§22. Παχύτητι δὲ καὶ λεπτότητι, ξυμπάσης τῆς κεφαλῆς τὸ ὀστέον λεπτότατόν ἐστιν καὶ ἀσθενέστατον τὸ κατὰ βρέγμα, καὶ σάρκα ὀλιγίστην καὶ λεπτοτάτην ἔχει ἐφ᾿ ἑωυτέῳ ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον, καὶ ὁ ἐγκέφαλος κατὰ τοῦτο τῆς κεφαλῆς πλεῖστος ὕπεστιν.
2. 就厚度与薄度而言,在整个头部中,头顶骨最薄且最脆弱,该处的骨骼表面所覆的肌肉也最少最薄,而且大脑在头部的这一部分下方分布最多。
Καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ ῥήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς·
正因如此,即使伤口和投掷物在尺寸上相同或更小,且无论受伤情况相似还是更轻,头部这一部分的骨骼都更容易被挫伤、破裂和向内凹陷;而且在此处受伤,比在头部其他任何地方都更容易致命,也更难以医治和逃脱死亡。
ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὁταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι.
即使伤口相同或更轻,且无论受伤情况相似还是更轻,如果该人注定要死于此伤,那么在头部这一部分受伤的人将比在其他任何地方受伤的人在更短的时间内死亡。
Ὁ γὰρ ἐγκέφαλος τάχιστά τε καὶ μάλιστα κατὰ τὸ βρέγμα αἰσθάνεται τῶν κακῶν τῶν γιγνομένων ἔν τε τῇ σαρκὶ καὶ τῷ ὀστέῳ· ὑπὸ λεπτοτάτῳ γὰρ ὀστέῳ ἐστὶ ταύτῃ ὁ ἐγκέφαλος καὶ ὀλιγίστῃ σαρκὶ, καὶ ὁ πλεῖστος ἐγκέφαλος ὑπὸ τῷ βρέγματι κεῖται.
因为大脑对发生在头顶骨肌肉和骨骼上的伤害感知最快也最强烈;因为在此处,大脑位于最薄的骨骼和最少的肌肉之下,并且大脑的最大部分就位于头顶骨之下。
Τῶν δὲ ἄλλων τὸ κατὰ τοὺς κροτάφους ἀσθενέστατόν ἐστιν· ξυμβολή τε γὰρ τῆς κάτω γνάθου πρὸς τὸ κρανίον, καὶ κίνησις ἔνεστιν ἐν τῷ κροτάφῳ ἄνω καὶ κάτω ὥσπερ ἄρθρου· καὶ ἡ ἀκοὴ πλησίον γίγνεται αὐτέου, καὶ φλὲψ διὰ τοῦ κροτάφου τέταται κοίλη τε καὶ ἰσχυρή.
在其他部分中,太阳穴处的骨骼最脆弱;因为下颌骨与颅骨的关节结合于此,且太阳穴处有如关节一般的上下运动;此外,听觉器官也靠近它,并且有一条粗大、空腔且强力的血管延伸穿过太阳穴。
Ἰσχυρότερον δ᾿ ἐστὶ τῆς κεφαλῆς τὸ ὀστέον ἅπαν τὸ ὄπισθεν τῆς κορυφῆς καὶ τῶν οὐάτων, ἢ ἅπαν τὸ πρόσθεν, καὶ σάρκα πλέονα καὶ βαθυτέρην ἐφ᾿ ἑωυτέῳ ἔχει τοῦτο τὸ ὀστέον.
而头顶和双耳后方的所有骨骼都比前方所有的骨骼更强壮,这部分骨骼表面有更多、更深的肌肉。
Καὶ δὴ, τουτέων οὕτως ἐχόντων ὑπὸ τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων ἐόντων καὶ ὁμοίων, καὶ μεζόνων, καὶ ὁμοίως τιτρωσκόμενος καὶ μᾶλλον, ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον ἧσσον ῥήγνυται καὶ φλᾶται ἔσω· κἢν μέλλῃ ὥνθρωπος ἀποθνήσκειν καὶ ἄλλως ἐκ τοῦ τρώματος, ἐν τῷ ὄπισθεν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα, ἐν πλέονι χρόνῳ ἀποθανεῖται·
正因如此,在相同且相似、甚至更大的伤口和投掷物作用下,无论受伤情况相似还是更重,头部这一部分的骨骼更不易破裂和向内凹陷;即使该人注定要死于此伤,若其伤口在头部后方,他也将在更长的时间内死亡。
ἐν πλέονι γὰρ χρόνῳ τὸ ὀστέον ἐμπυΐσκεταί τε καὶ διαπυΐσκεται κάτω ἐπὶ τὸν ἐγκέφαλον διὰ τὴν παχύτητα τοῦ ὀστέου, καὶ ἐλάσσων ταύτῃ τῆς κεφαλῆς ὁ ἐγκέφαλος ὕπεστι, καὶ πλέονες ἐκφυγγάνουσι τὸν θάνατον τῶν ὄπισθεν τιτρωσκομένων τῆς κεφαλῆς ὡς ἐπιτοπολὺ, ἢ τῶν ἔμπροσθεν.
因为由于骨骼的厚度,骨骼化脓并向下渗透至大脑需要更长的时间,而且头部这一部分下方的大脑较少,一般来说,头部后方受伤的人比前方受伤的人有更多人能逃脱死亡。
Καὶ ἐν χειμῶνι πλέονα χρόνον ζῇ ὥνθρωπος ἢ ἐν θέρει, ὅστις καὶ ἄλλως μέλλει ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁκουοῦν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα.
此外,在冬天,注定死于此伤的人,无论头部何处受伤,存活的时间都比夏天更长。
§33. Αἱ δὲ ἕδραι τῶν βελέων τῶν ὀξέων καὶ κουφοτέρων, αὐταὶ ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῥωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδ᾿ ἢν γένηται.
3. 至于锋利且较轻的投掷物所造成的刻痕,如果它们单独发生于骨骼上,而没有伴随破裂、挫伤或向内凹陷(这些在头部前方和后方同样会发生),通常情况下是不会导致死亡的,即使发生也并非因其本身。
Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῥαφὴν στηριχθέν· πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῥαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῥαφῶν.
然而,在伤口中如果露出了缝合线,即在骨骼暴露的情况下,无论伤口发生在头部何处,如果投掷物恰好嵌在缝合线本身上,它就会成为抵抗伤口和投掷物最脆弱的部分;其中最严重的是发生在头顶骨这一头部最脆弱的部分,且缝合线恰好在伤口周围,而投掷物又恰好击中这些缝合线。