- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:9-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
体温と動作、四肢の壊死に関連する予後(9)、自然な睡眠の重要性(10)、および排泄物、ガス、腹鳴の状態が持つ予兆的意味(11)について論じる。
9. Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων.1 Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς. Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον. Εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα· μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν᾿ ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή· ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν2 πρὸς τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν. Ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.
9. 頭、手、足が冷たいのに、腹部と脇腹が温かいのは好ましくない。全身が等しく温かく、かつ柔らかいことが最善である。病人は容易に寝返りを打てるべきであり、体を起こす際にも軽やかであるべきである。もし全身、手、足が重そうに見えるなら、より危険である。もしその重さに加えて、爪や指が青黒くなるなら、死はただちに予期される。完全に黒くなった指や足は、青黒いものほどには致命的ではないが、他の兆候も観察しなければならない。なぜなら、もし患者が容易に病気に耐えているように見え、かつ生存に寄与する他の何らかの兆候が、これらの兆候に加えて示されるならば、病気は膿瘍へと転じ、その結果、患者は生き残り、体の黒くなった部分は脱落することが期待されるからである。睾丸や外陰部が引きつっていることは、激しい痛みと致命的な危険を意味する。
10. Περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. Ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα. δ᾿ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωΐ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι· κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου.
10. 睡眠については、我々にとって自然に従い習慣となっているように、昼間は起き、夜間は眠るべきである。もしこれが逆転しているなら、より好ましくない。しかし、もし朝方、昼の三分の一の時点まで眠るならば、害は最も少ない。この時間より後の睡眠は、より悪化させる。夜も昼も眠れないことは最悪である。なぜなら、痛みと苦しみのために不眠になるか、あるいは精神錯乱がこの兆候に続いて起こるからである。
11. Διαχώρημα δέ ἐστιν· ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων· τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. Εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ᾿ ὀλίγον ὑποχωρέειν· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν· εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι: Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων ἢ δὶς ἢ τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ᾿ ἐπὶ τὸ πρωΐ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου. Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες. Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου. Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον. Ὑδαρὲς δὲ κάρτα, ἢ λευκὸν, ἢ χλωρὸν, ἢ ἐρυθρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα. Ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον. Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα. Τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον· ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος. Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον· κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι· καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.3 Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.
11. 便については、柔らかく固まっており、健康な時と同じ時間に出ること、そしてその量は摂取したものに比例していることが最善である。排泄がこのような状態であれば、下腹部は健康である。もし便が水っぽいなら、お腹がゴロゴロと鳴ることも、頻繁であることも、そして少しずつ出ることも好ましくない。なぜなら、人間は絶え間なく起き上がることによって疲労し、眠れなくなるからである。しかし、もし一度に大量の便が何度も出るならば、失神する危険がある。むしろ、摂取したものの量に応じて、昼に二、三回、夜に一回、そして朝方により多く排泄すべきである、その人が通常そうであるように。病気が危機の解決へと向かうにつれて、便は濃くなるべきである。便はやや赤みを帯びた色で、過度に悪臭を放たないものであるべきである。病気が危機の解決に向かうにつれて、回虫が便と共に排出されることも好都合である。あらゆる病気において、腹部は柔らかく、適度な膨らみがあるべきである。極めて水っぽいもの、白いもの、黄緑色のもの、強く赤いもの、あるいは泡立っているものが排出されること、これらはすべて好ましくない。さらに、小さく、粘り気があり、白く、やや黄緑色で、滑らかなものも好ましくない。これらよりも致命的なのは、黒いもの、脂ぎったもの、青黒いもの、青緑色のもの、あるいは悪臭のあるものである。斑な便は、これらよりも長引くが、同じように致命的である。そのようなものは、剥離物のようであり、胆汁を含み、ネギ緑色で、黒く、これらがある時は互いに混ざり合って排出され、ある時は別々に排出される。ガスは、音も放出感もなしに排出されるのが最善である。しかし、中に閉じ込められているよりは、音を伴ってでも排出される方が良い。ガスがこのように排出された場合、人間が故意にその放出を行わない限り、それは痛みを抱えているか、あるいは精神錯乱していることを意味する。季肋部から生じる痛みや膨らみは、それが新しいものであり炎症を伴わないならば、季肋部に生じる腹鳴によって解消される。そしてそれが便、尿、ガスと共に排出されるなら最も良いが、もしそうでなくても、腹鳴自体が通り抜けるだけでも有益である。また、それが下部領域へと降下していくだけでも有益である。
- 9τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων
属格独立構文であり、前節の Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα(主格の絶対分詞構文または主語)に対する譲歩あるいは対比的な状況を示している。
- 9τῶν περιεστικῶν
動詞 περιίστημι(生き残る、存続する)の現在分詞中性複数属格形で、文脈上「生存や回復に寄与する(兆候)」を意味し、致命的な兆候と対比されている。
- 11ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται
接続詞 ἢν μὴ(〜でない限り)に導かれる条件節。τὴν ἄφεσιν τῆς φύσης は「ガスの放出」を意味する慣用表現であり、患者が自発的にそれを行っていない場合(すなわち不随意、あるいは病的な状態)にのみ不吉な予兆となることを示す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
