§44. Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους·
4. 頭の骨が傷つけられるのには、次のような方式(タイプ)がある。
τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει.
そして、それぞれの方式において、傷による骨折の多様な形態が生じる。
Ὀστέον ῥήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῥωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῥαγῇ·
骨は傷つけられると亀裂が入り、もし亀裂が入るならば、その亀裂を取り囲む骨には、必然的に押し潰しが伴う。
τῶν γὰρ βελέων ὅ τι περ ῥήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῥήγνυσι τὴν ῥωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῥωγμήν·
なぜなら、骨に亀裂を入れる飛び道具はすべて、亀裂そのものが生じた場所の骨も、その亀裂を取り囲む骨も、多かれ少なかれ押し潰すからである。
εἷς οὗτος τρόπος.
これが第一の方式である。
Ἰδέαι δὲ ῥωγμέων παντοῖαι γίγνονται·
亀裂の形態は千差万別である。
καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῥωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ᾿ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ·
極めて細く、あるいは非常に細い亀裂もあり、そのため、ある種の亀裂は、傷を負った直後にも、あるいはそれを発見することが患者にとってより大きな益となるような日々のうちにも、目に見えないことがある。
αἱ δ᾿ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῥήγνυνται τῶν ῥωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι.
他方で、亀裂の中には、より太く、より広いものもあり、中には極めて広いものもある。
Ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῥήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον.
また、それらのうち、より長く裂けるものもあれば、より短く裂けるものもある。
Καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι·
また、よりまっすぐ、あるいは完全にまっすぐなものもあれば、より湾曲しているか、あるいは湾曲しているものもある。
καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.
さらに、下方に深く、骨全体を貫通しているものもあれば、下方にそれほど深くなく、骨全体を貫通していないものもある。
§55. Φλασθείη δ᾿ ἂν τὸ ὀστέον μένον ἐν τῇ ἑωυτοῦ φύσει, καὶ ῥωγμὴ τῇ φλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία·
5. 骨がそれ自体の本来の位置にとどまったままで、押し潰され、その押し潰しに骨の亀裂が一切伴わないこともある。
δεύτερος οὗτος τρόπος.
これが第二の方式である。
Ἰδέαι δὲ τῆς φλάσιος πλείους γίγνονται·
押し潰しの形態も多様である。
καὶ γὰρ μᾶλλόν τε καὶ ἧσσον φλᾶται, καὶ ἐς βαθύτερόν τε καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον ἐς βαθὺ, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἐπὶ πλέον τε καὶ ἔλασσον μήκεός τε καὶ πλατύτητος.
すなわち、より強く、あるいはより弱く押し潰され、より深く、あるいは骨全体に及んで、あるいは深さがより浅く、骨全体に及ばず、長さや幅において、より広く、あるいはより狭く生じる。
Ἀλλ᾿ οὐ τουτέων τῶν ἰδεῶν οὐδεμίαν ἐστὶν ἰδόντα τοῖσιν ὀφθαλμοῖσι γνῶναι, ὁκοίη τίς ἐστι τὴν ἰδέην, καὶ ὁκόση τις τὸ μέγεθος·
しかし、これらの形態のどれ一つとして、目で見て、それがどのような形態であるか、またどれほどの大きさであるかを知ることはできない。
οὐδὲ γὰρ εἰ πέφλασται, ἢ μὴ πέφλασται, ἐόντων πεφλασμένων καὶ τοῦ κακοῦ γεγενημένου, γίγνεται τοῖσιν ὀφθαλμοῖσι καταφανὲς ἰδεῖν αὐτίκα μετὰ τὴν τρῶσιν, ὥσπερ οὐδὲ τῶν ῥωγμέων ἔνιαι ἑκὰς ἐοῦσαι.
なぜなら、実際に押し潰されて害が生じている場合であっても、それが押し潰されているか、あるいは押し潰されていないかは、傷を負った直後には、目で見て明らかにはならないからである。 それは、一部の亀裂が見えにくく、明らかにならないのと同様である。
§66. Καὶ ἐῤῥωγότος τοῦ ὀστέου, ἐσφλᾶται τὸ ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ ἔσω σὺν ῥωγμῇσιν·
6. また、骨が裂けた状態で、骨がその本来の位置から内側に、亀裂を伴って陥没する。
ἄλλως γὰρ οὐκ ἂν ἐσφλασθείη·
なぜなら、それ以外には陥没し得ないからである。
τὸ γὰρ ἐσφλώμενον, ἀποῤῥηγνύμενόν τε καὶ καταγνύμενον, ἐσφλᾶται ἔσω ἀπὸ τοῦ ἄλλου ὀστέου μένοντος ἐν τῇ φύσει τῇ ἑωυτοῦ·
すなわち、陥没する部分は、本来の位置にとどまっている他の骨から、引き裂かれ破断されて、内側へと陥没するからである。
καὶ δὴ οὕτω ῥωγμὴ ἂν προσείη τῇ ἐσφλάσει·
そして確かに、このようにして陥没には亀裂が伴う。
τρίτος οὗτος τρόπος.
これが第三の方式である。
Ἐσφλᾶται δὲ τὸ ὀστέον πολλὰς ἰδέας·
骨の陥没には多くの形態がある。
καὶ γὰρ ἐπὶ πλέον τοῦ ὀστέου καὶ ἐπ᾿ ἔλασσον, καὶ μᾶλλόν τε καὶ ἐς βαθύτερον κάτω, καὶ ἧσσόν τε καὶ ἐπιπολαιότερον.
すなわち、骨のより広い範囲に、あるいはより狭い範囲に、またより強く、下方のより深いところまで、あるいはより弱く、より浅いところにとどまる。
§77. Καὶ ἕδρης γενομένης ἐν τῷ ὀστέῳ βέλεος, προσγένοιτο ἂν ῥωγμὴ τῇ ἑδραίῃ·
7. また、骨に飛び道具の痕が生じた場合、その痕に亀裂が伴うことがある。
καὶ φλάσιν προσγενέσθαι ἀναγκαῖόν ἐστιν, ἢ μᾶλλον, ἢ ἧσσον, ἤνπερ καὶ ῥωγμὴ προσγένηται, ἐνθάπερ ἡ ἕδρη ἐγένετο καὶ ἡ ῥωγμὴ, καὶ ἐν τῷ ὀστέῳ τῷ περιέχοντι τήν τε ἕδρην καὶ τὴν ῥωγμήν·
そして、もし亀裂も伴うならば、痕と亀裂が生じたその場所、および痕と亀裂を取り囲んでいる骨において、多かれ少なかれ押し潰しが伴うことは必然である。
τέταρτος οὗτος τρόπος.
これが第四の方式である。
Καὶ ἕδρη μὲν ἂν γένοιτο, φλάσιν ἔχουσα τοῦ ὀστέου περὶ αὐτὴν, ῥωγμὴ δὲ οὐκ ἂν προσγένοιτο τῇ ἕδρῃ καὶ τῇ φλάσει ὑπὸ τοῦ βέλεος.
また、周囲に骨の押し潰しを伴う痕が生じることもあるが、飛び道具によってその痕と押し潰しに亀裂が伴わないこともある。
Καὶ ἕδρη δὲ τοῦ βέλεος γίγνεται ἐν τῷ ὀστέῳ·
そして、骨には飛び道具の痕も生じる。
ἕδρη δὲ καλέεται, ὅταν, μένον τὸ ὀστέον ἐν τῇ ἑωυτοῦ φύσει, τὸ βέλος στηρίξαν ἐς τὸ ὀστέον δῆλον ποιήσῃ ὅκου ἐστήριξεν.
「痕」と呼ばれるのは、骨が本来の位置にとどまったままで、飛び道具が骨にぶつかって留まり、それがどこに留まったかを明らかにする場合である。
Ἐν δὲ τῷ τρόπῳ ἑκάστῳ πλέονες ἰδέαι γίγνονται·
それぞれの方式において、多様な形態が生じる。
καὶ περὶ μὲν φλάσιός τε καὶ ῥωγμῆς, ἢν ἄμφω ταῦτα προσγένηται τῇ ἕδρῃ, καὶ ἢν φλάσις μούνη γένηται, ἤδη πέφρασται, ὅτι πολλαὶ ἰδέαι γίνονται καὶ τῆς φλάσιος καὶ τῆς ῥωγμῆς.
痕にこれら(押し潰しと亀裂)の両方が伴う場合、あるいは押し潰しのみが伴う場合については、すでに押し潰しと亀裂のいずれにも多くの形態が生じることを説明した。
Ἡ δὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γίνεται, μακροτέρη καὶ βραχυτέρη ἐοῦσα, καὶ καμπυλωτέρη, καὶ ἰθυτέρη, καὶ κυκλοτερής·
痕それ自体も、それ単独で、より長くなったり、短くなったり、より湾曲したり、よりまっすぐになったり、円形になったりして生じる。
καὶ πολλαὶ ἄλλαι ἰδέαι τοῦ τοιουτέου τρόπου, ὁκοῖον ἄν τι καὶ τὸ σχῆμα τοῦ βέλεος ᾖ·
そして、飛び道具の形状がいかなるものであるかに応じて、この方式には他にも多くの形態が生じる。
αὐταὶ δὲ καὶ βαθύτεραι τὸ κάτω καὶ μᾶλλον καὶ ἧσσον, καὶ στενότεραι, καὶ εὐρύτεραι, καὶ πάνυ εὐρέαι.
またそれ自体、下方に深く、あるいは浅く、より狭く、より広く、あるいは非常に広く生じる。
Ἣ διακέκοπται διακοπὴ δ᾿, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρήτητος ἐν τῷ ὀστέῳ, ἕδρη ἐστὶν, ἢν τὰ ἄλλα ὀστέα τὰ περιέχοντα τὴν διακοπὴν μένῃ ἐν τῇ φύσει τῇ ἑωυτέων, καὶ μὴ ξυνεσφλᾶται τῇ διακοπῇ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέων·
あるいは、切り裂かれた切り口についても、骨において長さや幅がいかようであれ、その切り口を取り囲む他の骨が本来の位置にとどまっており、その切り口とともに本来の位置から内側に陥没していないならば、それは「痕」である。
οὕτω δ᾿ ἔσφλασις ἂν εἴη, καὶ οὐκ ἔτι ἕδρη.
もし陥没しているならば、それは陥没であって、もはや「痕」ではない。