Humanitext Reader

希波克拉底 · 论头部创伤 §12

颅缝损伤的诊断困难与环锯术注意事项

第 6 段,共 11 段 · 希腊语

内容简介

本章解释了由于颅骨缝合线自身粗糙的形态以及易于解离的特性,对其上的损伤进行诊断极其困难。指出该部位的负伤往往更为严重,并强调在进行环锯术时,必须避开缝合线本身而在其相邻的骨骼上进行操作。

§1212. Ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ κατ᾿ αὐτὰς τὰς ῥαφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτ᾿ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἡ ἕδρη ἐν αὐτέῃσι τῇσι ῥαφῇσιν.
12. 当骨骼因投掷物而暴露、且伤口正处于缝合线上时,(在骨骼其他部分本应显而易见的)投掷物压痕,无论其存在与否,都变得难以辨认,即使该压痕恰好发生在缝合线本身也是如此。
Ξυγκλέπτεται γὰρ αὐτὴ ἡ ῥαφὴ τρηχυτέρη ἐοῦσα τοῦ ἄλλου ὀστέου, καὶ οὐ διάδηλον ὅ τι τε αὐτοῦ ῥαφή ἐστιν, καὶ ὅ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἡ ἕδρη.
因为缝合线本身比骨骼的其他部分更为粗糙,从而掩盖了真相,除非压痕非常大,否则很难辨明何为骨骼的缝合线,何为投掷物的压痕。
Προσγίνεται δὲ καὶ ῥῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι ῥαφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ ἡ ῥήξις χαλεπωτέρη φράσασθαι, ἐῤῥωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατ᾿ αὐτὴν τὴν ῥαφὴν ἡ ῥῆξις γίνεται ἢν ῥηγνύηται, ὡς ἐπὶ τὸ πουλύ.
此外,在缝合线处产生的压痕通常会伴随骨折(裂口),而即使骨骼已经开裂,这道裂口本身也变得更加难以辨认,其原因在于:当骨骼破裂时,裂口通常会沿着缝合线本身发生。
Ἕτοιμον γὰρ ταύτῃ ῥήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθένείην τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς ῥαφῆς ἑτοίμης ἐούσης ῥήγνυσθαι καὶ διαχαλᾷν· τὰ δ᾿ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν ῥαφὴν, μένει ἀῤῥαγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς ῥαφῆς.
因为在这个部位,由于骨骼自身结构的脆弱和稀疏,且缝合线本身极易破裂和解离,骨骼极易在此处开裂并松解;而缝合线周围的其他骨骼部分则保持不破裂,因为它们比缝合线更强韧。
Ἡ δὲ ῥῆξις ἡ κατὰ τὴν ῥαφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς ῥαφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς, οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ ῥαφῇ ῥαγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς ῥαφὰς, ῥαγῇ καὶ διαχαλάσῃ· ἀλλ᾿ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος ῥωγμήν.
而在缝合线处发生的裂口也是缝合线的解离,这同样不易察觉,无论是因为在缝合线处产生的投掷物压痕导致其开裂松解,还是因为缝合线处的骨骼遭受挫伤而开裂松解;但由挫伤引起的裂纹更难辨认。
Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ ῥαφαὶ ῥωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν· διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν.
因为这些缝合线看起来像裂纹,且比骨骼的其他部分更为粗糙,如果不是被强力切开并松解(切口与压痕是一回事),它们就会欺骗医生的判断和视觉。
Ἀλλὰ χρὴ, εἰ κατὰ τὰς ῥαφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν ὅ τι πέπονθε τὸ ὀστέον.
但是,如果伤口发生在缝合线处,且投掷物触及骨骼并卡在骨骼中,必须集中注意力,查明骨骼遭受了什么损伤。
Ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ὁ ἐς τὰς ῥαφὰς δεξάμενος τὸ βέλος, ἢ ὁ μὴ ἐς τὰς ῥαφὰς δεξάμενος.
因为,即便投掷物的大小相同或相似,甚至小得多,且受伤情况相同或轻得多,在缝合线处承受投掷物的人,其骨骼所受的损害也远远大于非缝合线处承受投掷物的人。
Καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ· ἀλλ᾿ οὐ χρὴ αὐτὰς τὰς ῥαφὰς πρίειν, ἀλλ᾿ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς.
这些情况大多需要使用环锯术(锯割);但千万不可在缝合线本身进行锯割,而应在避开缝合线后,在相邻的骨骼上进行锯割(如果要锯的话)。

词汇与语法注释

  1. p.224Ὅταν δὲ τύχῃ ψιλωθὲν — 动词 `τυγχάνω`(此处为虚拟语气 `τύχῃ`)与被动不定过去时分词 `ψιλωθέν` 连用,用于表达实际发生或偶然发生的状况(“碰巧暴露”),强调了物理状态的现实性。
  2. p.224ξυγκλέπτεται — 该动词意为“共同隐瞒”或“欺骗”,形象地描述了缝合线天然粗糙的纹理如何掩盖外伤留下的痕迹,从而误导或欺骗医生的视觉和判断。
  3. p.228ἀποχωρήσαντα — 阳性单数宾格不定过去时活动分词。尽管主句中未明确说明主语,但它在隐指的“宾格加不定式”结构中充当不定式 `ποιέεσθαι` 的逻辑主语(即医生),指示医生应当在“避开”缝合线之后再进行操作。

引用这一段

希波克拉底, 论头部创伤 §12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。