§33. Τὴν γὰρ ἀρχὴν οὔτ᾿ ἂν εὑρέθη ἡ τέχνη ἡ ἰητρικὴ, οὔτ᾿ ἂν ἐζητήθη (οὐδὲν γὰρ αὐτέης ἔδει), εἰ τοῑσι κάμνουσι τῶν ἀνθρώπων, τὰ αὐτὰ διαιτωμένοισί τε καὶ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες ἐσθίουσί τε καὶ πίνουσι καὶ τἄλλα διαιτέονται, ξυνέφερε, καὶ εἰ μὴ ἦν ἕτερα τουτέων βελτίω.
3. 因为起初,如果病人在生活和饮食上,使用和摄入与健康人吃喝以及其他生活方式完全相同的东西是有益的,且如果没有比这些更好的其他东西,那么医学这门技术既不会被发现,也不会被探索(因为根本不需要它)。
Νῦν δ᾿ αὐτὴ ἡ ἀνάγκη ἰητρικὴν ἐποίησε ζητηθῆναί τε καὶ εὑρεθῆναι ἀνθρώποισιν· ὅτι κάμνουσι ταὐτὰ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες, οὐ ξυνέφερεν, ὡς οὐδὲ νῦν ξυμφέρει.
但现在,正是这种必然性促使人类探索并发现了医学,因为对于病人来说,摄入与健康人相同的东西是无益的,正如现在也无益一样。
Ἔτι δ᾿ ἄνωθεν ἔγωγε ἀξιῶ οὐδ᾿ ἂν τῶν ὑγιαινόντων δίαιτάν τε καὶ τροφὴν, ᾗ νῦν χρέονται, εὑρεθῆναι, εἰ ἐξήρκεε τῷ ἀνθρώπῳ ταὐτὰ ἐσθίοντι καὶ πίνοντι βοΐ τε καὶ ἵππῳ καὶ πᾶσιν ἐκτὸς ἀνθρώπου, οἷον τὰ ἐκ τῆς γῆς φυόμενα, καρπούς τε καὶ ὕλην καὶ χόρτον· ἀπὸ τουτέων γὰρ καὶ αὔξονται καὶ ἄπονοι διάγουσιν, οὐδὲν προσδεόμενοι ἄλλης διαίτης.
进一步往回看,我认为,如果人类吃喝与牛、马以及人以外的所有动物相同的东西——例如地上生长的东西、果实、草木和草——就足够了的话,那么健康人现在所使用的生活方式和营养甚至也不会被发现;因为动物们靠这些生长并无痛地生活,不需要任何其他的额外生活方式。
Καί τοι τὴν ἀρχὴν ἔγωγε ἀξιῶ καὶ τὸν ἄνθρωπον τοιαύτῃ τροφῇ κεχρῆσθαι.
然而,我认为起初人类也曾使用过这样的食物。
Τὰ δέ γε νῦν διαιτήματα εὑρημένα καὶ τετεχνημένα ἐν πολλῷ χρόνῳ γεγενῆσθαί μοι δοκέει.
但我认为,现在所发现并技术化的生活方式是经过漫长时间才形成的。
Ὡς γὰρ ἔπασχον πολλά τε καὶ δεινὰ ἀπὸ ἰσχυρῆς τε καὶ θηριώδεος διαίτης, ὠμά τε καὶ ἄκρητα καὶ μεγάλας δυνάμιας ἔχοντα ἐσφερόμενοι, οἷά περ ἂν καὶ νῦν ὑπ᾿ αὐτέων πάσχοιεν, πόνοισί τε ἰσχυροῖσι καὶ νούσοισι περιπίπτοντες, καὶ διὰ ταχέος θανάτοισιν.
因为当时他们由于强烈且如野兽般的生活方式,摄入生的、未混合且具有强效作用的东西,遭受了许多可怕的痛苦——正如现在他们遭受这些东西也会一样——陷入了剧烈的疼痛、疾病和快速的死亡。
Ἧσσον μὲν οὖν ταῦτα τότε εἰκὸς ἦν πάσχειν διὰ τὴν συνήθειαν· ἰσχυρῶς δὲ καὶ τότε· καὶ τοὺς μὲν πλείστους τε καὶ ἀσθενεστέρην φύσιν ἔχοντας ἀπόλλυσθαι εἰκὸς, τοὸς δὲ τουτέων ὑπερέχοντας πλείω χρόνον ἀντέχειν· ὥσπερ καὶ νῦν ἐκ τῶν ἰσχυρῶν βρωμάτων· οἱ μὲν γὰρ ῥηϊδίως ἀπαλλάσσονται, οἱ δὲ μετὰ πολλῶν πόνων τε καὶ κακῶν.
虽然在当时由于习惯,他们遭受这些痛苦的可能性较小,但即便在当时,情况也是剧烈的;而且大多数体质较弱的人很可能会死去,而强于他们的人则能支撑更长时间,正如现在对于强效食物一样,有些人能轻松摆脱,而有些人则伴随着许多痛苦和危害。
Διὰ δὴ ταύτην τὴν χρείην καὶ οὗτοί μοι δοκέουσι ζητῆσαι τροφὴν ἁρμόζουσαν τῇ φύσει, καὶ εὑρεῖν ταύτην, ᾗ νῦν χρεόμεθα· ἐκ μὲν οὖν τῶν πυρῶν, βρέξαντες καὶ πτίσαντες καὶ καταλέσαντες πάντα, καὶ διασήσαντες, καὶ φορύξαντες, καὶ ὀπτήσαντες, ἀπετέλεσαν ἄρτον· ἐκ δέ γε τῶν κριθέων μᾶζαν, ἄλλα τε συχνὰ περὶ ταύτην πρηγματευσάμενοι, ἥψησάν τε καὶ ὤπτησαν, καὶ ἔμιξαν, καὶ ἐκέρασαν τὰ ἰσχυρά τε καὶ ἄκρητα τοῖσιν ἀσθενεστέροισι, πλάσσοντες πάντα πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν τε καὶ δύναμιν, ἡγεύμενοι, ὅτι ὅσα μὲν ἂν ἰσχυρότερα ᾖ, οὐ δυνήσεται κρατέειν ἡ φύσις, ἢν ἐσβάληται, ἀπὸ τουτέων δ᾿ αὐτέων πόνους τε καὶ νούσους καὶ θανάτους ἔσεσθαι· ὅσων δ᾿ ἂν δύνηται ἐπικρατέειν, ἀπὸ τουτέων τροφήν τε καὶ αὔξησιν καὶ ὑγιείην.
正是因为这种需要,我认为他们也探索了符合人类本性的食物,并发现了我们现在所使用的这些:从麦子中,通过浸泡、脱粒、全部碾磨、筛分、揉捏和烘烤,他们制成了面包;而从大麦中,则制成了大麦饼,并在其中进行了许多其他繁复的处理,通过煮、烤、混合,并将强烈的、未混合的东西与较温和的东西调和,使一切都适应人类的本性和能力,因为他们认为,任何过于强烈的食物,一旦摄入,身体本性将无法克服,并且正是从这些东西中会产生痛苦、疾病和死亡;而对于那些能够克服的东西,则会产生营养、生长和健康。
Τῷ δ᾿ εὑρήματι τούτῳ καὶ ζητήματι τί ἄν τις οὔνομα δικαιότερον ἢ προσῆκον μᾶλλον θείη ἢ ἰητρικήν;
对于这一发现和探索,谁能给出一个比“医学”更公正、更合适的名称呢?
ὅτι γε εὕρηται ἐπὶ τῇ τοῦ ἀνθρώπου ὑγιείῃ τε καὶ τροφῇ καὶ σωτηρίῃ, ἄλλαγμα κείνης τῆς διαίτης, ἐξ ἧς οἱ πόνοι καὶ νοῦσοι καὶ θάνατοι ἐγίνοντο.
因为它确实是为了人类的健康、营养和生存而发现的,用以替代那些曾产生痛苦、疾病和死亡的旧生活方式。
§44. Εἰ δὲ μὴ τέχνη αὐτὴ νομίζεται εἶναι, οὐκ ἀπεικός·
4. 但是,如果这不被视为一门技术,也是不无道理的。
ἧς γὰρ μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλέεσθαι·
因为对于一门没有人是外行、而是所有人由于使用和需要都具备知识的技术,将任何一个人称为其“专家”是不合适的。
ἐπεὶ τό γε εὅρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος.
然而,这一发现本身确实是伟大的,并且需要极大的技术和考量。
Ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρότερος αὐτὸς ἑωυτοῦ ἔσται.
无论如何,即使在现在,那些管理体育和训练的人也一直在不断发现新事物,沿着同一条道路探索吃喝什么最能克服它们,并使自己比以往更强壮。