Humanitext Reader

希波克拉底 · 论急性病摄生法(附录) §23-28

用药禁忌与泻血止血等替代疗法

第 11 段,共 12 段 · 希腊语

内容简介

列举多种病症患者禁忌用药治疗的情形,并提出泻血、排尿、发汗及按摩等替代疗法,同时详述了治疗水肿、止血以及使用芝麻状植物的药方。

§2323. Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακεψιένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι, καὶ αἱμοῤῥαγέοντας ἐκ ῥινὸς ἢ καθ᾿ ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἔωσιν, ἢ πόνος αὐτοῖσιν ἐπιτρέχῃ σφοδρὸς, καὶ μὴ ἐπικρατέωσιν· τῶν τοιῶνδε μηδένα φαρμακεύειν·
23. 当知,凡因运动、奔跑、旅途、狩猎或任何其他不合时宜的劳作,或因房事而头痛者;面色苍白者、声音嘶哑者、脾脏有病者、贫血者、多气者、干咳且口渴者、胀气者、静脉闭塞者、季肋部、侧胁及后背紧张者、麻木者、视物模糊者、耳鸣者、尿道失禁者、黄疸者、腹部排出未消化物者、以及鼻腔或肛门剧烈出血者(若他们处于胀气状态,或剧烈疼痛袭来而他们无法克服)——在此类人中,绝不可用药治疗;因为这将带来危险,不仅毫无益处,还会消除其自愈及转归。
κίνδυνόν τε γὰρ ἕξει, καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις. §2424. Ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων· καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε.
24. 若对某人适宜进行泻血,当先使其肠胃坚实,然后泻血,并禁食,且不给其饮用葡萄酒;随后以适当的食疗法[治疗]其残余病症,并用湿热熏蒸法治疗。
Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκέῃ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.
若你认为其肠胃过于积滞,当用温和的灌肠剂轻轻灌肠。
§2525. Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε.
25. 若认为适宜用药,当用黑藜芦安全地从上(催吐)清泻;但不可用任何此类药物从下(通便)清泻。
Κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος.
最适宜的是引导其排尿、发汗及散步;并使用温和的按摩,以免使其体质过于凝紧;若其卧床不起,当由他人为其按摩;若病痛在胸部(即膈肌之上)造成痛苦,当使其尽可能频繁地坐起,只要有体力就尽可能少躺下,并在其坐着时,用大量温热的油脂长时间按摩他;但若疼痛在下腹部(即膈肌之下),则适宜躺下且不作任何运动;对此类身体,除按摩外不施加任何治疗。
Τὰ δὲ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοῦτοι γὰρ ἢ ἀπόλλυνται, ἢ ἄνευ ἄλλων κακῶν οὐ γίγνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.
从下腹部通过尿液及汗水排出的病邪,若流出适度,轻微者会因自愈而消解;但剧烈者则有害;因为此类患者要么死亡,要么不免于其他恶果而无法康复,反而病邪固着或发生类似情况。
§2626. Πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης, καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοισιν ὕδατος τὰ σώματα, ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειψάμενος πρότερον, νῆστις δὲ πινέτω· ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
26. 水肿患者的饮剂:三只斑蝥,去除每只的头部、足部和翅膀,将其身体在三恰托斯水中研碎;当饮用者感到痛苦时,当在预先涂抹油脂后用温水润湿之,且当空腹饮用;并当食用用油脂制成的温热面包。
§2727. Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν· καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίγνηται.
27. 止血剂:将无花果汁涂于羊毛上,塞入内部贴着血管,或将凝乳酶揉成团塞入鼻孔,或用手指蘸取胆矾粉压迫之,并从外侧压迫两侧软骨;并用煮过的驴乳通利肠胃,若发生在炎热季节,当剃去头发并施以冷敷。
§2828. Σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις, ἡμιόλιον δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισι, καὶ ἧσσον πνίγει τὸ τρίτον μέρος τῆς πόσιος.
28. 芝麻状植物能从上(催吐)清泻;服用量为一德拉克马半,研碎于醋蜜中;它亦可与黑藜芦混合,服用量的三分之一能减少窒息感。

词汇与语法注释

  1. §23Εἰδέναι — 句首的 Εἰδέναι 起到祈使不定式(imperative infinitive)的作用,向医生传达一般性的指导原则。它在引入一长串宾格表示的患者群体后,支配着后续的宾格与不定式结构“μηδένα φαρμακεύειν”(任何人都不应用药治疗)。
  2. §23φλεβῶν ἀπολήψιας — 在一连串以宾格表示的患者病症中,插入了名词短语 φλεβῶν ἀπολήψιας(静脉闭塞)。这暗示了诸如“ἔχοντας”(具有)等分词的省略,承接了前文如“τοὺς φυσώδεας”等宾格形容词的句法结构。
  3. §24τὰ ἐπίλοιπα αὐτέων — 短语 τὰ ἐπίλοιπα αὐτέων(他们其余的症状/部位)后缺少支配它的动词。这是一个省略结构,其动作由后文出现的动词“θεράπευε”(治疗)或类似的治疗动词来补充。
  4. §25ἄνω — 在古希腊医学中,副词 ἄνω(向上)与 κάτω(向下)指代体内病理产物的排泄方向。ἄνω 特指通过催吐(呕吐)进行清泻,而 κάτω 则指通过肠道(服用泻药)进行清泻。

引用这一段

希波克拉底, 论急性病摄生法(附录) §23-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:23-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。