Humanitext Reader

希波克拉底 · 论古医学 §9-10

饮食适度标准与饥饿及习惯改变之害

第 4 段,共 11 段 · 希腊语

内容简介

在第9章和第10章中,作者指出判断食物适度分量的唯一标准是身体的感觉,并说明医生的技术优劣会在治疗重病时显现。接着,作者通过描述改变饮食习惯对健康人造成的严重痛苦,论证了饥饿对人体的危害绝不亚于饱食。

§99. Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυρότερα ἔβλαπτεν, ὅσα δ᾿ ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον.
9. 如果事情真如它所指明的那样简单,即所有强烈的食物都会带来危害,而所有温和的食物都会给病人和健康人带来益处并提供营养,那么这件事情就会很容易;因为人们只需要保留极大的安全余地,向着最温和的方向引导即可。
Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται· τὸ γὰρ τοῦ λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι.
但在现实中,如果摄入比适量更少、更不足的食物,这同样是一个不小的错误,对人的危害也不亚于前者;因为饥饿这一因素在人的本性中具有使人瘫痪、虚弱并致死的强大力量。
Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κενώσιος· δι᾿ ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης ἐστί.
此外,许多其他与饱食所致不同的、但同样可怕的危害也会因空腹而产生;因此,这门技术要复杂得多,并且需要更高的精确度。
Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν·
因为我们必须瞄准某种适度的尺度;然而,除了身体的感觉之外,你无法找到任何可以作为参照来得知精确真相的尺度、重量或其他任何数值。
διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα· κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα.
因此,要理解得如此精确,以至于在这一方或那一方只犯微小的错误,是一件极其困难的工作;而我会强烈赞赏那些只犯微小错误的医生。
Τὸ δ᾿ ἀκριβὲς ὀλιγάκις ἐστὶ κατιδεῖν· ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν τἀυτά μοι δοκέουσι τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν·
然而,精确的真相是很难看清的;因为在我看来,大多数医生的遭遇与糟糕的舵手一样。
καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς ἤδη πᾶσιν ἀνθρώποισι δι᾿ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν.
糟糕的舵手在风平浪静中驾驶犯错时,并不会显露出来;但当大风暴和强风袭击他们时,他们由于无知和错误而导致船只沉没,这在所有人面前就变得显而易见了。
Οὕτω δὴ καὶ οἱ κακοί τε καὶ πλεῖστοι ἰητροὶ, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο, πυλλὰ δὲ τὰ τοιαῦτα νουσήματα καὶ πολὺ πλέον τῶν δεινῶν ἀνθρώποισι ξυμβαίνει, ἐν μὲν δὴ τοῖσι τοιούτοισιν ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶ τοῖσιν ἰδιώτῃσιν.
同样,那些糟糕的以及大多数的医生,在治疗没有大碍的人时(对于这样的人,即使有人犯了最大的错误,也不会造成严重的危害,而且这种疾病实际上比严重疾病更经常发生在人身上),在这些情况下犯错,他们在普通人面前是不会暴露的。
Ὁκόταν δ᾿ ἐντύχωσι μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νουσήματι, τότε σφέων τὰ ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής ἐστιν· οὐ γὰρ ἐς μακρὸν αὐτέων ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ ταχέος πάρεισιν.
但是,一旦他们遇到严重、强烈且危险的疾病,那么他们的错误和缺乏技术的弱点就会在所有人面前显露无遗;因为这二者(无知与错误)的惩罚不会拖延太久,而是会迅速降临。
§1010. Ὅτι δὲ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ καὶ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας.
10. 要知道,因不合时宜的空腹而给人类带来的痛苦,绝不亚于因饱食而带来的痛苦,我们可以通过参照健康人来很好地理解这一点。
Ἔστι γὰρ οἷσιν αὐτέων ξυμφέρει μονοσιτέειν, καὶ τοῦτο διὰ τὸ ξυμφέρον οὕτως αὐτοὶ συνετάξαντο· ἄλλοισι δὲ ἀριστῇν, διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ αὐτέοισι ξυμφέρει, καὶ μὴ τούτοισιν, οἳ δι᾿ ἡδονὴν ἢ δι᾿ ἄλλην τινὰ ξυγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτέων·
因为在他们之中,有些人适合一日一餐,他们因其有益而自行规定了这一习惯;而对另一些人来说,由于同样的需要,他们适合吃午餐;因为这样对他们有益,而不是那些由于享乐或某些其他偶然巧合而习惯于其中任何一种的人。
τοῖσι μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει πότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτέειν, εἴτε ἀριστῇν, τουτέῳ τῷ ἔθεϊ χρέεσθαι.
因为对大多数人来说,习惯于其中哪一种,无论是一日一餐还是吃午餐,并没有什么区别。
Εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο, ἔξω τοῦ ξυμφέροντος ποιέοντες, ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ ξυμβαίνει αὐτέων ἑκατέροισι παρ᾿ ἡμέρην μίην, καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν, ὑπερφυὴς κακοπαθείη.
但是,有些人如果做出了违背自身有益习惯的事,就无法轻易脱身,如果他们改变哪怕一天,而且甚至不是整整一天,对这两者中的任何一方都会带来极大的痛苦。
Οἱ μὲν γὰρ ἢν ἀριστήσωσι μὴ ξυμφέροντος αὐτέοισιν, εὐθὺς βαρέες καὶ νωθροὶ τὸ σῶμα καὶ τὴν γνώμην, χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες· ἢν δὲ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται· καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, ἢν τὰ αὐτὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, δὶς προσενέγκηται, καὶ μηδὲν ἔτι πλέον.
因为那些不适合吃午餐的人如果吃了午餐,身体和精神立刻就会变得沉重和迟钝,充满了哈欠、困倦和口渴;如果他们再吃晚餐,就会产生胀气、腹绞痛并导致拉肚子;对许多人来说,如果将他们习惯于一次消耗的同样食物分为两次摄入,且没有增加分量,这就是重大疾病的开始。
Τοῦτο δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινὴ, τρόμος, ἀψυχίη· ἐπὶ τούτοισιν ὀφθαλμοὶ χλωρότεροι, οὖρον παχὺ καὶ θερμὸν, στόμα πικρὸν, καὶ τὰ σπλάγχνα οἱ δοκέει κρεμᾶσθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργίη·
另一方面,如果一个习惯于吃午餐且这对他们有益的人没有吃午餐,一旦过了那个时间,立刻就会出现极度的虚弱、发抖和虚脱;此外,眼睛会发黄,尿液浓稠且发热,口苦,感觉自己的内脏像是悬挂着一样,并伴有眩晕、沮丧和无法劳作。
ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνέειν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει· ταῦτα δὲ αὐτὰ μετὰ στρόφου τε καὶ ψόφου καταβαίνοντα ξυγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζονται τεταραγμένα καὶ θορυβώδεα· πολλοῖσι δὲ καὶ τουτέων αὕτη ἀρχὴ νούσου ἐγένετο.
伴随着所有这些症状,当他尝试吃晚餐时,食物会显得更加无味,并且他无法消耗像以前吃过午餐后在晚餐时能吃掉的那么多食物;这些东西伴随着腹绞痛和杂音下降,烧灼着肠胃,他们难以入睡,并做着混乱和嘈杂的梦;对这些人之中的许多人来说,这同样成了疾病的开始。

词汇与语法注释

  1. 9πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον. — "ἂν ἔδει" 表示反事实虚拟(直说过去时 + ἂν),意为“本应当……(但实际上不是)”。"περιλαμβάνοντας" 是宾格复数分词,作为不定式 "ἄγειν" 的逻辑主语,指代一般的主体(如医生)。"τοῦ ἀσφαλέος" 是与 "πολλὸν" 连用的部分属格,意为“安全方面的很大一部分”。
  2. p.590μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον... οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν — 从 "μέτρον δὲ, οὐδὲ σταθμὸν..." 开始的一系列宾格名词短语是后文主动词 "εὑροίης"(潜在希求法)的直接宾语,置于句首以示强调。"ἄλλ᾿ ἢ"(意为“除了……之外别无”)构成强烈的限定,强调除了“身体的感觉”(τοῦ σώματος τὴν αἴσθησιν)之外,没有任何尺度可以作为准确的基准。
  3. 9ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο — 带 "ἄν" 的希求法动词 "ἐργάσαιτο" 表示潜在语气(“会造成……”)。分词 "ἁμαρτάνων" 起让步作用,译为“即使犯了最大的错误”。关系代词 "οὓς" 的先行词是前文的 "ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας"(没有严重病痛的人)。
  4. 10ταῦτα δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ — 句首的 "ταῦτα δὲ" 引入了与前文一日一餐者的对比。在条件从句 "ἢν ... μὴ ἀριστήσῃ"(ἢν + 虚拟式)内部,插入了分词短语 "ἀριστῇν μεμαθηκώς τις"(习惯于吃午餐的人)以及无人称分词结构 "καὶ οὕτως αὐτέῳ ξυμφέρον"(分词 "ξυμφέρον" 作宾格绝对结构,意为“且这对他是有益的”),结构较为复杂。

引用这一段

希波克拉底, 论古医学 §9-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:9-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。