§1212. Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ, ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχία στηρίξῃ ὀδύνη.
12. 痢疾在停止时,除非显现在发热或出汗以及黏稠且白色的尿液中,或者除非疼痛固定在三日疟、或静脉瘤、或睾丸、或双腿、或腰部,否则会产生脓肿或某种肿胀。
§1313. Ἐν πυρετῷ χολώδεϊ πρὸ τῆς ἑβδόμης μετὰ ῥίγεος ἴκτερος ἐπιγενόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.
13. 在胆汁性发热中,第七日之前伴有恶寒而出现的黄疸可解退发热;但若不带恶寒或在非合适时期出现,则是致命的。
§1414. Τετάνου δὲ ὀσφύος, καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη ῥύεται.
14. 对于腰部破伤风,以及因黑胆汁之气通过血管发生阻断时,放血具有解救作用。
Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ πρόσωπον, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι ξύνδεσμοι καταπεφυκότες ἕως ἐς πόδας ἀποτελευτῶσι, τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται, καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες κριτικοὶ, πίνειν οἶνον κρητικὸν οἰνώδεα, καὶ ἄλητον ἑφθὸν ἐσθίειν, καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν·
但当他们被腱剧烈地向前拉扯,且颈部和面部出汗,由于支撑脊柱的最粗大、且最大韧带植根并一直延伸到脚部的尿腱因疼痛而受到刺激并干燥,对于此类患者,除非随后出现发热和睡眠,且随后的尿液显现成熟,并出现临界期的出汗,否则当使其饮用浓郁的克里特葡萄酒,食用煮熟的麦粉,并用蜡膏涂抹擦拭。
τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προβρέχων ἐν σκάφῃ, καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν, καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, λάσιον ἐγκηρώσας, ὅκως καὶ τὰ ἔξωθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖσιν ἀσκίοισι, θερμὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων σινδόνιον, ἐπανάκλινε αὐτόν·
并将双腿包裹至脚部(预先在盆中用温水浸湿),将双臂包裹至指尖,腰部从颈部包裹至臀部(用带有绒毛的布涂抹蜡膏),使其也能从外面包围起来,并间隔着用皮袋(灌入温水,并蒙上细麻布)进行温敷,然后让他躺下。
κοιλίην δὲ μὴ λύσῃς, ἢν μὴ βαλάνῳ, ἢν πουλὺς χρόνος ᾖ ἀδιαχωρήτῳ ἐούσῃ·
除非长期未排便,否则除了用栓剂外,切勿使腹部通便。
καὶ ἢν μὲν ἐπιδιδῷ τί σοι, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ τοῦ δαύκου, πίνειν δίδου πρωΐ νήστει πρὸ τοῦ βρέχειν, καὶ ταχὺ ἐπὶ τουτέοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον, καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω·
如果他为你取得好转,那便好;若不然,将 modus 的根和 daucus 的根在芳香的酒中磨碎,在温敷前清晨空腹给其饮用,并在其后迅速让其食用尽可能多的温热煮麦粉,且在任何他想喝的时候饮用调配好的酒。
καὶ ἢν μέν σοι ἐπιδιδῷ, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, προλέγειν.
如果他为你取得好转,那便好;若不然,则当预先告知预后。
§1515. Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατα κοιλίην ἢ κατὰ κύστιν ἢ τινὸς ἄλλου τοιούτου ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.
15. 所有疾病均通过口、或腹、或膀胱、或某种其他此类通道而得到解退;而汗的形式是所有这些所共有的。
§16Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα·
16. 对于那些液体自头部流下的人,应当给其服用藜芦以进行清理。
ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι δ ἐλλέβορος·
但对于因脓肿、血管破裂、不节制或某些其他强烈原因而体内积脓的人,切勿给予藜芦;因为这毫无益处,且若发生任何意外,藜芦将被视为原因。
ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ, ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς, ἢ πτυελισμὸς, ἢ γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων, μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείη.
但若身体衰弱,或头部疼痛,或耳、鼻阻塞,或有唾液分泌,或双膝沉重,或身体出现异常肿胀,而这些情况中发生的任何一种既非由于饮酒,亦非由于性交,非由于悲伤,非由于忧虑,亦非由于失眠——如果确实其中某项是其原因,则当针对此原因进行治疗。
§1717. Τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέὡν ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
17. 因步行而产生的肋部、背部、腰部、臀部的疼痛,以及呼吸时感到疼痛的一切症状,都有其原因。 因为由于宿醉和易产生气体的食物,疼痛往往会侵袭腰部和臀部。 而在他们之中有此类疼痛的人会出现排尿困难,对于他们来说,步行是其原因,同时也是鼻卡他和声音嘶哑的原因。