§1111. Ῥήγνυται δὲ τὸ ὀστέον τάς τε ἀφανέας ῥωγμὰς καὶ τὰς φανερὰς, καὶ φλᾶται τὰς ἀφανέας φλάσιας, καὶ ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, μάλιστα ὅταν ἕτερος ὑφ᾿ ἑτέρου τιτρωσκόμενος ἐπίτηδες τρωθῇ, ἢ ὁκόταν, ἐπίτηδες τρῶσαι βουλόμενος ἢ ἀέκων, ἐξ ὑψηλοτέρου γίγνηται ἡ βολὴ ἢ ἡ πληγὴ, ὁκοτέρη ἂν ᾖ μᾶλλον, ἢ ὅταν ἐξ ἰσοπέδου τοῦ χωρίου, καὶ ἢν περικρατέῃ τῇ χειρὶ τὸ βέλος, ἤν τε βάλλῃ, ἤν τε τύπτῃ, καὶ ἰσχυρότερος ἐὼν ἀσθενέστερον τιτρώσκῃ.
11. 骨が裂けること(目に見えない亀裂も、目に見える亀裂も)、押し潰されること(目に見えない押し潰しも)、そして本来の位置から内側に陥没することは、特に一人が他方によって傷つけられる際、意図的に傷つけられるとき、あるいは意図的であろうと不本意ながらであろうと、投擲や打撃(そのいずれが、よりいっそう強烈であろうとも)が高い場所から行われるとき、あるいは平坦な場所からであっても、飛び道具を手でしっかりと握って投げるか打つかするとき、そしてより強い者がより弱い者を傷つけるときに、最も起こりやすい。
Ὅσοι δὲ πίπτοντες τιτρώσκονται πρός τε τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, ὁ ἀπὸ ὑψηλοτάτου πίπτων καὶ ἐπὶ σκληρότατον καὶ ἀμβλύτατον, τουτέῳ κίνδυνος τὸ ὀστέον ῥαγῆναι καὶ φλασθῆναι, καὶ ἔσω ἐσφλασθῆναι ἐκ τῆς φύσιος τῆς ἑωυτέου·
落下することによって骨に至るまで傷を負い、骨それ自体も傷つく人々においては、最も高い場所から、最も硬く最も平らなものの上に落下した者に、骨が裂け、押し潰され、本来の位置から内側に陥没する危険がある。
τῷ δ᾿ ἐξ ἰσοπέδου μᾶλλον χωρίου πίπτοντι καὶ ἐπὶ μαλθακώτερον, ἧσσον ταῦτα πάσχει τὸ ὀστέον, ἢ οὐκ ἂν πάθοι.
これに対して、より平坦な場所から、より柔らかいものの上に落下した者においては、骨がこれらの害を被ることはより少なく、あるいは被ることはないだろう。
Ὅσα δὲ ἐσπίπτοντα ἐς τὴν κεφαλὴν βέλεα τιτρώσκει πρὸς τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, τὸ ἀπὸ ὑψηλοτάτου ἐμπεσὸν καὶ ἥκιστα ἐξ ἰσοπέδου, καὶ σκληρότατόν τε ἅμα καὶ ἀμβλύτατον καὶ βαρύτατον, καὶ ἥκιστα κοῦφον καὶ ἥκιστα ὀξὺ καὶ μαλθακὸν, τοῦτο ἂν ῥήξειε τὸ ὀστέον καὶ φλάσειεν.
頭に飛来して、骨に至るまで傷つけ、骨自体も傷つける飛び道具については、最も高い場所から飛来し、最も平地からではなく、同時に最も硬く、最も平らで、最も重く、最も軽くなく、最も鋭くなく、また柔らかくないものが、骨を裂き、押し潰すだろう。
Καὶ μάλιστά γε ταῦτα πάσχειν τὸ ὀστέον κίνδυνος, ὅταν ταῦτά τε γίνηται, καὶ ἐς ἰθὺ τρωθῇ, καὶ κατ᾿ ἀντίον γένηται τὸ ὀστέον τοῦ βέλεος, ἤν τε πληγῇ ἐκ χειρὸς, ἤν τε βληθῇ, ἤν τέ τι ἐμπέσῃ αὐτέῳ, καὶ ἢν αὐτὸς καταπεσὼν τρωθῇ, καὶ ὁκωσοῦν τρωθεὶς κατ᾿ ἀντίον γενομένου τοῦ ὀστέου τῷ βέλει.
そして、これらの状況が生じ、かつ傷が垂直に負わされ、骨が飛び道具に対して対面(直角)になるとき、それが手による打撃であれ、投げられたものであれ、何かがそこに落下したものであれ、あるいは彼自身が転倒して傷ついたのであれ、どのように傷ついたにせよ、骨が飛び道具に対して対面になっていたならば、骨がこれらの害を被る危険が最も大きい。
Τὰ δ᾿ ἐς πλάγιον τοῦ ὀστέου παρασύραντα βέλεα ἧσσον καὶ ῥήγνυσι τὸ ὀστέον, καὶ φλᾷ, καὶ ἔσω ἐσφλᾷ, κἢν ψιλωθῇ τὸ ὀστέον τῆς σαρκός·
これに対して、骨をかすめて斜めに滑った飛び道具は、たとえ骨が肉から剥き出しになったとしても、骨を裂いたり、押し潰したり、内側に陥没させたりすることはより少ない。
ἔνια γὰρ τῶν τρωμάτων τῶν οὕτω τρωθέντων οὐδὲ ψιλοῦται τὸ ὀστέον τῆς σαρκός.
なぜなら、そのようにして負った傷の中には、骨が肉から剥き出しにさえならないものもあるからである。
Τῶν δὲ βελέων ῥήγνυσι μάλιστα τὸ ὀστέον τάς τε φανερὰς ῥωγμὰς καὶ τὰς ἀφανέας, καὶ φλᾶται καὶ ἐσφλᾷ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου τὸ ὀστέον, τὰ στρογγύλα τε καὶ περιφερέα, καὶ ἀρτίστομα, ἀμβλέα τε ἐόντα καὶ βαρέα καὶ σκληρά·
飛び道具のうち、骨に目に見える亀裂や目に見えない亀裂を生じさせ、また骨を押し潰し、本来の位置から内側に陥没させるものが最も多いのは、丸くて球状で、先端が平らで、鈍重で硬いものである。
καὶ τὴν σάρκα ταῦτα φλᾶται, καὶ πέπειρον ποιέει, καὶ κόπτει·
そしてこれらは肉を押し潰し、挫滅させ、叩き潰す。
καὶ τὰ ἕλκεα γίνεται ὑπὸ τῶν τοιουτέων βελέων, ἔς τε πλάγιον καὶ ἐν κύκλῳ, ὑπόκοιλα, καὶ διάπυά τε μᾶλλον γίγνεται, καὶ ὑγρά ἐστι, καὶ ἐπὶ πλέονα χρόνον καθαίρεται·
そして、そのような飛び道具によって生じる傷は、斜めや円形に広がり、底部がポケット状になり、より化膿しやすく、湿潤であり、より長い時間をかけて浄化される。
ἀνάγκη γὰρ τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας πῦον γενομένας ἐκτακῆναι.
なぜなら、押し潰され叩き潰された肉は、膿となって溶解し尽くさなければならないからである。
Τὰ δὲ βέλεα τὰ προμήκεα, ἐπιπολὺ λεπτὰ ἐόντα καὶ ὀξέα καὶ κοῦφα, τήν τε σάρκα διατάμνει μᾶλλον ἢ φλᾷ, καὶ τὸ ὀστέον ὡσαύτως·
これに対して、細長く、非常に薄く、鋭く、軽い飛び道具は、肉を押し潰すよりはむしろ切り裂き、骨に対しても同様である。
καὶ ἕδρην μὲν ἐμποιέει αὐτὸ καὶ διακόψαν (διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστι), φλᾷ δὲ οὐ μάλα τὸ ὀστέον τὰ τοιαῦτα βέλεα, οὐδὲ ῥήγνυσιν, οὐδ᾿ ἐκ τῆς φύσιος ἔσω ἐσφλᾷ.
そして、それ(骨)を切り裂くことで傷痕を作るが(切り口と傷痕は同じものであるから)、そのような飛び道具は骨を押し潰すことはほとんどなく、裂くこともなく、本来の位置から内側に陥没させることもない。
Ἀλλὰ χρὴ πρὸς τῇ ὄψει τῇ ἑωυτέου, ὅ τι ἄν σοι φαίνηται ἐν τῷ ὀστέῳ, καὶ ἐρώτησιν ποιέεσθαι πάντων τουτέων (τοῦ γὰρ μᾶλλόν τε καὶ ἧσσον τρωθέντος ταῦτ᾿ ἐστὶ σημήϊα), καὶ ἢν ὁ τρωθεὶς καρωθῇ, καὶ σκότος περιχυθῇ, καὶ δῖνος ἔχῃ, καὶ πέσῃ.
しかし、医師は自らの視覚(骨の中に何が見えるか)に加えて、これらすべてのことについても質問を行わなければならない(なぜなら、これらは傷がより重いか、あるいはより軽いかの兆候だからである)、すなわち、負傷者が意識朦朧となったか、目の前が暗くなったか、めまいがしたか、そして転倒したかどうかを。