Humanitext Reader

希波克拉底 · 论古医学 §5-8

针对病患饮食的发现与医学原理

第 3 段,共 11 段 · 希腊语

内容简介

在第5至8章中,作者论证了为病人发现的专业医学技术,与人类最初从野蛮饮食向现代饮食过渡所依据的探求原理完全相同。

§55. Σκεψώμεθα γοῦν καὶ τὴν ὁμολογουμένως ἰητρικὴν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ οὔνομα καὶ τεχνίτας ἔχει, εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει, καὶ ὁπόθεν ποτὲ ἦρκται.
5. 那么,让我们也来探讨一下众所周知的医学技术,它是为病人而发现的,既有名称也有专业执业者,看看它是否也致力于掌握同样的原理,以及它究竟源于何处。
Ἐμοὶ μὲν γὰρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ᾿ ἂν ζητῆσαι δοκέοι ἰητρικὴν οὐδεὶς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσιν ὑγιαίνουσιν ἥρμοζεν.
因为在我看来,正如我在开头所说,如果相同的饮食和生活方式对病人和健康人都适用,那就不会有人去探索医学了。
Ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι τὸν αὐτὸν τρόπον, ὅν περ οἱ ὁγιαίνοντες, διαιτέονται πρὸς ἡδονὴν, καὶ οὔτ᾿ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν, οὔθ᾿ ὑποστείλαιντο ἄν.
无论如何,即使在现在,所有不使用医学的人——无论是野蛮人还是某些希腊人——也都按照自己的喜好,以与健康人相同的方式生活,既不会克制自己的任何欲望,也不会有所收敛。
Οἱ δὲ ζητήσαντές τε καὶ εὑρόντες ἰητρικὴν, τὴν αὐτέην κείνοισι διάνοιαν ἔχοντες περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μὲν οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτέων τουτέων, καὶ ἀντὶ πλεόνων ὀλίγα ἐποίησαν·
然而,那些探索并发现医学的人,他们对这些事情的看法与我之前提到的那些人相同。 我认为,他们首先减少了这些食物的分量,变多为少。
ἐπεὶ δ᾿ αὐτέοισι τοῦτό ἐστι μὲν ὅτε πρός τινος τῶν καμνόντων ἤρκεσε, καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε· ἀλλ᾿ ἦσάν τινες οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατέειν·
但是,当这对某些病人足够且显现出益处时,却并非对所有人都有益;因为有些人处于连少量食物也无法消化的状态。
ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δέεσθαι, ερον τὰ ῥοφήματα, μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι, καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει.
对于这些似乎需要更温和食物的人,他们发明了流动食物,通过将少量的强效食物与大量的水混合,并通过调和与煮沸来去除其强烈的性质。
Ὁκόσοι δὲ μηδὲ τῶν ῥοφημάτων ἐδύναντο ὑποκρατέειν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσί τε κρήσεσι καὶ τῷ πλήθεϊ διαφυλάσσοντες ὡς μετρίως ἔχῃ, μήτε πλείω τῶν δεόντων μήτε ἀκρητέστερα προσφερόμενοι, μηδ᾿ ἐνδεέστερα.
而对于那些连流动食物也无法消化的人,他们也去除了这些,转而采用饮料,并保持其调和与分量的适度,既不摄入超过需要的量,也不摄入过于纯浓或不足的饮料。
§66. Εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥοφήματα ἐν τῇσι νούσοισιν οὐ ξυμφέρει, ἀλλ᾿ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονται σφίσιν οἵ τε πορετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη.
6. 但是我们必须清楚地认识到,对于某些人在疾病中,流动食物也是无益的,相反,当他们摄入这些食物时,他们的发热和疼痛会加剧;显然,摄入的东西成了疾病的营养和增长源,却成了身体的消耗和虚弱源。
Ὁκόσοι δ᾿ ἀν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον, ἢ μᾶζαν, ἢ ἄρτον, καὶ πάνυ σμικρὸν, δεκαπλασίως ἀν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥοφέοντες, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν·
而在这种状态下的所有人,如果他们摄入固体食物,无论是大麦饼还是面包,即使是极少的量,他们受到的危害也会比食用流动食物时大上十倍且更加明显,这没有别的原因,正是因为食物相对于其身体状态的强效。
καὶ ὅτῳ ῥοφέειν ξυμφέρει, ἐσθίειν δ᾿ οὖ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη ἢ ὀλίγα· καὶ εἰ ὀλίγα δὲ, πονήσειεν ἄν.
而对于食用流动食物有益而食用固体食物无益的人来说,如果他吃得多,受到的危害将远比吃得少时要大;而且即使吃得少,也会感到痛苦。
Πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον, καὶ τὸν ὑγιέα ἐόντα, καὶ τὸν νοσέοντα.
事实上,所有痛苦的原因都归结于同一点:即最强烈的食物对人的危害最大、最明显,无论对健康人还是病人都是如此。
§77. Τί οὖν φαίνεται έτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ᾿ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών τε καὶ παρασκευάσας διαίτης;
7. 那么,这位被称为医生且众所公认的技术者,他发现了病人的饮食和营养,他所思考的与那位最初从野蛮和如野兽般的生活方式中发现并为所有人准备了我们现在所用食物的人相比,有什么不同呢?
ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα.
在我看来,他们的方法是相同的,其发现也是同一且相似的。
Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διά ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα ἐζήτησεν ἀφελεῖν.
后者试图去除当人体处于健康状态时,由于其野蛮和未混合的性质而无法消化的东西;而前者则试图去除由于每个人当时所处的身体状态而无法消化的东西。
Τί δὴ τοῦτ᾿ ἐκείνου διαφέρει ἀλλ᾿ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ κείνη ἡ πρότερον γενομένη;
那么,这与那又有何不同呢? 只是其形式更加多样、需要更多的操劳,而那另一个则是更早的源头。
§88. Εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν οὐ βλαβερωτέρην ἤ περ τὴν τῶν ὑγιαινόντων πρὸς τὴν τῶν θηρίων τε καὶ πρὸς τὴν τῶν ἄλλων ζώων.
8. 但是,如果有人将病人的饮食与健康人的饮食进行对比考察,就会发现,病人的饮食并不比健康人的饮食相对于野兽和其他动物的饮食具有更多的危害。
Ἀνὴρ γὰρ κάμνων νουσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀφόρων, μήτ᾿ αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ᾿ ἢ αὐτέῳ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλει καταφαγεῖν ἄρτον, καὶ κρέας, ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλὸν, ἀλλὰ πολλῷ ἔλασσον, ἢ ὑγιαίνων ἂν ἠδύνατο·
因为一个患有既非严重不治、亦非完全轻微之疾病的病人,如果他违背常理,坚持要吃面包、肉类或任何其他健康人吃后有益的东西——不是很多,而是远少于他健康时所能食用的量——这在犯错的他人身上很快就会显现出来。
ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα, μήτ᾿ αὖ ἰσχυρὴν, φαγών τι ὧν βοῦς ἢ ἵππος φαγὼν ὠφελέοιτό τε καὶ ἰσχύοι, ὀρόβους, ἢ κριθὰς, ἢ ἄλλο τι τῶν τοιουτέων μὴ πολὺ, ἀλλὰ πολλῷ μεῖβον ἢ δύναιτο· οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε κα κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο.
而另一个身体素质既非完全虚弱亦非强壮的健康人,如果他吃了牛或马吃后会受益并获得力量的东西,如野豌豆、大麦或诸如此类的东西——不是很多,而是远多于他所能承受的量——这样做的主角(健康人)所遭受的痛苦和危险,并不会少于那个在不适当时机摄入了面包或大麦饼的病人。
Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν.
所有这些确实都是证据,表明这整门医学技术,通过沿着同一条道路进行探索,是可以被发现的。

词汇与语法注释

  1. §5εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει — 间接疑问句 `εἰ... ἐθέλει`(隶属于前文的主动词 `σκεψώμεθα`)中的不定式 `κρατέειν` 以 `αὐτή`(医学自身)为主语,并以 `τῶν αὐτέων`(前文所述的相同原理或对象)为属格宾语。
  2. §6τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη — 在此名词短语中,动词(如 `γίνεται`)被省略,但很容易根据上下文进行补充。它与前句 `τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον` 形成对比,其中与格 `τῷ δὲ σώματι` 起到表示不利影响的与格(不利益与格)作用。
  3. §7τί οὖν φαίνεται έτεροῖον διανοηθεὶς... ἢ κεῖνος... — 主动词 `φαίνεται` 与分词 `διανοηθεὶς` 连用,表示“似乎思考了”。连接词 `ἢ` 在具有比较意义的词 `ἑτεροῖον`(中性复数宾格的副词用法,意为“不同”)之后引入比较的标准,对比了 `ὁ καλεύμενος ἰητρὸς`(所谓的医生)与 `κεῖνος`(那位最初的发现者)。
  4. §8εἰ ἐθέλει καταφαγεῖν — 动词 `ἐθέλει` 不仅仅表示简单的未来或中性的条件,而是表达了主语强烈的意愿、坚持或倾向(“如果他坚持要吃”),突出了病人不合时宜的主观意图。

引用这一段

希波克拉底, 论古医学 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。