Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §9.9.1-9.9.3

万物相聚的自然引力与人类的协作

第 341 段,共 486 段 · 希腊语

内容简介

作者阐述了同类事物相互吸引与结合的普适自然法则,表明从矿物、植物、动物、星辰直至作为智性存在的人类,存在等级越高,其凝聚力就越强。他指出,尽管现在唯独人类遗忘了这种协作并企图孤立自己,但他们绝无法摆脱自然强大的结合力量。

§9.9.1Πάντα ὅσα κοινοῦ τινος μετέχει πρὸς τὸ ὁμογενὲς σπεύδει.
凡是分享某种共同性质的事物,都急于趋向同类。
τὸ γεῶδες πᾶν ῥέπει ἐπὶ γῆν· τὸ ὑγρὸν πᾶν σύρρουν· τὸ ἀερῶδες ὁμοίως, ὥστε χρῄζειν τῶν διειργόντων καὶ βίας·
所有属土的东西都趋向大地,所有属水的东西都流在一起,所有属空气的东西也是如此,以至于它们需要隔绝物和外力(才能被分开)。
τὸ πῦρ ἀνωφερὲς μὲν διὰ τὸ στοιχειῶδες πῦρ, παντὶ δὲ πυρὶ ἐνταῦθα πρὸς τὸ συνεξάπτεσθαι ἕτοιμον οὕτως, ὥστε καὶ πᾶν τὸ ὑλικὸν τὸ ὀλίγῳ ξηρότερον εὐέξαπτον εἶναι διὰ τὸ ἔλαττον ἐγκεκρᾶσθαι αὐτῷ τὸ κωλυτικὸν πρὸς ἔξαψιν.
火因其元素之火而向上升起,但此处的任何火焰都已准备好与每一种火共同燃烧,以至于任何稍微干燥一点的物质材料都极其易燃,因为其中混合的阻碍燃烧的物质较少。
καὶ τοίνυν πᾶν τὸ κοινῆς νοερᾶς φύσεως μέτοχον πρὸς τὸ συγγενὲς ὁμοίως σπεύδει ἢ καὶ μᾶλλον· ὅσῳ γάρ ἐστι κρεῖττον παρὰ τὰ ἄλλα, τοσούτῳ καὶ πρὸς τὸ συγκιρνᾶσθαι τῷ οἰκείῳ καὶ συγχεῖσθαι ἑτοιμότερον.
因此,凡是分享共同智性自然的事物,也同样甚至更加急于趋向同类;因为它越是优于其他事物,就越是准备好与同类混合并融为一体。
§9.9.2εὐθὺς γοῦν ἐπὶ μὲν τῶν ἀλόγων εὑρέθη σμήνη καὶ ἀγέλαι καὶ νεοσσοτροφίαι καὶ οἷον ἔρωτες· ψυχαὶ γὰρ ἤδη ἦσαν ἐνταῦθα καὶ τὸ συναγωγὸν ἐν τῷ κρείττονι ἐπιτεινόμενον εὑρίσκετο, οἷον οὔτε ἐπὶ φυτῶν ἦν οὔτε ἐπὶ λίθων ἢ ξύλων.
至少在无理性动物中,立刻就能发现蜂群、兽群、雏鸟的抚育以及仿佛爱恋般的感情;因为在此处已经有了灵魂,并且在更高级的存在中,可以发现那种起凝聚作用的力量得到了加强,而在植物、石头或木头中是没有这种力量的。
ἐπὶ δὲ τῶν λογικῶν ζῴων πολιτεῖαι καὶ φιλίαι καὶ οἶκοι καὶ σύλλογοι καὶ ἐν πολέμοις συνθῆκαι καὶ ἀνοχαί.
而在有理性的动物中,则有国家、友谊、家庭、集会,以及战争中的条约与休战。
ἐπὶ δὲ τῶν ἔτι κρειττόνων καὶ ἐκ διεστηκότων τρόπον τινὰ ἕνωσις ὑπέστη οἵα ἐπὶ τῶν ἄστρων· οὕτως ἡ ἐπὶ τὸ κρεῖττον ἐπανάβασις συμπάθειαν καὶ ἐν διεστῶσιν ἐργάσασθαι ἐδύνατο.
甚至在更高级的存在中,即使彼此分离,在某种意义上也有统一性建立起来,正如在星辰之间那样;这样,向更高级的存在上升,甚至能在分离的事物之间产生共感。
§9.9.3ὅρα οὖν τὸ νῦν γινόμενον· μόνα γὰρ τὰ νοερὰ νῦν ἐπιλέλησται τῆς πρὸς ἄλληλα σπουδῆς καὶ συννεύσεως καὶ τὸ σύρρουν ὧδε μόνον οὐ βλέπεται.
因而,且看如今正在发生的事:因为唯独有智性的存在,如今遗忘了彼此间的热切与趋同,也唯独在此处,看不到共同奔流的景象。
ἀλλ’ ὅμως καίτοι φεύγοντες περικαταλαμβάνονται· κρατεῖ γὰρ ἡ φύσις.
然而,尽管他们试图逃避,却依然被合围捕获;因为自然的力量占据着统治地位。
ὄψει δὲ ὃ λέγω παραφυλάσσων· θᾶσσον γοῦν εὕροι τις ἂν γεῶδές τι μηδενὸς γεώδους προσαπτόμενον ἤπερ ἄνθρωπον ἀνθρώπου ἀπεσχισμένον.
只要你留心观察,就会明白我所说的话;因为人们确实更容易找到一个不与任何其他属土之物接触的属土之物,也绝难找到一个与人完全割裂的人。

词汇与语法注释

  1. 9.9.1ὥστε χρῄζειν τῶν διειργόντων καὶ βίας — 这是一个由 ὥστε 引导、后接不定式 χρῄζειν(“需要”)的结果从句。在 χρῄζειν 的属格支配下,中性复数现在分词的名词化形式 τῶν διειργόντων(“隔绝物”)与名词 βίας(“强力、强制”)并列。
  2. 9.9.1παντὶ δὲ πυρὶ ἐνταῦθα πρὸς τὸ συνεξάπτεσθαι ἕτοιμον οὕτως — 形容词 ἕτοιμον 修饰主句的主语 τὸ πῦρ。置于其前的与格 παντὶ πυρὶ(“与一切火”)和介词短语 πρὸς τὸ συνεξάπτεσθαι(“为了共同燃烧”)共同修饰 ἕτοιμον,解释了尘世之火极易与其他火同调并蔓延的性质。
  3. 9.9.2τὸ συναγωγὸν ἐν τῷ κρείττονι ἐπιτεινόμενον εὑρίσκετο — 动词 εὑρίσκετο(“被发现、被显现”)的主语是中性单数分词的名词化形式 τὸ συναγωγὸν(“结合的力量”),且有名词性主格现在被动分词 ἐπιτεινόμενον(“被加强”)作表语,构成了伴随知觉动词的分词结构(“发现某物正被……”)。
  4. 9.9.3θᾶσσον γοῦν εὕροι τις ἂν γεῶδές τι μηδενὸς γεώδους προσαπτόμενον ἤπερ ἄνθρωπον ἀνθρώπου ἀπεσχισμένον — 这是一个表示潜在可能性、由 ἄν 搭配祈愿法 εὕροι(“人们会发现”)组成的句式。比较级 θᾶσσον(“更迅速、更容易”)与连词 ἤπερ(“比……”)相关联,对比了两个宾格分词短语。后半部分的 ἀπεσχισμένον(“被切断”,完成时被动分词)支配属格 ἀνθρώπου,用作表示分离的属格。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §9.9.1-9.9.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:9.9.1-9.9.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。