Humanitext Reader

希波克拉底 · 预后学 §19-20

膀胱疾病预后与热病危期的周期规律

第 8 段,共 10 段 · 希腊语

内容简介

讨论了腰痛向膈肌转移及膀胱疾病的预后(第19章),并阐明了急性和慢性热病中危期的周期性规律及其早期辨识方法(第20章)。

§1919. Αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφῦν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα.
19. 伴有发热的腰部及下腹部疼痛,如果离开下部而侵及膈肌,则是极其致命的。
Προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες.
因此,必须注意其他征兆,因为如果其他征兆中也有任何一个显现出恶化,该患者便毫无希望。 但如果,在疾病向膈肌急剧上升的同时,其他征兆并未变坏,那么此人将会化脓(积脓)的可能性很大。
Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι· ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων τῶν κύστιων πόνοι ἱκανοὶ ἀποκτεῖναι· καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην· λύει δέ οὖρον πυῶδες οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν.
膀胱坚硬且疼痛是完全严重且致命的;而伴有持续发热者则更为致命;因为膀胱自身所产生的疼痛就足以致死;且在此期间大便不通,除非是干硬的且用力勉强排出;但如果排出了含有白色且滑润沉淀物的脓尿,则可缓解。
Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι.
但如果尿液既无任何改善显示,膀胱也不变软,且发热持续,则在疾病的最初周期内,患者有死亡的可能。
Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται.
这种病症最常侵袭儿童,特别是从七岁到十五岁之间的孩子。
§2020. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.
20. 热病在相同的天数内迎来转归(危期),无论是人们从中康复的天数,还是他们因此死亡的天数。
Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν· οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν.
因为最轻微的热病,且建立在最安全征兆之上的,在第四天或更早结束;而最恶性的热病,且伴随最可怕征兆出现的,在第四天或更早致死。
Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν.
因此,它们的第一次袭击如此结束;第二次转入第七天;第三次转入第十一天;第四次转入第十四天;第五次转入第十七天;第六次转入第二十天。
Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.
这些在最急性的疾病中,通过每四天的增加,在二十天之内结束。
Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως· οὐδὲ γὰρ ό ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι.
但这些天数中没有一个能以整天数精确计算;因为一年和各个月份在自然规律上也不是以整天数来计算的。
Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ᾿ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ᾿ ἡμερέων.
在此之后,以同样的方式,按照同样的增加,第一周期为三十四天,第二周期为四十天,第三周期为六十天。
Τουτέων δ᾿ ἐν ἀρχῇσίν ἐστι χαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι· ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ᾿ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι· καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα.
在这些病症中,最难在初期辨识出那些将在最长时间内迎来转归的病症;因为它们的开始阶段非常相似;但应当从第一天起就留心,并在每增加四个天数时进行观察;如此,疾病将向何处转归便不会被忽视。
Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου.
四日热的发生规律即源自此种秩序。
Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι· μέγιστα γὰρ τὰ διαφέροντα ἀπ᾿ ἀρχῆς αὐτέων ἐστίν· οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα· οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες.
而将在最短时间内迎来转归的病症则较易于辨认;因为它们自始便有极大的差异;因为那些能够存活下来的人呼吸平稳、无痛、夜间能眠,且其他所有征兆都极其安全;而那些即将死亡的人则出现呼吸困难、胡言乱语、失眠,且其他所有征兆都极其恶劣。
Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων.
因此,既然这些情况是如此发生的,那么在疾病迈向转归时,就必须根据时间及每一次增加的天数来进行推断。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.
且按照同样的规律,妇女因分娩而引起的危期也是如此发生。

词汇与语法注释

  1. §19ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας — 条件连词 `ἢν δὲ` 与前文的否定条件(`ἢν τι... πονηρὸν`)形成对比,隐含了“但如果其他征兆并未变坏”的意思。属格独立结构 `ἀναΐσσοντος τοῦ νουσήματος` 在此条件句中描述了疾病急剧上升的伴随状况。
  2. p.166λύει δέ οὖρον πυῶδες οὐρηθὲν — 动词 `λύει` 在此作不及物或非人称使用,意为“缓解、消除”。主格名词短语 `οὖρον πυῶδες οὐρηθὲν`(“排出的脓尿”)作为实现此种缓解的主语或动因。
  3. p.170ἐκ προσθέσιος — “通过相加”。指在急性疾病中计算危期天数的方法,即在上一危期天数的基础上连续加四天(如第4天、7天、11天、14天等)。

引用这一段

希波克拉底, 预后学 §19-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:19-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。