§1111. Ῥήγνυται δὲ τὸ ὀστέον τάς τε ἀφανέας ῥωγμὰς καὶ τὰς φανερὰς, καὶ φλᾶται τὰς ἀφανέας φλάσιας, καὶ ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, μάλιστα ὅταν ἕτερος ὑφ᾿ ἑτέρου τιτρωσκόμενος ἐπίτηδες τρωθῇ, ἢ ὁκόταν, ἐπίτηδες τρῶσαι βουλόμενος ἢ ἀέκων, ἐξ ὑψηλοτέρου γίγνηται ἡ βολὴ ἢ ἡ πληγὴ, ὁκοτέρη ἂν ᾖ μᾶλλον, ἢ ὅταν ἐξ ἰσοπέδου τοῦ χωρίου, καὶ ἢν περικρατέῃ τῇ χειρὶ τὸ βέλος, ἤν τε βάλλῃ, ἤν τε τύπτῃ, καὶ ἰσχυρότερος ἐὼν ἀσθενέστερον τιτρώσκῃ.
11. 骨骼产生可见和不可见的裂纹、遭受不可见的挫伤,并从其自然位置向内凹陷,特别是在一人被另一人伤害时,如果是故意伤害,或者无论是有意还是无意,投掷或打击(无论其中哪一种更为强烈)是从较高处发起的,或者即使是从平地发起,只要用手牢牢握住投掷物(无论是投掷还是打击),且较强者伤害了较弱者。
Ὅσοι δὲ πίπτοντες τιτρώσκονται πρός τε τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, ὁ ἀπὸ ὑψηλοτάτου πίπτων καὶ ἐπὶ σκληρότατον καὶ ἀμβλύτατον, τουτέῳ κίνδυνος τὸ ὀστέον ῥαγῆναι καὶ φλασθῆναι, καὶ ἔσω ἐσφλασθῆναι ἐκ τῆς φύσιος τῆς ἑωυτέου· τῷ δ᾿ ἐξ ἰσοπέδου μᾶλλον χωρίου πίπτοντι καὶ ἐπὶ μαλθακώτερον, ἧσσον ταῦτα πάσχει τὸ ὀστέον, ἢ οὐκ ἂν πάθοι.
在那些因跌倒而伤及骨骼和骨骼本身的人中,从最高处跌落且跌落在最硬、最钝物体上的人,其骨骼有破裂、挫伤以及从其自然位置向内凹陷的危险;而从较平坦处跌落且跌落在较软物体上的人,其骨骼遭受这些伤害的可能性较小,或者根本不会遭受。
Ὅσα δὲ ἐσπίπτοντα ἐς τὴν κεφαλὴν βέλεα τιτρώσκει πρὸς τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, τὸ ἀπὸ ὑψηλοτάτου ἐμπεσὸν καὶ ἥκιστα ἐξ ἰσοπέδου, καὶ σκληρότατόν τε ἅμα καὶ ἀμβλύτατον καὶ βαρύτατον, καὶ ἥκιστα κοῦφον καὶ ἥκιστα ὀξὺ καὶ μαλθακὸν, τοῦτο ἂν ῥήξειε τὸ ὀστέον καὶ φλάσειεν.
至于落在头上、伤及骨骼和骨骼本身的投掷物,那些从最高处坠落、最不从平地发起,且同时最硬、最平、最重,且最不轻、最不尖锐、最不柔软的投掷物,最容易使骨骼破裂和挫伤。
Καὶ μάλιστά γε ταῦτα πάσχειν τὸ ὀστέον κίνδυνος, ὅταν ταῦτά τε γίνηται, καὶ ἐς ἰθὺ τρωθῇ, καὶ κατ᾿ ἀντίον γένηται τὸ ὀστέον τοῦ βέλεος, ἤν τε πληγῇ ἐκ χειρὸς, ἤν τε βληθῇ, ἤν τέ τι ἐμπέσῃ αὐτέῳ, καὶ ἢν αὐτὸς καταπεσὼν τρωθῇ, καὶ ὁκωσοῦν τρωθεὶς κατ᾿ ἀντίον γενομένου τοῦ ὀστέου τῷ βέλει.
在这些情况发生且伤口是垂直造成的、骨骼与投掷物正对时,骨骼遭受这些伤害的危险最大,无论伤口是由于手打、投掷、物体坠落,还是由于他自己跌倒而造成的,只要在受伤时骨骼与投掷物正对即可。
Τὰ δ᾿ ἐς πλάγιον τοῦ ὀστέου παρασύραντα βέλεα ἧσσον καὶ ῥήγνυσι τὸ ὀστέον, καὶ φλᾷ, καὶ ἔσω ἐσφλᾷ, κἢν ψιλωθῇ τὸ ὀστέον τῆς σαρκός· ἔνια γὰρ τῶν τρωμάτων τῶν οὕτω τρωθέντων οὐδὲ ψιλοῦται τὸ ὀστέον τῆς σαρκός.
相反,掠过骨骼斜向滑过的投掷物,即使骨骼暴露而无皮肉,也较少造成骨骼破裂、挫伤和向内凹陷;因为在这样造成的伤口中,有些甚至连骨骼都没有暴露。
Τῶν δὲ βελέων ῥήγνυσι μάλιστα τὸ ὀστέον τάς τε φανερὰς ῥωγμὰς καὶ τὰς ἀφανέας, καὶ φλᾶται καὶ ἐσφλᾷ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου τὸ ὀστέον, τὰ στρογγύλα τε καὶ περιφερέα, καὶ ἀρτίστομα, ἀμβλέα τε ἐόντα καὶ βαρέα καὶ σκληρά· καὶ τὴν σάρκα ταῦτα φλᾶται, καὶ πέπειρον ποιέει, καὶ κόπτει·
在投掷物中,最容易使骨骼产生可见或不可见裂纹,并使骨骼挫伤和向内凹陷的,是那些圆形、球状、顶端扁平,且钝、重、硬的物体;这些物体也会使皮肉挫伤、化脓和受损。
καὶ τὰ ἕλκεα γίνεται ὑπὸ τῶν τοιουτέων βελέων, ἔς τε πλάγιον καὶ ἐν κύκλῳ, ὑπόκοιλα, καὶ διάπυά τε μᾶλλον γίγνεται, καὶ ὑγρά ἐστι, καὶ ἐπὶ πλέονα χρόνον καθαίρεται· ἀνάγκη γὰρ τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας πῦον γενομένας ἐκτακῆναι.
由这类投掷物造成的伤口往往是倾斜的和圆形的,底部呈口袋状,且更容易化脓、湿润,需要更长的时间来清除;因为受挫伤和受损的皮肉必然会化脓并溶解。
Τὰ δὲ βέλεα τὰ προμήκεα, ἐπιπολὺ λεπτὰ ἐόντα καὶ ὀξέα καὶ κοῦφα, τήν τε σάρκα διατάμνει μᾶλλον ἢ φλᾷ, καὶ τὸ ὀστέον ὡσαύτως· καὶ ἕδρην μὲν ἐμποιέει αὐτὸ καὶ διακόψαν (διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστι), φλᾷ δὲ οὐ μάλα τὸ ὀστέον τὰ τοιαῦτα βέλεα, οὐδὲ ῥήγνυσιν, οὐδ᾿ ἐκ τῆς φύσιος ἔσω ἐσφλᾷ.
相反,那些细长、极薄、尖锐且轻的投掷物,主要是切开皮肉而非挫伤它,对骨骼也是如此;它们通过切开在骨骼上留下痕迹(因为切口和痕迹是一回事),但这类投掷物不怎么挫伤骨骼,也不使其破裂,或使其向内凹陷。
Ἀλλὰ χρὴ πρὸς τῇ ὄψει τῇ ἑωυτέου, ὅ τι ἄν σοι φαίνηται ἐν τῷ ὀστέῳ, καὶ ἐρώτησιν ποιέεσθαι πάντων τουτέων (τοῦ γὰρ μᾶλλόν τε καὶ ἧσσον τρωθέντος ταῦτ᾿ ἐστὶ σημήϊα), καὶ ἢν ὁ τρωθεὶς καρωθῇ, καὶ σκότος περιχυθῇ, καὶ δῖνος ἔχῃ, καὶ πέσῃ.
然而,除了医生自己对骨骼中显现的事物进行观察之外,还必须对所有这些情况进行询问(因为这些是伤势较重或较轻的征兆),包括受伤者是否昏迷、眼前发黑、眩晕以及跌倒。