Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §7

针对积粪与足冷的下法与调养

第 3 段,共 12 段 · 希腊语

内容简介

本段阐述了在伴有积粪、足冷等不同病理状态下给予饮食与泻药的适宜时机,并详细解释了体内热量移动与足冷发生的机制。

§77. Ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην ἄγεινιμέχρις οὗ καταβῇ τὰ σιτία πρῶτόν ἐς τὴν κάτω κοιλίην· πόματι δὲ χρεέσθω ὀξυμέλιτι·
7. 若在陈旧粪便积滞、且患者刚刚进食之际突发发热,无论是否伴有肋胁疼痛,均应静卧,直至食物首先下行至下腹部;饮水则当用酸蜜水。
ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, ἢ καθᾶραι φαρμάκῳ· ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ· ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον.
当腰部出现沉重感时,当以灌肠剂导下,或以药物泻下;排泄干净后,起初以重粥及蜂蜜水调养;继而给予食物、水煮鱼及稀释的温和葡萄酒,临夜稍给些许;日间则饮用稀释的蜂蜜水。
Ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ᾿ οὕτω κλυσμῷ ὑπαγαγεῖν.
若排出之气恶臭,则当用栓剂或灌肠剂;若不奏效,则当暂缓,让其饮用酸蜜水,直至其下行至下腹部,然后再以此法灌肠导之。
Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον.
若在腹中空虚时突发稽留热,且你认为适宜用药,则在三日之内切勿服药,而当在第四日方可。
Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς.
服用药物后,当使用重粥,并密切防范发热的激发期,切勿在发热行将发作时给予,而应在热势衰退或退尽之时,且尽可能远离发作起点时给予。
Ποδῶν δὲ ψυχρῶν ἐόντων, μήτε ποτὸν μήτε ῥόφημα μήτ᾿ ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι σφόδρα γένωνται· εἶθ᾿ οὕτω τὸ ξυμφέρον πρόσφερε.
若足部寒冷,则切勿给予饮料、重粥或任何此类之物,而当将防范此事视为最要之务,直至足部完全温热;此后方可给予有益之物。
Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ᾿ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα αὐξήσεις οὐ σμικρῶς.
盖足冷多为发热即将加剧之征兆;若在此等时机给予饮食,则满盘皆输,盖如此将大大加重病情。
Ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος·
而当发热衰退时,相反,足部会比身体其他部位更为温热。
αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος, ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος δὲ ἅλες τοῦ θερμοῦ ἅπκντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρηκα·
盖发热在使足部变冷的同时而增强,其自胸部燃起,将火焰送至头部;当所有的热量一同汇聚于上,并化作蒸气升腾至头部时,足部因天生无肉且多筋,自然变冷;且因其远离最热之处,随热量汇聚于胸部而变凉。
καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ δὲ τὸν χρόνον τοῦτον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται.
反之,当发热消散解离时,热量便下行至足部;在此期间,头部与胸部则变凉。
Τοῦ δ᾿εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποχόνδριον ἐντεταμένον, καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν, καὶ μετεωρισμὸν γνώμης, καὶ ἀλγήματα· καὶ ἕλκεται, καὶ ἐμέειν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται·
因此必须注意,当足部寒冷时,腹部必然炽热且充满极度不适,胁下紧绷,因体内烦扰而身体辗转反侧,神志恍惚,且伴有疼痛;且腹部受刺激,欲呕吐,若吐出有害之物则感痛苦。
θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας, καὶ οὔρου διελθόντος, κἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ·
然而,待热量下行至足,小便通畅之后,纵使未曾出汗,诸症亦皆缓解。
κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι τότε δὲ ὄλεθρος.
故当于此时给予重粥,而在彼时给予则无异于毁灭。

词汇与语法注释

  1. ¦p.418¦νεοβρῶτι ἐόντι — 阳性单数与格现在分词 `ἐόντι` 与形容词 `νεοβρῶτι`(刚吃过东西的)的结合。它指代主句不定式 `ἡσυχίην ἄγειν` 的逻辑主语(患者),在条件句 `Ἢν πυρετὸς λάβῃ`(若发热袭击[某人])的语境下,充当表示受影响当事人的关系与格(或利益与格)。
  2. ¦p.418¦ἡσυχίην ἄγειν — 不定式在独立句中用于表示命令(命令式不定式)。这是医学著作等指导性文本中非常常见的用法。
  3. ¦p.418¦ἀλλ᾿ ἢ τεταρταῖον — 紧跟在否定表达 `μὴ φαρμακεύειν` 之后的 `ἀλλ' ἤ` 表示“除了……之外(不)”或“除非”。因此,“除第四日外不要服药”,即“直到第四日方可服药”。
  4. ¦p.420¦ψύχων — 动词 `ψύχω` 的现在活动分词单数主格,与主语(发热 `ὁ πυρετός`)一致。它表示伴随状况或手段/原因:“在使足部变冷的同时”或“通过使足部变冷”。
  5. ¦p.422¦Τοῦ δ᾿εἵνεκα — 后置介词 `εἵνεκα` 置于中性单数属格指示代词 `τοῦ`(此处用作指示代词而非关系代词)之后,中间插入了连词 `δέ`。其意为“因此”或“为了这个缘故”。
  6. ¦p.424¦τότε δὲ ὄλεθρος — 极度简练的对比表达。对应于“于此时” (`κατὰ τόνδε τὸν καιρό难`),`τότε` 指代“彼时”(即足冷之时),省略了系动词 `ἐστί`,构成名词性谓语句,意为“而在彼时则是毁灭”。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。