Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §1-4

灼热热病理与急性病初期治疗原则

第 1 段,共 12 段 · 希腊语

内容简介

本文讨论了灼热热(卡乌索斯)的病理与治疗方法,强调了急性病及内脏炎症早期静脉放血优先于药物治疗的原则,并指出了针对突发性失语症行右臂静脉放血的疗法及其伴随症状。

§1## ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ. 1. Καῦσος γίγνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά·
1. 灼热热(卡乌索斯)之产生,乃因夏季微细血管干燥,向内吸入辛辣且属胆汁质之体液所致。
καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὡς ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
此时伴随高热,身体如受疲劳支配般倦怠而痛苦。
Γίγνεται δὲ ὡς ἐπιτοπουλὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται.
此病多因长途跋涉与长期干渴而起,此时干燥之微细血管吸入辛辣且炽热之流体。
Γίγνεται δὲ ἡ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα· καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει· τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν.
舌苔变得粗糙、干燥且极黑;患者腹部周围有咬噬般之疼痛;排泄物稀薄且呈黄色,并伴有剧烈之口渴、失眠,有时甚至神志错乱。
Τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει· κἂν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην ὑποκλύσαι· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα ὄνου ἑψήσας κάθαιρε.
对此类患者,当给予其所愿饮用之水及煮沸稀释之蜂蜜水;若口中发苦,催吐则有益,亦宜灌肠以清洁下腹;若以此法仍不缓解,则可将驴乳煮沸以导泻。
Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν, οὐ γὰρ ὒποίσει· ῥοφήματα δὲ, ἕως ἂν ἔξω τῶν κρισίμων γένηται, μὴ δίδου.
切勿给予任何咸辣之物,因患者无法耐受;在度过危险期之前,切勿给予重粥。
Κἢν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται·
若鼻腔出血,则病得解;或伴随排出白色、浓稠且有平滑沉淀物之尿液,而出现真正具决定性之大汗,或某处出现脓肿,病亦得解。
ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης, ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
然若无此等征兆而缓解,则疾病必将复发,或将出现腰部及双腿之疼痛,且若其将要痊愈,则会吐出浓痰。
Καύσου γένος ἄλλο.
另一类灼热热。
Κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης· οὔρων ἀπόληψις· ἀγρυπνίη· ἀκρωτήρια ἐψυγμένα.
腹泻,极度口渴,舌粗糙、干燥、带盐气;尿闭;失眠;四肢冰冷。
Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινῶν ῥυῇ, ἢ ἀπόστημα περὶ τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἢ ἰσχίου ὀδύνη, ἢ αἰδοίου πελίωμα), οὐ κρίνεται· καὶ ὄρχις ἐνταθεὶς κριτικόν.
对此类患者,若无鼻衄,或颈部未生脓肿,或未出现双腿疼痛且未吐出浓痰(此等症状多于大便秘结时出现,或伴腰痛,或阴部青黑),则病不解;睾丸紧绷亦为转机之兆。
Ῥοφήματα ἐπισπαστικὰ δίδου.
当给予具引流作用之重粥。
§22. Τὰ δ᾿ ὀξέα πάθεα, φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νούσημα, καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ, καὶ ῥώμη παρῇ αὐτέοισιν.
2. 至于急性病,若病势显现强劲,且患者正值壮年、体力尚存,则当行静脉放血。
Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, εἴτ᾿ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢ καὶ πλείω τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ τὴν κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης, ἕως ἂν ἐν ἀσφαλείῃ γένοιτο ὁ νοσέων, καὶ λιμῷ, εἰ χρῄζοι.
因此,若为咽喉炎,当用舐剂导滞,若为其他胸膜炎亦然;然若患者显现较虚弱,或放血已然过多,则每隔一日当行下腹灌肠,直至患者处于安全状态,必要时亦可禁食。
§33. Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, ἢ πνευμάτων προστάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνεύματος ἀπολήψιος τὰ παθήματα ταῦτα ὑπογίγνεται, μάλιστα δὲ ἥπατος περιωδυνίαι, καὶ σπληνὸς βαρέα, καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι, καὶ ξυστροφαὶ νουσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν· ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμὸν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νούσημα ᾖ·
3. 下肋部发炎(非因气滞所致者)、横隔膜紧张、或气逆、干性端坐呼吸——此等病症之下并无脓液,而纯因气滞所致——尤其是肝脏剧痛、脾脏沉重、以及横隔膜上方之其他炎症与剧痛,暨疾病之积聚,若首先企图以药物治疗,则均无法缓解;在此类病例中,放血乃最首要之疗法;其后若病势非大且强,则行灌肠;否则,其后亦需药物治疗。
εἰ δὲ μὴ, καὶ ὕστερον φαρμακείης δεῖ· δέεται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φαρμακείης φλεβοτομίη.
然放血配合药物,须慎重且适度。
Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν· οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ δὲ ἀντέχοντα τῷ νουσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γενομένου, τὸ νούσημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νούσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.
凡在病初即企图以药物缓解发炎部位者,于紧张及发炎之部毫无所减,盖因病势未熟,并不退让;反而消耗抵抗疾病之健康部位;及至身体衰弱,病势遂占上风;一旦病势战胜身体,则此种状态将不可救药。
§44 Τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι, φλεβῶν ἀπολήψιες λυπέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς· φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα, καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον.
4. 至于人忽失语,若此等情况发生于健康之人而无先兆或其他强力病因,乃因血管阻塞作祟;故当于右臂内侧静脉行放血,依其体质与年龄权衡放血之多寡。
Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε· ἐρυθήματα προσώπου, ὀμμάτων στάσιες, χειρῶν διαστάσιες, ὀδόντων τρισμοὶ, σφυγμοὶ, σιηγόνων ξυναγωγὴ, καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας.
其人多伴随如下症状:面部发红、目睛凝视、双手痉挛、咬牙切齿、脉搏搏动、下颌紧闭、四肢发发冷、以及沿血管之气滞。

词汇与语法注释

  1. p.396δακνόμενος — 被动语态现在分词,主格单数阳性,意为“(腹部周围)被咬噬般(感到疼痛)”。其逻辑主语为上下文省略的“患者”。
  2. p.396προσφέρειν — 现在主动不定式,用作命令式(命令不定式),意为“切勿给予”。
  3. 2φλεβοτομήσεις — 阴性名词 φλεβοτομήσις(静脉放血)的复数主格。此处的名词在无动词的情况下独立使用,用以表示医疗指令或处方(“应当进行放血”)。
  4. 3Φλεγμαίνοντα ὑποχόνδρια — 从句首直至 οὐ δύνανται λύεσθαι,并列了表示各种病理状态的主语。整句的骨架为:若在条件从句 ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν(若首先企图以药物治疗)成立的前提下,上述所有主语均无法被主句谓语动词短语 οὐ δύνανται λύεσθαι(无法被缓解/解决)所消解。
  5. p.404Τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι — 带冠词的不定式短语,用作宾格形式的主题陈述(“至于人忽失语”),用以引出全句的主题。主句的实际主语为 φλεβῶν ἀπολήψιες(血管阻塞)。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。