- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 1. Littré, Émile, editor. Paris: Baillière, 1839.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:5-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
第5章から第8章において、著者は病人のために生み出された専門的な医術も、人類がかつて野蛮な食事から現在の文明的な食事を発見したのと本質的に同一の探求の原理に基づいていることを論じる。
Σκεψώμεθα γοῦν καὶ τὴν ὁμολογουμένως ἰητρικὴν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ᾗ καὶ οὔνομα καὶ τεχνίτας ἔχει, εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει,1 καὶ ὁπόθεν ποτὲ ἦρκται. Ἐμοὶ μὲν γὰρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ’ ἂν ζητῆσαι δοκέοι ἰητρικὴν οὐδεὶς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσιν ὑγιαίνουσιν ἥρμοζεν. Ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι τὸν αὐτὸν τρόπον, ὅν περ οἱ ὑγιαίνοντες, διαιτέονται πρὸς ἡδονὴν, καὶ οὔτ’ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν, οὔθ’ ὑποστείλαιντο ἄν. Οἱ δὲ ζητήσαντές τε καὶ εὑρόντες ἰητρικὴν, τὴν αὐτέην κείνοισι διάνοιαν ἔχοντες περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μὲν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτέων τουτέων, καὶ ἀντὶ πλεόνων ὀλίγα ἐποίησαν· ἐπεὶ δ’ αὐτέοισι τοῦτό ἐστι μὲν ὅτε πρός τινος τῶν καμνόντων ἤρκεσε, καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε· ἀλλ’ ἦσάν τινες οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατέειν· ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δέεσθαι, εὗρον τὰ ῥοφήματα, μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι, καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. Ὁκόσοι δὲ μηδὲ τῶν ῥοφημάτων ἐδύναντο ὑποκρατέειν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσί τε κρήσεσι καὶ τῷ πλήθεϊ διαφυλάσσοντες ὡς μετρίως ἔχῃ, μήτε πλείω τῶν δεόντων μήτε ἀκρητέστερα προσφερόμενοι, μηδ’ ἐνδεέστερα.
それでは、一般に認められている医術、すなわち病人のために発見され、名前も専門家も持っている医術についても、それが同じ原理を支配しようとしているのか、またそもそもどこから始まったのかを考えてみよう。私にとっては、最初に言ったように、もし病人と健康な人に同じ生活様式が適していたなら、誰も医術を求めようとはしなかったと思われる。さらに今でも、医術を用いないすべての人々、すなわち未開の人々やギリシア人の一部は、健康な人々と同じように、快楽に従って生活しており、欲するものの何一つ控えることも、節制することもない。これに対し、医術を求め発見した人々は、私が前に述べたことと同じ考えを彼らに対して抱き、まず、と思うに、これらそのものの食べ物の量から差し引き、多いものの代わりに少なくした。しかし、これが病人のある者にとっては十分であり、有益であることが明らかになったが、すべての人にそうだったわけではない。むしろ、少量の食べ物すら克服できないような状態にある人々がいた。そして、そのような人々はより弱いものを必要としているように思われたため、彼らは、強いものを多量の水と混ぜ、調和と煮沸によってその強さを取り除いた流動食を発見した。流動食すら克服できなかった人々に対しては、彼らはこれも取り除き、飲み物へと至り、これらを調和と量において適度であるように維持し、必要以上のものや、より未混合のもの、あるいは不十分なものを与えないようにした。
Εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥοφήματα ἐν τῇσι νούσοισιν οὐ ξυμφέρει, ἀλλ’ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονται σφίσιν οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη.2 Ὁκόσοι δ’ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον, ἢ μᾶζαν, ἢ ἄρτον, καὶ πάνυ σμικρὸν, δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥοφέοντες, δι’ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥοφέειν ξυμφέρει, ἐσθίειν δ’ οὔ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη ἢ ὀλίγα· καὶ εἰ ὀλίγα δὲ, πονήσειεν ἄν. Πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον, καὶ τὸν ὑγιέα ἐόντα, καὶ τὸν νοσέοντα.
しかし、次のことをよく知っておくべきである。すなわち、病気において流動食が有益ではない人々がおり、それどころか、これらを摂取するときには、熱や痛みが彼らにとって激化するのである。そして、摂取されたものが病気にとっては栄養と成長になり、身体にとっては衰弱と衰退になることは明らかである。もしこの状態にある人々が、固形の食物、大麦パン、あるいはパンを、極めて少量であっても摂取するなら、彼らは流動食を摂る場合よりも十倍も激しく、また顕著に害を被るだろう。それは他でもなく、その状態に対する食物の強さによるものである。そして、流動食を摂ることが有益で、固形食を食べることは有益でない人において、もし多く食べるなら、少なく食べるよりもはるかに害を被るだろうし、たとえ少なく食べるにしても、苦痛を被るだろう。苦痛のすべての原因は同じことに帰着する。すなわち、最も強力なものが、健康な人であれ病気の人であれ、人間を最も激しく、また顕著に害するということである。
Τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφὴν, ἢ κεῖνος3 ὁ ἀπ’ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διά ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ’ ἐκείνου διαφέρει ἀλλ’ ἢ πλέον τό γέ εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ κείνη ἡ πρότερον γενομένη;
では、病人のための生活様式や食物を発見した、いわゆる医師であり、誰もが認める技術者である者は、そもそも最初から、すべての人のために私たちが現在用いている食物を、あの野生で野獣のような生活様式から発見し準備したあの者と、何か異なる考え方をしたように見えるだろうか。私には、同じ方法であり、その発見は一つにして同様のものであると思われる。前者は、人間の本性が健康なとき、その野生さや未混合さのために、体内に取り入れたときに克服できなかったものを取り除こうと求めたのに対し、後者は、個々の人がその都度置かれている状態において、克服することができなかったものを取り除こうと求めたのである。では、このことがあのことと何が異なるというのか。ただ、その形態がより多様であり、より多くの手数を要するという点だけであって、その原理は前に生じたあの原理と同じなのである。
Εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν οὐ βλαβερωτέρην ἤ περ τὴν τῶν ὑγιαινόντων πρὸς τὴν τῶν θηρίων τε καὶ πρὸς τὴν τῶν ἄλλων ζώων. Ἀνὴρ γὰρ κάμνων νουσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀφόρων, μήτ’ αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ’ ἢ αὐτέῳ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλει καταφαγεῖν4 ἄρτον, καὶ κρέας, ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλὸν, ἀλλὰ πολλῷ ἔλασσον, ἢ ὑγιαίνων ἂν ἠδύνατο· ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα, μήτ’ αὖ ἰσχυρὴν, φαγών τι ὧν βοῦς ἢ ἵππος φαγὼν ὠφελέοιτό τε καὶ ἰσχύοι, ὀρόβους, ἢ κριθὰς, ἢ ἄλλο τι τῶν τοιουτέων μὴ πολὺ, ἀλλὰ πολλῷ μεῖον ἢ δύναιτο· οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν.
しかし、もし誰かが病人の生活様式を健康な人のそれと比較して考察するなら、それが、健康な人の生活様式を野獣や他の動物のそれと比較したときよりも害になりやすいわけではないことに気づくだろう。というのも、耐え難く不治の病でもなく、完全に軽い病でもない病気に罹っている病人が、もしパンや肉、その他健康な人が食べることで有益となるものを、多くではなく、健康なときならできたであろう量よりもはるかに少なくであっても、無理して食べようとするなら、過ちを犯す彼においてそれはすぐに明らかになるからである。また他方、完全に弱くもなく強くもない体質を持つ健康な人が、牛や馬が食べることで恩恵を受け、強くなるようなもの、すなわち、カラスノエンドウや大麦、あるいはそれに類するものを、多くではなく、自分が耐えられる量よりもはるかに少なく食べるなら、これをした健康な人は、あの不適切にパンや大麦パンを摂取した病人に劣らず、苦痛を被り、危険に陥るだろう。これらすべては、この医術という技術の全体が、同じ方法に沿って探求されることで発見されうるという証拠である。
- 5εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει
条件節中の不定詞 κρατέειν は、先行する主動詞 σκεψώμεθα から続く間接疑問文 εἰ... ἐθέλει の一部である。αὐτή(医術自体)を主語とし、τῶν αὐτέων(前章で述べられた健康な人の食物の探求と同じ原理、あるいは同じ対象)を属格目的語として取る。
- 6τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη
この名詞句では動詞(γίνεται 等)が省略されており、文脈から容易に補われる。前件の τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον と対比されており、与格 τῷ δὲ σώματι は不利益の与格として機能している。
- 7Τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς … ἢ κεῖνος
主動詞 φαίνεται は分詞 διανοηθεὶς を伴って「〜したように見える」という判断を表現する。接続詞 ἢ は比較の意味を持つ語 ἑτεροῖον(中性複数対格の副詞的用法)を受けて比較の基準を導入しており、ὁ καλεύμενος ἰητρὸς(いわゆる医師)と κεῖνος(最初の発見者)を対比している。
- 8εἰ ἐθέλει καταφαγεῖν
動詞 ἐθέλει は単なる仮定条件を形成するだけでなく、「(病気であるにもかかわらず)あえて〜しようとする」「無理に〜することを望む」という主語の強い意志や傾向を示しており、病人の不適切な食への欲求を強調している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(10 件・最終 2026-11-24)
- 2026-11-24 AI校閲 — number 4 件
- 2026-11-24 AI校閲 — 訳文 1 件
- 2026-09-22 AI校閲 — 原文 2 件
- 2026-09-21 AI校閲 — 原文 2 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
