§2929. Τριχώσιος. Ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ· κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά.
29. 倒睫的治疗:将线穿入有针眼的针中,从眼睑上部绷紧的锐利边缘向下方刺穿并拉过线,在此下方再穿过另一条线;拉紧这些线进行缝合和结扎,直到它们脱落;若如此已足够(则罢),若不然,即有不足,当重新进行同样的操作。
Καὶ τὰς αἱμοῤῥοΐδας τὸν· αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη· εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι.
痔疮亦当以同样的方式用针穿刺,用尽可能粗大、带脂的羊毛线结扎,因为这样治疗更为安全;随后将其压榨,使用腐蚀剂,在脱落前切勿弄湿,且始终留下一处不扎,此后在恢复体力后,用黑藜芦清泻。
Εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου· ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα· οἶνον δὲ κιῤῥὸν αὐστηρὸν, ὑδαρέα, καὶ ὀλίγον τὸ ποτὸν πινέτω.
随后令其锻炼并出汗;锻炼的方式为清晨起进行按摩和摔跤;当避免奔跑、醉酒以及除牛至以外的辛辣食物;当每七天或一个月呕吐三次;因为这样身体才能处于最佳状态;当饮用稀释了的、少量的淡黄色干型葡萄酒。
§3030. Τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἕ ψεε ἐν ὕδατι, καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον, καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ· εἶτα τρίψας λεῖον, ξύμμισγε κύμινον πεφρυγμένον, καὶ λευκὰ σήσαμα, καὶ ἀμυγδάλας νέας τρίψας ἐν μέλιτι, ἐκλεικτὸν δίδου, καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν· ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιερὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου.
30. 对于蓄脓患者:将海葱切成圆片,在水中煮沸,彻底煮透后倒掉水,再加入新水煮,直到手感上显得熟透且柔软;然后将其研至细滑,加入炒过的孜然、白芝麻以及在蜂蜜中研碎的新鲜扁桃仁,作为膏剂给药,并在之后给予甜酒;至于流质食物,将约一小碗分量的白罂粟研碎,溶于上等麦粉的洗液水中,煮沸并浇上蜂蜜,温热地啜饮,以此度过一日;然后根据排泄情况,给予晚餐。
§3131. Δυσεντερίης· κυάμων καθαρῶν τεταρτηόριον, καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα, λιπαρὸν διδόναι ἐκλείχειν.
31. 对于痢疾:四分之一分量的净豆,以及十二根研碎的茜草枝;混合均匀并煮熟后,作为浓稠的膏剂给予舐食。
§3232. Ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς σταῖς μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς, καὶ παράπασσε τοὺς κανθούς.
32. 对于眼疾:洗净的灰,混合油脂使其不至于像面团般湿润,研磨细滑,用酸涩的未熟葡萄汁湿润,并在阳光下晒干,(使用时)再润湿使其如软膏一般;当其变干时,用研磨细滑的干粉涂抹眼睑下方,并撒在眼角。
§3333. Ὑγρῶν· ἐβένου δραχμὴν μίην, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην ἀττικὴν, κἄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας· ὁκόταν ξυνεψηθῇ, τούτῳ χρέο.
33. 对于湿性眼疾:一德拉克马乌木,在砥石上研磨九奥博尔煅铜,三奥博尔藏红花;将这些研磨细滑,倒入一雅典科提耳的甜葡萄酒,然后盖好置于阳光下;当其一同熬浓时,使用此药。
§3434. Πρὸς τὰς περιωδυνίας· χαλκίτιδος δραχμὴ, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, καὶ ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ, καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ.
34. 针对剧烈疼痛:一德拉克马胆矾,以及葡萄;当其发酵两天后,榨取其汁,研磨没药和藏红花并与新酿葡萄汁混合,在阳光下曝煮,以此涂抹剧痛患者;此药当盛于铜器中。
§3535. Ὑπὸ ὑστερικῶν πνιγοένων γνῶσις· πιέσαι τοῖσι δακτύλοισι· κἢν αἴσθηται, ταῦτα ὑστερικά ἐστιν· ἢν δὲ μὴ, σπασμώδεα.
35. 因子宫病(歇斯底里)窒息者的鉴别:用手指按压;若其有知觉,此为子宫病;若无,则为痉挛。
§3636. Τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκοιν ἀττικὸν στρογγύλον, πόσις.
36. 对于需要安眠者:罂粟汁,两雅典圆小碗的分量,为服用量。
§3737. Λεπίδος μῆλαι τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου κόλλης· ταῦτα λεῖα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει.
37. 铜鳞屑三药铲的宽度,以及上等麦粉的胶;将这些研磨细滑,揉成丸药给予;此药能向下清泻水分。
§3838. Κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.
38. 通利肠胃排出粪便:将大戟汁液向干无花果上滴注,每颗滴七次,然后合置于新器中保存;在饭前给予。
§3939. Καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὑδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε.
39. 此外,研磨罂粟汁,注水并过滤,混合面粉,烤制成饼,浇上熬过的蜂蜜,给予肛门疾病患者和水肿患者食用,并在排便后让他们饮用稀释的甜葡萄酒,或稀释的蜂蜜水;或者收集罂粟汁保存起来,并进行治疗。