§88. Ὀστέον τιτρώσκεται ἄλλῃ τῆς κεφαλῆς, ἢ ᾗ τὸ ἕλκος ἔχει ὥνθρωπος, καὶ τὸ ὀστέον ἐψιλώθη τῆς σαρκός· πέμπτος οὗτος τρόπος.
8. 骨骼在头部并非患者有(皮肤)伤口处的其他地方受伤,且骨骼暴露而无皮肉;这是第五种方式。
Καὶ ταύτην τὴν ξυμφορὴν, ὅταν γένηται, οὐκ ἂν ἔχοις ὠφελῆσαι οὐδέν.
当这种灾祸发生时,你将无法提供任何帮助。
Οὐδὲ γὰρ, εἰ πέπονθε τὸ κακὸν τοῦτο, οὐκ ἔστιν ὅκως χρὴ αὐτὸν ἐξελέγξαντα εἰδέναι εἰ πέπονθε τὸ κακὸν τοῦτο ὥνθρωπος, οὐδ᾿ ὅκοι τῆς κεφαλῆς.
因为即使他遭受了这种伤害,也没有任何方法能让人通过检查得知该人是否遭受了这种伤害,也无法知道在头部的哪个位置。
§99. Τούτων τῶν τρόπων τῆς κατήξιος ἐς πρίσιν ἀφήκει, ἤ τε φλάσις ἡ ἀφανὴς ἰδεῖν, καὶ ἤν πως τύχῃ φανερὴ γενομένη, καὶ ἡ ῥωγμὴ ἡ ἀφανὴς ἰδεῖν, καὶ ἢν φανερὴ ᾖ.
9. 在这些骨折方式中,需要进行穿孔(锯骨)的是:肉眼看不见的挫伤(以及它如果碰巧变得可见的话),以及肉眼看不见的裂纹(以及如果它是可见的话)。
Καὶ ἢν, ἕδρης γενομένης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, προσγένηται ῥωγμὴ καὶ φλάσις τῇ ἕδρῃ, καὶ ἢν φλάσις μοῦνον προσγένηται ἄνευ ῥωγμῆς τῇ ἕδρῃ, καὶ αὕτη ἐς πρίσιν ἀφήκει.
此外,如果在骨骼上产生了投掷物的凹痕,且该凹痕伴随有裂纹和挫伤,或者如果仅有挫伤而无裂纹伴随凹痕,这也需要进行穿孔。
Τὸ δ᾿ ἔσω ἐσφλώμενον ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ, ὀλίγα τῶν πολλῶν πρίσιος προσδεῖται· καὶ τὰ μάλιστα ἐσφλασθέντα καὶ μάλιστα καταῤῥαγέντα, ταῦτα πρίσιος ἥκιστα κέχρηται·
然而,从其自然位置向内凹陷的骨骼,在绝大多数情况下很少需要穿孔;而那些凹陷最深、粉碎最严重的骨骼,最不需要穿孔。
οὐδὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γενομένη ἄτερ ῥωγμῆς καὶ φλάσιος, οὐδὲ οὐτὴ πρίσιος δεῖται· οὐδ᾿ ἡ διακοπὴ, ἢν μεγάλη καὶ εὐρέη, οὐδ᾿ αὐτή· διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστιν.
此外,在没有裂纹和挫伤的情况下,单独产生的凹痕本身也不需要穿孔;切口如果又大又宽,也同样不需要;因为切口和凹痕是一回事。
§1010. Πρῶτον δὲ χρὴ τὸν τρωματίην σποπεῖσθαι, ὅπη ἔχει τὸ τρῶμα τῆς κεφαλῆς, ἐἴτ᾿ ἐν τοῖσιν ἐσχυροτέροισιν, εἴτ᾿ ἐν τοῖσιν ἀσθενεστέροισι, καὶ τὰς τρίχας καταμανθάνειν τὰς περὶ τὸ ἕλκος, εἰ διακεκόφαται ὑπὸ τοῦ βέλεος, καὶ εἰ ἔσω ἤϊσαν ἐς τὸ τρῶμα· καὶ ἢν τοῦτο ᾖ, φάναι κινδυνεύειν τὸ ὀστέον ψιλὸν εἶναι τῆς σαρκὸς, καὶ ἔχειν τι σίνος τὸ ὀστέον ὑπὸ τοῦ βέλεος.
10. 首先,必须观察伤员的头部伤口在何处,是在较强韧的部分还是在较脆弱的部分,并仔细察看伤口周围的毛发是否被投掷物切断,以及是否向内进入了伤口;如果是这样,应当断定骨骼有暴露而无皮肉的危险,且骨骼可能因投掷物而受到某种损伤。
Ταῦτα μὲν οὖν χρὴ ἀπόπροσθεν σκεψάμενον λέξαι, μὴ ἁπτόμενον τοῦ ἀνθρώπου· ἁπτόμενον δ᾿ ἤδη πειρᾶσθαι εἰδέναι σάφα, εἴ ἐστι ψιλὸν τὸ ὀστέον τῆς σαρκὸς, ἢ οὔ·
因此,这些事情应当在不接触患者的情况下,从稍远处观察后说出;但在此之后,通过接触,应当努力确切地知道骨骼是否暴露而无皮肉。
καὶ ἢν μὲν καταφανὲς ᾖ τοῖσιν ὀφθαλμοῖσι τὸ ὀστέον ψιλόν· εἰ δὲ μὴ, τῇ μήλῃ σκέπτεσθαι.
如果暴露的骨骼用眼睛看是明显的,那便好;如果不是,则应用探针进行检查。
Καὶ ἢν μὲν εὕρῃς ψιλὸν ἐὸν τὸ ὀστέον τῆς σαρκὸς, καὶ μὴ ὑγιὲς ἀπὸ τοῦ τρώματος, χρὴ τοῦ ἐν τῷ ὀστέῳ ἐόντος τὴν διάγνωσιν πρῶτα ποιέεσθαι, ὁρέοντα ὅσον τέ ἐστι τὸ κακὸν, καὶ τίνος δεῖται ἔργου.
如果你发现骨骼暴露而无皮肉,且因伤口而不健康,必须首先对骨骼中的情况做出诊断,看清伤害有多大,以及需要什么治疗。
Χρὴ δὲ καὶ ἐρωτᾷν τὸν τετρωμένον, ὅκως ἔπαθε καὶ τίνα τρόπον.
此外,还必须询问受伤者他是如何受伤的以及以何种方式受伤。
Ἢν δὲ μὴ καταφανὲς ᾖ τὸ ὀστέον, εἰ ἔχει τι κακὸν ἢ μὴ ἔχει, πολλῷ ἔτι χρὴ μᾶλλον τὴν ἐρώτησιν ποιέεσθαι, ψιλοῦ ἐόντος τοῦ ὀστέου, τὸ τρῶμα ὅκως ἐγένετο, καὶ ὅντινα τρόπον·
但如果骨骼是否受到损伤并不明显,尽管骨骼已经暴露,就必须更加详细地询问伤口是如何发生的以及以何种方式发生。
τὰς γὰρ φλάσιας καὶ τὰς ῥωγμὰς τὰς οὐ φαινομένας ἐν τῷ ὀστέῳ, ἐνεούσας δὲ, ἐκ τῆς ὑποκρίσιος τοῦ τετρωμένου πρῶτον διαγινώσκειν πειρῆσθαι, εἴ τι πέπονθε τουτέων τὸ ὀστέον ἢ οὐ πέπονθεν, ἔπειτα δὲ καὶ λόγῳ καὶ ἔργῳ ἐξελέγχειν πλὴν μηλώσιος.
因为对于骨骼中不显现但确实存在的挫伤和裂纹,应当首先从受伤者的回答中努力诊断骨骼是否遭受了这些伤害;然后,除了探针检查之外,通过推论和实际观察来进行验证。
Μήλωσις γὰρ οὐκ ἐξελέγχει, εἰ πέπονθέ τι τουτέων τῶν κακῶν τὸ ὀστέον, καὶ εἴ τι ἔχει ἐν ἑωυτέῳ, ἢ οὐ πέπονθεν· ἀλλ᾿ ἕδρην τε τοῦ βέλεος ἐξελέγχει μήλωσις, καὶ ἢν ἐμφλασθῇ τὸ ὀστέον ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, καὶ ἢν ἰσχυρῶς ῥαγῇ τὸ ὀστέον, ἅπερ καὶ τοῖσιν ὀφθαλμοῖσι καταφανέα ἐστὶν ὁρῶντα γιγνώσκειν.
因为探针检查并不能验证骨骼是否遭受了这些伤害,以及其内部是否有什么问题;相反,探针检查能验证的是投掷物的凹痕、骨骼是否从其自然位置向内凹陷,以及骨骼是否严重破裂——这些也是用眼睛看就能识别的明显事物。