Humanitext Reader

希波克拉底 · 论古医学 §16-17

冷热的有限影响及其与其他性质的结合

第 7 段,共 11 段 · 希腊语

内容简介

作者通过各种具体事例论证了冷和热在身体中的支配力最小,因为它们能自然地相互抵消,并指出严重疾病中的持续发热并非仅由“热”引起,而是热与其他有害性质(如苦、酸、咸等)结合的结果。

§1616. Ψυχρότητα δ᾿ ἔγωγε καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς προφάσιας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ αὐτέοισιν, ἅμα τὸ ψυχρόν τε καὶ θερμὸν ἔῃ, οὐ λυπέει· κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν ψυχρῷ γίνεται ἀπὸ τοῦ θερμοῦ, τῷ δὲ θερμῷ ἀπὸ τοῦ ψυχροῦ·
16. 然而,由于以下原因,我认为冷和热在身体的所有力量中支配力最小:只要它们彼此混合、冷和热同时存在,它们就不会带来痛苦;因为通过热,冷得到了调和与适度,而通过冷,热也得到了调和与适度。
ὅταν δὲ ἀποκριθείη χωρὶς ἑκάτερον, τότε λυπέει·
但当它们各自独立分离出来时,那时就会带来痛苦。
ἐν δὲ δὴ τουτέῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ ταχέος πρῶτον δι᾿ αὐτὸ τοῦτο πάρεστι τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον·
也正是在这个时候,当冷袭来并给人类带来痛苦时,首先正是因为这一点,热就会迅速自发地从人体内部产生,不需要任何援助或准备。
καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖσιν ἀνθρώποισιν ἀπεργάζεται, καὶ ἐν κάμνουσιν.
而这种情况既发生在健康的人身上,也发生在病人的身上。
Τοῦτο μὲν, εἴτις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα, ἢ λουσάμενος ψυχρῷ, ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασι παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, μᾶλλον καὶ ἐπὶ πλέον θερμαίνεται τὸ σῶμα.
第一,如果一个健康的人想在冬天冷却身体,无论是通过冷水浴还是其他方式,他做得越多(只要身体没有完全冻僵),当他穿上衣服并进入避难所时,他的身体就会变得更加温暖,温度也更高。
Τοῦτο δὲ, εἰ θέλοι ἐκθερμανθῆναι στερεῶς ἢ λουτρῷ θερμῷ, ἢ πολλῷ πυρὶ, ἐκ δὲ τουτέου τὸ ωὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτέῳ χωρίῳ τὴν διατριβὴν ποιέεσθαι, ὥσπερ διεψυγμένος, πολὺ φανεῖται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος.
第二,如果他想通过热水浴或大火彻底使身体暖和,此后穿着同样的衣服在同样的地方停留,就像他被冷却时那样,他会觉得明显更加寒冷,并在其他方面感到更强烈的寒战。
Εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψύχος ἐκ τοιούτου ἂν τρόπου, διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ τὸ πνῖγος ἢ τῷ μηδὲν τουτέων ποιέοντι.
如果有人因闷热而被扇风,从而以这种方式为自己准备冷气,而他停止这样做,那么他的炎热和闷热感将是那些什么都不做的人的十倍。
Τὰ δὲ δὴ καὶ πουλὺ μείζω, ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλης ψύξιος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας, ἢ χεῖρας, ἢ κεφαλὴν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλέωσί τε καὶ ἐν ἀλέῃ γένωνται, ὑπὸ καύματος καὶ κνησμοῦ· καὶ ἔστιν οἷσι φλυκταῖναι ἀνίστανται ὡς ἀπὸ πυρὸς κατακεκαυμένοισι· καὶ οὐ πρότερον τοῦτο πάσχουσιν πρὶν ἢ θερμανθῶσιν.
而更为严重得多的情况是,凡是在雪地或其他寒冷中行走,导致脚、手或头部极度冻僵的人,到了夜里,当他们裹紧衣服并处于温暖之中时,由于灼热和瘙痒,他们会遭受怎样的痛苦;在有些人身上,甚至会像被火烧伤一样起水泡;而且在他们暖和过来之前,是不会遭受这种痛苦的。
Οὕτως ἑτοίμως ἑκάτερον αὐτέων ἐπὶ θάτερα παραγίνεται.
它们中的每一个就是这样轻易地转化为另一个。
Μυρία δ᾿ ἂν καὶ ἔτερα ἔχοιμι εἰπεῖν.
我还可以说出无数个其他的例子。
Τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχ οἷσιν ἂν ῥῖγος γένηται, τουτέοισιν ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει;
至于病人的情况,难道不正是那些发生恶寒的人,其体内的热度燃烧得最剧烈吗?
καὶ οὐχ οὕτως ἰσχυρῶς, ἀλλὰ καὶ παυόμενος, δι᾿ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινής· καὶ ὅσον ἂν χρόνον παρέῃ, διάθερμος, καὶ διεξιὼν διὰ παντὸς, τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψύξις νεηνικωτάτη καὶ ἐπὶ πλέον ἐχρόνισεν·
而且并非如此强烈,而是易于停止、历时短暂,在其他方面也多是无害的;只要热度存在,全身就会发热,并蔓延至全身,最终特别到达足部,而足部正是恶寒和寒冷最猛烈且持续时间最长的地方。
πάλιν δὲ ὅταν ἱδρώσῃ καὶ ἀπαλλαγῇ ὁ πυρετὸς, πολὺ μᾶλλον ἔψυξεν ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν.
此后,当他出汗且热度退去时,身体会比最初根本没有发热时冷得多。
ᾯ οὖν διαταχέος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφελόμενον τὴν δύναμιν ἀπὸ ταυτομάτου, τί ἂν ἀπὸ τουτέου μέγα ἢ δεινὸν γένοιτο;
因此,对于这种最相反的事物如此迅速且自发地出现、夺去其力量的情况,从中还能产生什么重大或可怕的后果呢?
ἢ τίνος δεῖ πολλῆς ἐπὶ τουτέῳ βοηθείης;
或者在这种情况下,哪里需要什么重大的援助呢?
§1717. Εἴποι ἄν τις, ἀλλ᾿ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπλευμονίῃσι καὶ ἄλλοισιν ἰσχυροῖσι νουσήμασιν οὐ ταχέως ἐκ τῆς θερμῆς ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν.
17. 有人可能会说:“但是,那些患有稽留热、肺炎以及其他严重疾病而发热的人,并不能迅速摆脱热,而且在那里也不再出现热或冷的交替。
Ἐγὼ δὲ τοῦτό μοι μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ᾿ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτὸ, καὶ θερμὸν καὶ ὀξὺ, καὶ ἁλμυρὸν καὶ θερμὸν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυνάμιων ἑτέρων.
”但我认为,这正是一个最大的证据,证明人类发热并不仅仅是因为热,热也不是造成伤害的唯一原因,而是同一种东西既苦且热、既热且酸、既咸且热,以及其他无数种组合,反之,冷也伴随着其他力量而存在。
Τὰ μὲν οὖν λυμαινόμενα ταῦτά ἐστι· ξυμπάρεστι δὲ καὶ τὸ θερμὸν, ῥώμης μετέχον, ὡς ἂν τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξανόμενον ἅμα κείνῳ, δύναμιν δὲ οὐδεμίην πλείω τῆς προσηκούσης.
因此,危害身体的正是这些性质;而热也共存其中,分担力量,作为与之共同引导、激化和增长的要素,但它并不拥有超出其自身本分以外的任何更大力量。

词汇与语法注释

  1. §16ὃν μὲν ἂν δήπου χρόνον — 先行词 χρόνον 被吸入关系从句(incorporation)的结构。关系代词 ὃν 类同形容词修饰 χρόνον,作为表示持续时间的宾格(“在……的整个期间”)。伴随条件小词 ἂν 和虚拟语气 ἔῃ,构成了表示一般条件的 时间从句。
  2. §16Τοῦτο μὲν... Τοῦτο δὲ... — 指示代名词的中性单数宾格 τοῦτο 作副词使用,与 μὲν 和 δὲ 呼应,表示“第一……,第二……”(一方面……,另一方面……)的逻辑对比结构。在此处用于引导健康人身上冷热转换的两个具体示例。
  3. §16ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ — 关系与格 ὅσῳ 表示比例关系(“越……则越……”),与主句中的比较级 μᾶλλον καὶ ἐπὶ πλέον(“更加、在更大程度上”)相呼应。代名词 αὐτὸ 是中性单数宾格,指代前文“使身体冷却的行为”(διαψῦξαι τὸ σῶμα),作为 ποιήσῃ 的直接宾语。
  4. §17ὡς ἂν τὸ ἡγεύμενον — 连词 ὡς 后接表示潜在性/可能性的质词 ἂν 以及名词化的分词(τὸ ἡγεύμενον, παροξυνόμενον, αὐξανόμενον)。这一结构赋予其某种可能性或假设性的色彩(“作为能够起引导、激化和增长作用的要素”),用以限定热在病因中所扮演的次要、伴随性的角色。

引用这一段

希波克拉底, 论古医学 §16-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:16-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。