§1919. Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται, καὶ ψόφοι ἔνεισι, καὶ ὀδύνῃ πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται.
19. 在干霍乱中,腹部因胀气而鼓胀,并伴有腹鸣,且肋部与腰部疼痛,下无排泄,反而完全闭塞。
Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλ᾿ ἡ κοιλίη ὑπελεύσηται.
对此类患者当妥善看护,使其不致呕吐,而使肠胃通利。
Κλύσον οὖν ὅτι τάχιστα θερμῷ καὶ ὡς λιπαρωτάτῳ, καὶ ἐς ὕδωρ, ἀλείφων ὡς πλείστῳ, κάθιε θερμὸν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ παράχεε κατὰ σμικρὸν, καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπάγῃ, λέλυται.
因此,当尽快用温热且极油腻之剂灌肠,并在其身上涂抹极多油脂,将其安顿于浴盆中浸入温水,并逐渐注入温水。 如果在其受热温煦时,肠胃得以通利,则病即消解。
Ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε, καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται.
此类患者亦适宜在其后入睡,并饮用清淡、陈旧且较浓的葡萄酒,且给其服用橄榄油,以使肠胃温和通利,则病即消解。
Σίτων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθω.
当禁食食物及其他物品。
Ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως ἂν καθαρθῇ, Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ, καὶ χολὴ ὑποχωρέῃ, καὶ στρόφοι, καὶ ἔμετοι, καὶ πνιγμοὶ, καὶ δηγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν· πίνειν δὲ μελίκρητον, καὶ μὴ ἐξεμέειν.
若疼痛不减,当给其饮用驴乳,直至得以净化。 另一方面,若腹泻下痢,胆汁下行,并伴有腹痛、呕吐、窒息感与灼痛,对这些人而言,保持静止最为适宜;当饮用蜂蜜水,且不可吐出。
§2020. Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος·
20. 水肿有两种类型,其中皮下水肿,一旦开始发生便无可挽回;另一种伴有胀气的,则需要极大的运气。
μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη·
最需要的是劳作、熏蒸和节制。
ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα.
当食用干燥且有刺激性的食物,因为如此最能利尿,且最能保持体力。
Ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζη, καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω·
若呼吸困难,且适逢夏季,年龄正值壮年,并有体力,当从手臂泻血;随后,将温热的面包浸入黑葡萄酒和橄榄油中食用。
καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.
当尽可能少饮水,尽可能多劳作,并食用用醋煮熟的有肉质的猪肉,以便能支撑在陡坡上的散步。
§2121. Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς.
21. 凡是下腹部温热,且因体质消溶而排出刺激性且不均匀的排泄物者,若他们有体力,当用黑藜芦反向引之;若无体力,则当给以当年新麦制成的稠冷粥、扁豆汤、灰中烤面包,若有热则食煮鱼,无热则食烤鱼,无热者饮用黑葡萄酒;若不宜,则饮用用榅桲、香桃木、苹果、花楸果、椰枣或野生葡萄花制成的水。
Ἢν δὲ πυρετὸς μὴ ἔχῃ, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον, καὶ λίνου σπέρμα, καὶ πύρινα ἄλφιτα, καὶ τῶν αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλέσας, ἐπιπάσσων πινέτω· καὶ ὠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ, καὶ σεμίδαλιν, καὶ κέγχρον, καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν, καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.
若无发热而有腹痛,可饮用温热的驴乳,起初少量,随后逐渐增加,并饮用掺有亚麻子、麦粉以及去除苦味后研磨并撒入之埃及豆的饮品;亦当食用半凝固的烤蛋、细面、小米、用乳汁煮熟的麦粥,皆煮熟放凉后食用,并当供给与这些相似的饮品和食物。
§2222. Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος.
22. 养生法最重要的一点,是在长期疾病中观察并注意发热的亢进与缓解,以便能审慎避开不宜进食的时刻,并确知适宜进食的安全时刻;而这正是在发热离其亢进期最远的时候。