§2020. Λέγουσι δέ τινες καὶ ἰητροὶ καὶ σοφισταὶ ὡς οὐκ ἔνι δυνατὸν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος· ἀλλὰ τοῦτο δεῖ καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους.
20. 某些医生和智者说,任何不知道人是什么的人都不可能懂得医学;但他们认为,那些将要正确治疗人类的人必须彻底学会这一点。
Τείνει δὲ αὐτέοισιν ὁ λόγος ἐς φιλοσοφίην, καθάπερ Ἐμπεδοκλῆς ἢ ἄλλοι οἳ περὶ φύσιος γεγράφασιν ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος, καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὅπως ξυνεπάγη.
然而,他们的言论倾向于哲学,就像恩培多克勒或其他从一开始就撰写关于自然的人一样,论及人是什么、最初是如何产生的以及如何被构造起来的。
Ἐγὼ δὲ τουτέων μὲν ὅσα τινὶ εἴρηται σοφιστῇ ἢ ἰητρῷ, ἢ γέγραπται περὶ φύσιος, ἧσσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ.
但我认为,由某些智者或医生所说的、或关于自然所写的所有这些事情,与其说属于医术,不如说属于绘画之术。
Νομίζω δὲ περὶ φύσιος γνῶναί τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς.
我认为,要获得关于自然的任何清晰知识,除了通过医学之外,别无他途。
Τοῦτο δὲ, οἷόν τε καταμαθεῖν, ὅταν αὐτέην τις τὴν ἰητρικὴν ὀρθῶς πᾶσαν περιλάβῃ· μέχρι δὲ τουτέου πολλοῦ μοι δοκέει δεῖν·
而这是可以彻底学会的,只要有人正确且全面地掌握医学本身;但在那之前,在我看来还相差甚远。
λέγω δὲ τὴν ἱστορίην ταύτην εἰδέναι ἄνθρωπος τί ἐστι, καὶ δι᾿ οἵας αἰτίας γίνεται, καὶ τἄλλα ἀκριβέως.
我所说的“了解这一探究”是指准确地知道人是什么、因何原因而产生以及其他细节。
Ἐπεί τοί γέ μοι δοκέει ἀναγκαῖον εἶναι παντὶ ἰητρῷ περὶ φύσιος εἰδέναι, καὶ πάνυ σπουδάσαι ὡς εἴσεται, εἴπερ τι μέλλει τῶν δεόντων ποιήσειν, ὅ τί ἐστιν ἄνθρωπος πρὸς τὰ ἐσθιόμενα καὶ πινόμενα, καὶ ὅ τι πρὸς τὰ ἄλλα ἐπιτηδεύματα, καὶ ὅ τι ἀφ᾿ ἑκάστου ἑκάστῳ ξυμβήσεται.
因为,在我看来,对于每一位医生来说,了解自然,并竭尽全力去了解人相对于所吃所喝之物是什么、相对于其他生活习惯是什么、以及每种事物会给每个人带来什么后果,这对于他履行任何职责都是绝对必要的。
Καὶ μὴ ἁπλῶς οὕτω δοκέειν ὅτι πονηρὸν βρῶμα τυρός· πὸνον γὰρ φέρει τῷ πληρωθέντι αὐτέου, ἀλλὰ τίνα τε πόνον καὶ διὰ τί καὶ τίνι τῶν ἐν τῷ ἀνθρώπῳ ἐνεόντων ἀνεπιτήδειον.
而且我们不应该仅仅简单地这样认为:“奶酪是一种坏食物,因为它给吃饱了它的人带来痛苦”,而应该知道它带来什么样的痛苦、为什么带来、以及它不适合人体内存在的哪些东西。
Ἔστι γὰρ καὶ ἄλλα πολλὰ βρώματα καὶ πόματα φύσει πονηρὰ, καὶ διατίθησι τὸν ἄνθρωπον οὐ τὸν αὐτὸν τρόπον.
因为还有许多其他食物和饮料在性质上是坏的,它们对人的影响方式各不相同。
Οὕτως οὖν μοι ἔστω τῷ λόγῳ οἷον οἶνος ἄκρητος πολὺς ποθεὶς, διατίθησί πως τὸν ἄνθρωπον ἀσθενέα· καὶ ἅπαντες ἂν ἰδόντες τοῦτο γνοίησαν, ὅτι αὕτη ἡ δύναμις οἴνου καὶ αὐτός ἐστιν αἴτιος· καὶ οἷσί γε τῶν ἐν τῷ ἀνθρώπῳ τοῦτο μάλιστά γε δύναται, οἴδαμεν.
那么,在我的论点中可以这样设想:例如,饮用大量未经稀释的烈酒(葡萄酒)会使人变得虚弱;所有人看到这一点都会明白这是酒的力量,且酒本身就是原因;我们也知道在人体内这主要作用于哪些部分。
Τοιαύτην δὴ βούλομαι ἀληθείην καὶ περὶ τῶν ἄλλων φανῆναι.
我希望关于其他事物也能展现出这样的真理。
Τυρὸς γὰρ, ἐπειδὴ τουτέῳ σημείῳ ἐχρησάμην, οὐ πάντας ἀνθρώπους ὁμοίως λυμαίνεται, ἀλλ᾿ εἰσὶν οἵτινες αὐτέου πληρεύμενοι οὐδ᾿ ὁτιοῦν βλάπτονται· ἀλλὰ καὶ ἰσχὺν, οἷσιν ἂν ξυμφέρῃ, θαυμασίως παρέχεται·
因为奶酪(既然我用了这个例子)并不会同样地伤害所有的人,相反,有些人吃饱了它却一点也不受害;甚至,对于那些适合的人,它还奇迹般地提供力量。
εἰσὶ δὲ οἳ χαλεπῶς ἀπαλλάσσουσι·
但也有一些人会陷入糟糕的境地。
διαφέρουσι δὲ τουτέων αἱ φύσιες· διαφέρουσι δὲ κατὰ τοῦτο· ὅπερ ἐν τῷ σώματι ἔνεστι πολέμιον τυρῷ, ὁπὸ τοιουτέου ἐγείρεταί τε καὶ κινέεται·
他们的体质不同,且在以下这一点上不同:即,体内存在的、与奶酪敌对的东西,会被这种东西激起并动员起来。
οἷσιν ὁ τοιοῦτος χυμὸς τυγχάνει πλέον ἐνεὼν καὶ μᾶλλον ἐνδυναστεύων ἐν τῷ σώματι, τουτέους μᾶλλον καὶ κακοπαθέειν εἰκός.
对于那些体内恰好有较多此类体液且占主导地位的人,他们自然更容易遭受痛苦。
Εἰ δὲ πάσῃ τῇ ἀνθρωπίνῃ φύσει ἦν κακὸν, πάντας ἂν ἐλυμαίνετο.
但如果它对所有人类本性都是有害的,它就会伤害每个人。
Ταῦτα δὲ εἴ τις εἰδοίη, οὐκ ἂν πάσχοι.
如果有人知道这些,就不会遭受痛苦。
§2121. Τὰ δ᾿ ἐν τῇσιν ἀνακομιδῇσι τῇσιν ἐκ τῶν νούσων, ἔτι δὲ καὶ ἐν τῇσι νούσοισι τῇσι μακρῇσι γίνονται πολλαὶ ξυνταράξιες, αἱ μὲν ἀπὸ ταυτομάτου, αἱ δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων τῶν τυχόντων.
21. 在从疾病中恢复的过程中,甚至在慢性长期疾病中,会发生许多不调,有些是自然发生的,有些是由于偶然服用了某些东西引起的。
Οἶδα δὲ τοὺς ἰητροὺς τοὺς πολλοὺς, ὡς τοὺς ἰδιώτας, ἢν τύχωσι περὶ τὴν ἡμέρην ταύτην τι κεκαινουργηκότες, ὡς λουσάμενοι, ἢ περιπατήσαντες, ἢ φαγόντεςτι ἑτεροῖον, ταῦτα δὲ πάντα βελτίω προσενηνεγμένα ἢ μὴ, οὐδενὸς ἧσσον τὴν αἰτίην τουτέων τινὶ ἀνατιθέντας, τὸ μὲν αἴτιον ἀγνοεῦντας, τὸ δὲ ξυμφορώτατον, ἢν οὕτω τύχῃ, ἀφανίσαντας.
但我知道,大多数医生就像门外汉一样,如果恰好在当天做了一些新的尝试,比如洗了澡、散了步、或者吃了些不同的东西(尽管所有这些事情做过比不做要好),他们仍会把不调的原因归咎于其中之一,从而忽视了真正的原因,并且如果恰好是最有益的事物,也会将其功效抹杀。
Δεῖ δὲ οὔ· ἀλλ᾿ εἰδέναι τί λουτρὸν ἀκαίρως προσγενόμενον ἐργάσεται, καὶ τί κόπος.
但这绝不应该;相反,必须了解不合时宜地沐浴会产生什么后果,以及疲劳会产生什么后果。
Οὐδέποτε γὰρ ἡ αὐτὴ κακοπαθίη τουτέων, οὐδ᾿ ἑτέρου, οὐδέ γε ἀπὸ πληρώσιος, οὐδέ γε ἀπὸ βρώματος τοίου ἢ τοίου.
因为这些事物引起的痛苦绝不相同,其他事物引起的也不同,过饱引起的也不同,这种或那种食物引起的也绝不相同。
Ὅστις οὖν ταῦτα μὴ εἴσεται ὡς ἕκαστα ἔχει πρὸς τὸν ἄνθρωπον, οὔτε γινώσκειν τὰ γινόμενα ἀπ᾿ αὐτέων δυνήσεται, οὔτε χρέεσθαι ὀρθῶς.
因此,凡是不了解这些事物各自对人类之关系的人,既无法认识由它们产生的结果,也无法正确地利用它们。