出其击中的位置。
Ἐν δὲ τῷ τρόπῳ ἑκάστῳ πλέονες ἰδέαι γίγνονται· καὶ περὶ μὲν φλάσιός τε καὶ ῥωγμῆς, ἢν ἄμφω ταῦτα προσγένηται τῇ ἕδρῃ, καὶ ἢν φλάσις μούνη γένηται, ἤδη πέφρασται, ὅτι πολλαὶ ἰδέαι γίνονται καὶ τῆς φλάσιος καὶ τῆς ῥωγμῆς.
在每一种方式中都会产生多种形态:关于挫伤和裂纹,如果这两者都伴随着凹痕而生,或者如果仅有挫伤发生,前文已经说明,挫伤和裂纹都会产生许多种形态。
Ἡ δὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γίνεται, μακροτέρη καὶ βραχυτέρη ἐοῦσα, καὶ καμπυλωτέρη, καὶ ἰθυτέρη, καὶ κυκλοτερής· καὶ πολλαὶ ἄλλαι ἰδέαι τοῦ τοιουτέου τρόπου, ὁκοῖον ἄν τι καὶ τὸ σχῆμα τοῦ βέλεος ᾖ· αὐταὶ δὲ καὶ βαθύτεραι τὸ κάτω καὶ μᾶλλον καὶ ἧσσον, καὶ στενότεραι, καὶ εὐρύτεραι, καὶ πάνυ εὐρέαι.
而凹痕本身单独发生时,有较长和较短的,较弯曲的,较直的,以及圆形的;根据投掷物的形状不同,这种方式还有许多其他形态;它们本身向下也有深有浅,有较窄的,较宽的,以及非常宽的。
Ἣ διακέκοπται διακοπὴ δ᾿, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρήτητος ἐν τῷ ὀστέῳ, ἕδρη ἐστὶν, ἢν τὰ ἄλλα ὀστέα τὰ περιέχοντα τὴν διακοπὴν μένῃ ἐν τῇ φύσει τῇ ἑωυτέων, καὶ μὴ ξυνεσφλᾶται τῇ διακοπῇ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέων· οὕτω δ᾿ ἔσφλασις ἂν εἴη, καὶ οὐκ ἔτι ἕδρη.
至于切口——无论骨骼中产生的切口具有何种长度和宽度,只要包围着该切口的其他骨骼仍保持在原有的自然位置,且没有随同该切口一起向内凹陷而脱离原有的自然位置,它就是凹痕;但如果一起向内凹陷了,那便是凹陷,而不再是凹痕了。

词汇与语法注释

  1. 196τῷ περιέχοντι ὀστέῳ τὴν ῥωγμὴν — 现在分词 `περιέχοντι` 带有宾格 `τὴν ῥωγμὴν` 作为其直接宾语,修饰与格名词 `ὀστέῳ`。整个与格短语用作复合动词 `προσγίγνεσθαι` 的间接宾语(或伴随与格)。
  2. 200ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο — 关系代名词 `ᾗσιν` 是爱奥尼亚方言的复数阴性与格(等同于 `αἷς`),先行词为 `ἡμέρῃσιν`。关系从句中的 `ἂν ... γένοιτο` 为潜在希求语气,表示一种假设性或潜在的可能性,即“在此期间(若能发现)将会对患者带来更大的益处”。
  3. 202ἐόντων πεφλασμένων καὶ τοῦ κακοῦ γεγενημένου — 这是一个属格独立分词结构,在此处具有让步语气(“即使骨骼确实已被挫伤且伤害已经发生”)。`ἐόντων` 是 `εἰμί` 的现在分词(爱奥尼亚方言属格复数),与完成时被动分词 `πεφλασμένων` 结合,构成一种迂回的完成时态形式。
  4. 210διακοπὴ δ᾿, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρήτητος — 句首的主格 `διακοπή` 作为一种独立的主格提示(先行句式)出现。此外,`μήκεός τε καὶ εὐρήτητος` 是表示“方面或范围”的属格,限定为“在长度和宽度上(无论如何)”。

引用这一段

希波克拉底, 论头部创伤 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。