Humanitext Reader

希波克拉底 · 预后学 §15-16

胸部化脓与脓胸的征兆及预后

第 6 段,共 10 段 · 希腊语

内容简介

本段论述了胸部疼痛在多种疗法下仍未平息时转为化脓的预后,根据良性与恶性征兆推测患者生存或死亡的天数。此外,还阐述了如何确定化脓起始时间以及通过物理观察诊断单侧脓疡的方法。

§1515. Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα.
15. 在这些部位的疼痛中,凡是既不能通过咳出痰液来清除,也不能通过排便,又不能通过放血、药物和饮食疗法来平息的,应当知道它们将会化脓。
Τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ· μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος.
在这些化脓症中,凡是当痰液仍呈胆汁质时便已化脓的,是极其致命的,无论胆汁质是与脓液分别吐出,还是一起吐出;尤其是当病症处于第七天时,若脓疡开始从这种痰液中流出。
Ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.
有理由预测,吐出此类痰液的患者将在第十四天死亡,除非有某种有利的迹象降临于他。
Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε· εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι·
有利的迹象如下:轻松地承受病痛、呼吸平顺、免除疼痛、容易地咳出痰、身体显得均匀温暖且柔软、无口渴,以及尿液、排便、睡眠和出汗等各方面,皆如已描述过的那样良好地呈现。
οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος· ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας, ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος, Κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην, μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἔκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ; ἀπόλοιτα ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος.
因为如果所有这些都以这种方式呈现,患者就不会死亡;但如果其中有些呈现而有些不呈现,患者在存活不超过十四天之后,就会死亡。 与此相反的则是恶劣的迹象,即:痛苦地承受病痛、呼吸深大且促迫、疼痛不停止、艰难地咳出痰、极度口渴、身体受热病影响而冷热不均,腹部和侧腹部极热,而额头和手足冰冷,以及尿液、排便、睡眠和出汗等各方面,皆如已描述过的那样恶劣地呈现。 因为如果在这类痰液之上又出现此类情况,患者在达到十四天之前,即在第九天或第十一天,就会死亡。
Οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος, ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τεσσαρεσκαίδεκα ἡμέρας.
因此,必须以此推测:这种痰液是极其致命的,且患者撑不到十四天。
Τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν οὕτω γὰρ ἄν τις ᾶληθεύοι μάλιστα.
应当综合推算这些相继出现的恶劣与良好的征兆,并据此做出预后宣告;因为这样人们最能说出真话。
Αἱ δὲ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
至于其他大多数的化脓症,其破裂时间,有的在第二十天,有的在第三十天,有的在第四空天,还有的会延续到第六十天。
§1616. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῇσι γίγνεται τῶν ἐμπυημάτων.
16. 在推测化脓(脓疡)的起始时间时,应当自患者最初发热的那一天,或他遭受恶寒侵袭的那一天起算,并询问在曾经疼痛的部位,患者是否表示已有重压感取代了疼痛;因为这些情况发生在化脓的初期。
Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.
因此,从这些时间起,应当预料脓疡将在前述的时间内破裂。
Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν.
如果脓疡仅在其中一侧,应当对这些情况让患者翻身并仔细观察,看另一侧是否有疼痛;且若一侧比另一侧更热,当患者躺在健康的一侧时,应当询问他是否觉得有某种重物从上方悬垂下来。
Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.
因为如果是这样,脓疡就在那一侧,即重压感所发生的那一侧侧腹。

词汇与语法注释

  1. p.148εἰδέναι δεῖ ἐκπυήσοντα — 不定式 εἰδέναι 的逻辑主语是省略的医生或一般人(相当于祈使语气“应当知道”)。将来分词 ἐκπυήσοντα 为中性复数宾格,与其逻辑主语(即由 Ὁκόσα τῶν ἀλγημάτων 代表的“那些疼痛”)一致,构成“宾格加不定式”的间接陈述结构,意为“应当知道这些疼痛将会化脓”。
  2. p.148ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου — 属格独立结构,表时间,意为“当痰液仍呈胆汁质时”。
  3. p.150οὐ πλείονα χρόνον ζήσας, ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος — 带有 ἄν 的希求法(ἀπόλοιτ' ἄν)构成的潜在语气主句,呼应前半句的条件从句 ἢν δὲ τὰ μέν...(使用希求法现在时)。不定过去时分词 ζήσας 在此作伴随状况或结果,自然地译为“存活不超过十四天之后,便会死亡”。
  4. p.152εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι — 使用希求法 φαίη 的条件从句(“如果他说”),后面接宾格加不定式结构(βάρος γεγενῆσθαι,“重压感已经产生”)作为其宾语。αὐτέῳ 为与格,表示涉入或所有关系(“对他而言”)。
  5. p.152κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν — 属格独立结构,表时间或条件,意为“当他(患者)躺在健康的一侧时”。

引用这一段

希波克拉底, 预后学 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。